De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

εἰ δέ τις τῷ τῆς φύσεως εὐστόχῳ καὶ εὐτρόχῳ μὴ πρὸς τὰ ἀστεῖα μόνον, ἀλλὰ καὶ πρὸς [*](1 τοῦ πατρὸς ex LXX Cohn 3 τοῦ ἀδελφοῦ ex LXX Cohn 4 ἔλαθε U 7 Μωυσῇ Cohn: Μωυσῆς U, Μωυσεῖ Mang. 8 σεμπωφώραν U 9 νομοθετῶν U 13 τὴν scripsi: τὸν U, τῶν Mang. 14 ἀποριφείς U, ἀπαρτηθείς, ὁ ἀπορριφείς coni. Holwerda 15 Ἄδαν conicio 16 αὐτὸς ἑαυτῶ conicio 17 εὐθίκτους ἐπιβολὰς Mang.: εὐθήκτους ἐπιβουλὰς U τῶν seclusi, olim παρόντος addebam 18 κωλυσιεργοῦντος Tisch.: κωλυσιεργούντων U 21 προέρχεσθαι conicio 22 τοῖς addidi 23 εὐθήκτῳ U) [*](17 cf. Epicurea p. 187,32. 280,1 21. 22 cf. Epicurea p. 181, 16. 18632 Philonis opera vol. ΙΙ 2)

v.2.p.18
τὰ ἐναντία κέχρηται τὰ διάφορα ἐξαδιαφορῶν, κακοδαιμονιζέσθω. ἐν γοῦν ἀρᾶς εἴδει λέγεται κατὰ τὸν τῆς συγχύσεως τόπον, ὅτι „οὐκ ἐκλείψει ἐξ αὐτῶν πάνθ’ ὅσα ἂν ἐπιθῶνται ποιεῖν“ (Gen. 11,6)· ὄντως γὰρ ἀνήκεστός ἐστι συμφορὰ ψυχῆς εὐοδεῖν οἷς ἂν ἐπιθῆται, καὶ τὰ αἴσχιστα.

ἐγὼ δ’ ἂν εὐξαίμην, εἴ ποτε διανοηθείην ἀδικεῖν, ἐπιλιπεῖν τἀδικεῖν, καὶ εἴπερ ζῆν ἀνάνδρως, ἐπιλιπεῖν τὸ ἀκολασταίνειν, καὶ εἰ θρασέως μέντοι καὶ πανούργως, ἔνδειαν θρασύτητος καὶ πανουργίας γενέσθαι παντελῆ· εἰ μὴ καὶ τοῖς κλέπτειν ἢ μοιχεύειν ἢ ἀνδροφονεῖν ἐγνωκόσιν οὐκ ἔστιν ἄμεινον ἐπιδεῖν τούτων ἕκαστον ἐκλελοιπὸς καὶ διεφθαρμένον.

τὴν οὖν Ἀδὰ παραίτησαι, διάνοια, τὴν μαρτυροῦσάν τε τοῖς φαύλοις καὶ μαρτυρουμένην ἐν ταῖς πρὸς ἕκαστα αὐτῶν ἐπιβολαῖς. εἰ δὲ κοινωνὸν αὐτὴν ἀξιώσεις ἔχειν, μέγιστον ἀποτέξεταί σοι κακόν, τὸν Ἰωβήλ (Gen. 4,20), ὃς ἑρμηνεύεται μεταλλοιῶν· εἰ γὰρ τῇ μαρτυρίᾳ χαίρεις ὧν ἂν τύχῃ, στρέφειν καὶ ἀνακυκλεῖν ἕκαστα βουλήσῃ, τοὺς παγέντας ὑπὸ τῆς φύσεως τοῖς πράγμασιν ὅρους μετατιθείς.

σφόδρα δὲ καὶ Μωυσῆς ἀχθόμενος τοῖς τοιούτοις καταρᾶται λέγων· „ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον“ (Deut. 27,17). καλεῖ δὲ πλησίον καὶ ἐγγὺς τἀγαθόν· οὐ γὰρ ἀναπτῆναι, φησίν, εἰς οὐρανὸν οὐδὲ πέραν θαλάσσης ἀφικέσθαι δεῖ κατὰ ζήτησιν τοῦ καλοῦ· ἐγγὺς γὰρ καὶ πλησίον ἵστασθαι ἑκάστῳ.

