De Posteritate Caini
Philo Judaeus
Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.
καὶ μὴν ὅ γε Λάμεχ ταπείνωσις ὢν ἀμφίβολός ἐστιν· ἢ γὰρ ὑφιεμένων τῶν τῆς ψυχῆς τόνων κατὰ τὰ ἐξ ἀλόγων παθῶν ἐγγενόμενα νοσήματά τε καὶ ἀρρωστήματα ταπεινούμεθα ἢ κατ’ ἀρετῆς ζῆλον στέλλοντες ἑαυτοὺς ἀπὸ οἰδούσης οἰήσεως.
ἡ μὲν οὖν προτέρα γίνεται κατ’ ἀσθένειαν, εἶδος τῆς πολυμόρφου καὶ πολυτρόπου λέπρας οὖσα· ὅταν γὰρ ἡ ὄψις ταπεινοτέρα φαίνηται τὴν ὁμαλὴν καὶ εὔτονον κλασθεῖσα φαντασίαν, τὴν χαλεπὴν νόσον λέπραν ὁ νομοθέτης φησὶ γενέσθαι (Lev. 13, 3).
ἡ δὲ ἑτέρα ἀπὸ ἰσχύος συνίσταται καρτερᾶς, ᾗ καὶ ἱλασμὸς ἕπεται κατὰ τὸν τῆς δεκάδος ἀριθμὸν τέλειον· προστέτακται γὰρ τὰς ψυχὰς ταπεινοῦν δεκάτῃ τοῦ μηνός (Lev. 23, 27), ὅπερ ἐστὶ μεγαλαυχίαν ἀποτίθεσθαι, ἧς ἡ ἀπόθεσις ἀδικημάτων ἑκουσίων καὶ ἀκουσίων ἐργάζεται παραίτησιν. ὁ μὲν οὖν οὕτως ταπεινὸς Λάμεχ ἔκγονος μέν ἐστι Σήθ, πατὴρ δὲ τοῦ δικαίου Νῶε, ὁ δὲ ἐκείνως ἐκβλάστημα Κάιν.
[*](2 αὐτοῦ U 3 ὡς secl. Mang. 4 γένεσι U 5 ἐπιγράφοντες scripsi: ἀναγράφοντες U 13 τῆς U, om. v 16 οἰκεῖος U (coni. Mang., οἶκος prave rettulit Mang. et Tisch.) 19 μὴν U (coni. Mang.): μὲν in textu Mang. 22 οἰδούσης non piane certum est, cum primae tres litterae paene oblitteratae sint 23 πολυτρόπου Mang.: πολυτρόφου U 24 εὔτονον] εὔοψον Holwerda 26 καρτερᾶς Otto: καρτερίας U, καὶ καρτερίας Mang.)Ἑπόμενον δ’ ἂν εἴη σκέψασθαι, τίνος ἕνεκα κτίζων καὶ οἰκοδομῶν πόλιν αὐτὸς οὗτος εἰσάγεται· πλήθει γὰρ ἀνθρώπων μεγέθους δεῖ πόλεως πρὸς οἴκησιν, τρισὶ δὲ τοῖς κατ’ ἐκεῖνον οὖσι τὸν χρόνον ὑπώρειά τις ἢ μικρὸν ἄντρον αὐταρκέστατον ἦν ἐνδιαίτημα. κἀγὼ μὲν εἶπον τρισί, τὸ δ’ εἰκὸς ἑνὶ μόνῳ ἑαυτῷ· οὐδὲ γὰρ οἱ γονεῖς τοῦ δολοφονηθέντος τὴν αὐτὴν τῷ κτείναντι πόλιν ὑπέμειναν ἂν οἰκεῖν, μεῖζον ἀνδροφονίας ἄγος ἀδελφοκτονίαν ἐργασαμένῳ.
τὸ μὲν γὰρ οὐ παράδοξον μόνον ἀλλὰ καὶ παράλογον παντί τῳ δῆλον, ἕνα ἄνδρα πόλιν οἰκοδομεῖν. τίνα ἔστι τρόπον; ἀλλ’ οὐδ’ ἂν οἰκίας μέρος τὸ ἀφανέστατον, μὴ χρώμενον ὑπηρέταις ἑτέροις. ἢ ὁ αὐτὸς ἐν τῷ αὐτῷ λιθοτομεῖν ἂν δύναιτο, ὑλοτομεῖν, σίδηρον, χαλκὸν ἐργάζεσθαι, τειχῶν μέγαν κύκλον πόλει περιβάλλεσθαι, προπύλαια καὶ προτειχίσματα, ἱερὰ καὶ τεμένη καὶ στοὰς καὶ νεωσοίκους καὶ οἰκίας καὶ ὅσα ἄλλα δημόσια καὶ ἴδια ἔθος οἰκοδομεῖσθαι; καὶ ἔτι πρὸς τούτοις ὀχετοὺς κατὰ γῆν ἀναστέλλειν, στενωποὺς ἀνευρύνειν, κρήνας καὶ ὑδρορροὰς καὶ ὅσων ἄλλων πόλει δεῖ κατασκευάζεσθαι;