καὶ τριχῇ γε αὐτὸ διαιρεῖ φυσικώτατα· „ἐν γὰρ τῷ στόματί σου“ φησίν „ἐστὶ καὶ ἐν τῇ καρδίᾳ καὶ ἐν ταῖς χερσί“ (Deut. 30,11 — 14), τοῦτο δὴ ἐν λόγοις, ἐν βουλαῖς, ἐν πράξεσι· μέρη γὰρ τοῦ ἀγαθοῦ ταῦτα, ἐξ ὧν πέφυκε πήγνυσθαι, ὡς ἥ γε ἑνὸς ἔνδεια οὐκ ἀτελὲς μόνον ἀπεργάζεται τὸ πᾶν, ἀλλὰ καὶ συνόλως ἀναιρεῖ.

τί γὰρ ὄφελος λέγειν μὲν τὰ βέλτιστα, διανοεῖσθαι δὲ καὶ πράττειν τὰ αἴσχιστα; σοφιστῶν οὗτος ὁ τρόπος· τοὺς γὰρ περὶ φρονήσεως καὶ καρτερίας ἀπομηκύνοντες [*](1 τὰ διάφορα ἐξαδιαφορῶν Mang.: εὐδιαφορᾷ ἐν διαφορᾷ coni. Mang.) ἀδιάφορος ὤν U κακοδαιμονῶν ἴστω coni. Mang. 4 ψυχῆς scripsi: ψυχὴ U, ψυχῇ Mang. 6 ἀναιδῶς coni. Diels 11 καὶ hab. U (non om., ut adnot. Tisch.) αὐτῶν U (non αὐτοῦ, ut Mang. et Tiscb. adnotant.) ἐπιβολαῖς Mang.: ἐπιβουλαῖς U 14 ἀνακυκλεῖν scripsi: ἀνακυλίειν U 16 Μώσης R λόγων U 17 πλησίου R 18 ἐγγὺς] εὐθὺς R ἀναπτῆναι R (coni. Mang.): ἄν ἀπεῖναι U, ἀπιέναι vel ἀναβῆναι coni. nolwerda 20 γε] δὲ Holwerda αὐτὸ corr. ex αὐτῷ U 21 ἐστὶν U 22 τοῦτ’ ἔστιν ἐν conicio 23 πήγνυσθαι] γίγνεσθαι coni. Mang., συνίστασθαι loco parallelo I p. 614,40 M. ὡς ἥ γε Tisch.: ὡς εἴ γε ἡ U, ὡς εἴ γε εἴη R 25 σοφῶν R) [*](15 — 19,10 R fol. 90v: σφόδρα δὲ καὶ Μωσῆς — ἐπάρατος ἔστι τε καὶ λέγεται.)

v.2.p.19
λόγους τὰ ὦτα καὶ τῶν σφόδρα διψώντων ἀκοῆς ἀποκναίουσιν, ἐν δὲ ταῖς βουλαῖς καὶ ταῖς κατὰ τὸν βίον πράξεσιν εὑρίσκονται διαμαρτάνοντες.

τί δ’ ὄφελος ἃ μὲν χρὴ διανοεῖσθαι, ἔργοις δὲ ἀτόποις καὶ λόγοις χρῆσθαι, διὰ μὲν τῶν λόγων τοὺς ἀκούοντας, διὰ δὲ τῶν ἔργων τοὺς ὑπομένοντας ζημιοῦντας; πράττειν γε μὴν τἄριστα οὐ σὺν διανοίᾳ καὶ λόγῳ πάλιν ὑπαίτιον· τὸ γὰρ ἄνευ τούτων τῆς ἀκουσίου μερίδος ὂν οὐδαμῇ οὐδαμῶς ἐπαινετόν.

εἰ δέ τινι ἐξεγένετο καθάπερ λύραν ἁρμόσασθαι τοὺς τοῦ ἀγαθοῦ πάντας ἤχους καὶ συνῳδὸν ἀποφῆναι λόγον μὲν διανοίᾳ, διάνοιαν δὲ ἔργῳ, τέλειος καὶ πρὸς ἀλήθειαν εὐάρμοστος ὁ τοιοῦτος ἂν νομίζοιτο· ὥσθ’ ὁ μετατιθεὶς ὅρους τοῦ καλοῦ δικαίως ἐπάρατος ἔστι τε καὶ λέγεται.

τοὺς δ’ ὅρους τούτους οὐχ ἡ καθ’ ἡμᾶς γένεσις ἔστησεν, ἀλλ’ οἱ πρὸ ἡμῶν καὶ παντὸς τοῦ γεώδους πρεσβύτεροι λόγοι καὶ θεῖοι· καθὰ καὶ ὁ νόμος δεδήλωκεν ἐπισκήπτων ἡμῶν ἑκάστῳ μὴ κιβδηλεύειν τὸ ἀρετῆς νόμισμα ἐν τούτοις· „οὐ μετακινήσεις ὅρια τοῦ πλησίον, ἃ ἔστησαν οἱ πατέρες σου“ (Deut. 19,14), καὶ ἐν ἑτέροις· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ· καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ“ (Deut. 32,7 — 9).

ἆρ’ οὖν ἐὰν πύθωμαι τοῦ γεννήσαντος καὶ θρέψαντός με πατρὸς ἢ τῶν ἐκείνου μὲν ἡλικιωτῶν, ἐμοῦ δὲ πρεσβυτέρων, ἦ διένειμεν ἔθνη ὁ θεὸς ἢ ἔσπειρεν ἢ ᾤκισεν, ἀποκρινοῦνταί μοι παγίως, ὥσπερ τῷ μερισμῷ παρηκολουθηκότες ἐκείνῳ; οὐ μὲν οὖν, ἀλλὰ φήσουσιν ὅτι καὶ ἡμεῖς ἐφ’ ἡλικίας παρὰ τῶν γονέων καὶ ἔτι ἀρχαιοτέρων φιλοπευστήσαντες οὐδὲν σαφὲς ἀνεμάθομεν· οὐδὲν γὰρ εἶχον ὅ τι διδάξουσιν ἡμᾶς καὶ αὐτοὶ πάλιν ἄλλων ἀξιώσαντες γενέσθαι ἐπιστημόνων ἀνεπιστήμονες γνώριμοι.

μήποτ’ οὖν πατέρα μὲν τῆς ψυχῆς ἡμῶν τὸν ὀρθὸν λόγον καλεῖ, πρεσβυτέρους δὲ τοὺς ἑταίρους αὐτοῦ καὶ φίλους. οὗτοι τῆς ἀρετῆς τοὺς ὅρους ἐπήξαντο πρῶτοι, πρὸς οὓς ἄξιον φοιτῆσαι μαθήσεως καὶ διδασκαλίας ἕνεκα τῶν ἀναγκαίων. τὰ δ’ ἀναγκαῖα ταῦτα· ὁπότε ὁ θεὸς διένεμε καὶ διετείχιζε τὰ τῆς ψυχῆς ἔθνη τὰ ὁμόφωνα τῶν ἀλλογλώττων διιστὰς καὶ διοικίζων, τούς τε γῆς [*](3 δὲ prius R 5 λόγων U 7 λύραν UR: λύρας Mang. 10 ὥστ’ U: ὥστε R 14 τοῦ] τῶν U 20 θρύψαντος U 21 ἡ scripsi: ἡ U, εἰ Tisch., ᾖ Otto ἔθνη Mang.: ἐθνῶν U ὁ fortasse delendum coni. Holwerda 22 ὤκησεν U, διῴκισεν coni. Mang. κερισμῶ U, ut vid. 23 ἐκείνῳ scripsi: ἑκάστω U, ἕκαστοι Holweida 25 ὅ τι Mang.: οὔτι V 26 ἀνεπιστήμονες Mang.: ἀνεπιστήμονι U 28 αὐτοῦ Mang.: αὐτῶν U 31 τούς τε Cohn: τε τοὺς U, τε del. Tiscb. 2*)

v.2.p.20
παῖδας ἔσπειρε καὶ ἐξετόξευσεν ἀφ’ ἑαυτοῦ, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, τότε τῶν ἀρετῆς ἐκγόνων τοὺς ὅρους ἔστησεν ἰσαρίθμους ἀγγέλοις· ὅσοι γὰρ θεοῦ λόγοι, τοσαῦτα ἀρετῆς ἔθνη τε καὶ εἴδη.

τίνες δ’ αἱ τῶν ἀγγέλων αὐτοῦ λήξεις καὶ τίς ἡ τοῦ παντάρχου καὶ ἡγεμόνος ἀποκεκληρωμένη μοῖρα; τῶν μὲν οὖν ὑπηρετῶν αἱ ἐν εἴδει ἀρεταί, τοῦ δὲ ἡγεμόνος τὸ ἐπίλεκτον γένος Ἰσραήλ· ὁ γὰρ ὁρῶν τὸν θεὸν ὑπὸ ἐκπρεπεστάτου κάλλους ἀγόμενος τῷ ὁρωμένῳ προσκεκλήρωταί τε καὶ μεμέρισται.

πῶς οὖν οὐκ ἐπιπληκτέος Ἰωβήλ, ὃς ἑλλάδι γλώττῃ μεταλλοιῶν καλεῖται τὰς φύσεις τῶν πραγμάτων ἢ μεταποιῶν; τὰ γὰρ φρονήσεως καὶ καρτερίας καὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς κάλλη θεοειδέστατα τύποις ἐναντίοις ἀφροσύνης, [καὶ] ἀκρασίας, ἀδικίας, ἁπάσης κακίας μετεχάραττεν ἀφανίζων

τὰ ἐνσημανθέντα πρότερον. αἰεὶ γὰρ ἐπιτεθειμέναι δεύτεραι σφραγῖδες τοὺς τῶν προτέρων τύπους διαφθείρουσιν. ὁ δέ γε νόμος τοσοῦτον δεῖ κακὰ ἀγαθῶν ἐπιτρέπειν ἀντικαταλλάττεσθαι, ὥστ’ οὐδὲ καλὰ πονηρῶν ἐᾷ, πονηρὰ οὐ τὰ φαῦλα παραλαμβάνων — ἐπεὶ τοῦτό γε εὔηθες μὴ προΐεσθαι τὰ κακὰ ὑπὲρ κτήσεως τῶν ἀμεινόνων —, ἀλλὰ τὰ καματηρὰ καὶ ἐπίπονα, ἅπερ Ἀττικοὶ τὴν πρώτην ὀξυτονοῦντες συλλαβὴν καλοῦσι πόνηρα.

ἔστι δὲ τὸ διάταγμα τοιοῦτο· „πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον τῷ κυρίῳ. οὐκ ἀλλάξεις καλὸν πονηρῷ· ἐὰν δὲ ἀλλάξῃς, αὐτό τε καὶ τὸ ἄλλαγμα ἔσται ἅγια“ (Lev. 27,32 — 33). καίτοι πῶς τό γε πονηρὸν γένοιτ’ ἂν ἅγιον; ἀλλ’, ὅπερ ἔφην, τὸ ἐπίπονον ἀλλ’ οὐ φαῦλον παρείληπται, ὥστε τοιοῦτον εἶναι τὸ δηλούμενον· τέλειον μὲν ἀγαθόν ἐστι τὸ καλόν, ἀτελὲς δὲ ὠφέλιμον πόνος. ἐὰν οὖν τὸ παντελὲς κτήσῃ, μηκέτι ζήτει τὸ ἐνδέον· εἰ δὲ προσυπερβάλλων ἐθελήσεις ἔτι πονεῖν, ἴσθ’ ὅτι δόξεις μὲν ἑνὸς ἓν ἀντικαταλλάττεσθαι, κτήσῃ δὲ πρὸς ἀλήθειαν ἀμφότερα·

ἑκάτερον γὰρ εἰ καὶ ἰσότιμον, ἀλλ’ οὐ τὸ πάντως ἅγιόν ἐστιν. ἅγιον δὲ πρᾶγμα δοκιμάζεται διὰ τριῶν μαρτύρων, ἀριθμοῦ μέσου, παιδείας, ἀριθμοῦ τελείου. διὸ λέγεται· "πᾶν ὃ ἐὰν ἔλθῃ ἐν τῷ ἀριθμῷ ὑπὸ τὴν ῥάβδον, τὸ δέκατον ἅγιον“. τὸ μὲν γὰρ ἀπαξιωθὲν ἀριθμοῦ βέβηλον, οὐχ ἅγιον, τὸ δὲ καταριθμηθὲν ἅτε ἐγκεκριμένον ἤδη δόκιμον. τὸν γοῦν ὑπὸ Ἰωσὴφ [*](1 διέσπειρεν coni. Mang. 3 δ’ add. Cohn 8 μεταλλοιῶν Mang.: μεταποιῶν U 9 ἢ secludit Holwerda 11 καὶ seclusit Cohn 12 ἐπιτιθέμεναι conicio 13 γε νόμος U (non γενόμενος, ut Mang. et Tisch. adnot.) τοσοῦτον δεῖ Tisch.: τοσούτων δεῖν U 14 ἐπιτρέπειν Tisch.: ἐπιτρέπει U 15 παραλάμβανε coni. Mang. προΐεσθαι Mang.: προσίεσθαι U 21 τὸ conicio 23 δέ, ὅμως δὲ conicio 25 δόξης U ἑνὸς sciipsi: ἑνὶ ἕνατι καταλλάττειν 11, ἓν ἑνὶ καταλλάττειν Mang. 26 οὔτοι πόνως conicio 29 οὐκ U)

v.2.p.21
ἐν Αἰγύπτῳ συναχθέντα σῖτόν φησιν ὁ νόμος μὴ δυνηθῆναι ἀριθμηθῆναι, καὶ ἐπιφέρει· „οὐ γὰρ ἦν ἀριθμός“ (Gen. 41,49), ἐπειδὴ τὰ τοῦ σώματος καὶ τῶν Αἰγυπτίων παθῶν θρεπτικὰ οὐκ ἄξια συνόλως ἀριθμεῖσθαι.

ἡ δὲ ῥάβδος παιδείας σύμβολον· ἄνευ γὰρ τοῦ δυσωπηθῆναι καὶ περὶ ἐνίων ἐπιπληχθῆναι νουθεσίαν ἐνδέξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. δεκὰς δὲ τῆς κατὰ προκοπὴν τελειώσεως πίστις, ἀφ’ ἧς ὅσιον ἀπάρχεσθαι τῷ τέξαντι, τῷ παιδεύσαντι, τῷ τὰ ἐλπισθέντα τελεσφορήσαντι.

ταῦτα ἀποχρώντως λελέχθω περὶ τοῦ μεταλλοιοῦντος καὶ τὸ ἀρχαῖον νόμισμα κιβδηλεύοντος, ὃν καὶ πατέρα ὀνομάζει κατοικούντων ἐν σκηναῖς κτηνοτρόφων (Gen. 4,20). κτήνη μὲν οὖν εἰσιν αἱ ἄλογοι αἰσθήσεις, κτηνοτρόφοι δ’ οἱ φιλήδονοι καὶ φιλοπαθεῖς τροφὰς παρέχοντες αὐταῖς τὰ ἐκτὸς αἰσθητά, μακρὰν διεστηκότες ποιμένων. οἱ μὲν γὰρ ἀρχόντων τρόπον τὰ πλημμελῶς ζῶντα τῶν θρεμμάτων κολάζουσιν, οἱ δ’ ἑστιατόρων τροφὰς ἀφθόνους παρασκευάζοντες ἄδειαν ἁμαρτημάτων παρέχουσιν· ἀνάγκη γὰρ εὐθὺς τὴν ἀπληστίας καὶ κόρου θυγατέρα γεννᾶσθαι ὕβριν.

πατὴρ οὖν ἐστιν εἰκότως ὁ ἅπαντα μεταχαράττων καὶ μεταποιῶν τὰ καλὰ τῶν τὸ αἰσθητὸν καὶ ἄψυχον ἅπαν ἐζηλωκότων· εἰ γὰρ τὰς ἀσωμάτους καὶ νοητὰς φύσεις μετεδίωκε, τοὺς ὁρισθέντας ὑπὸ τῶν πρεσβυτέρων ὅρους ἐφύλαττεν ἄν, οὓς ὑπὲρ ἀρετῆς ὥρισαν ἕκαστον αὐτῆς εἶδος οἰκείῳ τύπῳ χαράξαντες.

Τοῦ δ’ Ἰωβὴλ ἀδελφὸν εἶναί φησι τὸν Ἰουβάλ (Gen. 4,21). ἑρμηνεύεται δὲ καὶ οὗτος μετακλίνων διὰ συμβόλου, ὁ κατὰ προφορὰν λόγος· φύσει γὰρ οὗτος διανοίας ἀδελφός ἐστι. τὸν δὲ τοῦ μεταποιοῦντος νοῦ τὰ πράγματα λόγον μετακλίνοντα σφόδρα δεόντως ὠνόμασε· συμβαίνει γὰρ τρόπον τινὰ καὶ ἐπαμφοτερίζειν καθάπερ ἐπὶ πλάστιγγος ἀντιρρέπον ἢ ὥσπερ θαλαττεῦον σκάφος ὑπὸ πολλοῦ κλύδωνος πρὸς ἑκάτερον τοῖχον ἀποκλῖνον· βέβαιον γὰρ ἢ σταθηρὸν οὐδὲν ὁ ἄφρων λέγειν ἔμαθε.