De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

εἰ γὰρ πάντων μέτρον ἐστὶν ἄνθρωπος, χάρις ἐστὶ καὶ δωρεὰ τοῦ νοῦ τὰ πάντα, ὥστε ὀφθαλμῷ μὲν κεχάρισται τὸ βλέπειν, ὠσὶ δὲ τὸ ἀκούειν, ἑκάστῃ δὲ τῶν ἄλλων αἰσθήσεων τὸ αἰσθάνεσθαι, καὶ τῷ κατὰ τὴν προφορὰν μέντοι λόγῳ τὸ λέγειν· εἰ δὲ καὶ ταῦτα, καὶ αὐτὸ δήπου τὸ νοεῖν, ἐν ᾧ μυρία ἐννοήματα, διανοήσεις, βουλαί, προμήθειαι, καταλήψεις, ἐπιστῆμαι, τέχναι, διαθέσεις, ἄλλων ἀριθμὸς δυνάμεων ἀδιεξίτητος.

τί οὖν ἔτι σεμνομυθούμενοι περὶ ὁσιότητος καὶ θεοῦ τιμῆς λέγειν τε καὶ ἀκούειν ἐγνώκατε, εἴ γε ἔχετε παρ’ ἑαυτοῖς τὸν ἀντίθεον νοῦν, ὃς πάντα ἀνὰ κράτος τὰ κατ’ ἀνθρώπους ἀναψάμενος ἀγαθά τε καὶ κακὰ τοῖς μὲν ἀμφότερα κερασάμενος, τοῖς δὲ θάτερα ἄκρατα ἐπιπέμπει;

κἂν ἄρα τις γραφὴν ἀσεβείας ἐπενέγκῃ καθ’ ὑμῶν, ἀπολογούμενοι θαρρεῖτε φάσκοντες παρ’ ὑφηγητῇ καὶ διδασκάλῳ πάνυ καλῷ πεπαιδεῦσθαι Κάιν, ὃς τὸ πλησίον πρὸ τοῦ μακρὰν αἰτίου παρῄνει τιμᾶν· ᾧ διά τε ἄλλα προσεκτέον καὶ μάλισθ’ ὅτι σαφέσιν ἔργοις τὴν τοῦ δόγματος ἰσχὺν ἐπεδείξατο νικήσας τὸν τῆς ἐναντίας δόξης εἰσηγητὴν Ἄβελ καὶ ἅμ’ αὐτῷ καὶ τὴν δόξαν ἐκποδὼν ἀνελών.

ἀλλὰ παρ’ ἔμοιγε καὶ φίλοις τοῖς ἐμοῖς τῆς μετὰ ἀσεβῶν ζωῆς ὁ μετὰ εὐσεβῶν αἱρετώτερος ἂν εἴη θάνατος· τοὺς μὲν γὰρ οὕτως ἀποθανόντας ἡ ἀθάνατος ἐκδέξεται ζωή, τοὺς δὲ ἐκείνως ζῶντας ὁ ἀίδιος θάνατος.

ἐπεὶ δὲ ὁ Κάιν τὸν Ἐνὼχ γεγέννηκε καὶ αὖθις ἔκγονος τοῦ Σὴθ πάλιν Ἐνὼχ ὀνομάζεται (Gen. 4, 17. 5, 18), σκεπτέον ἂν εἴη πότερον ἑτέρους ἢ τοὺς αὐτοὺς εἶναι συμβέβηκεν. ἐρευνήσωμεν δ’ ἅμα τούτοις καὶ τὰς τῶν ἄλλων ὁμωνύμων διαφοράς. ὥσπερ γὰρ Ἐνώχ, οὕτω καὶ Μαθουσάλα καὶ Λάμεχ ἀπόγονοι μὲν Κάιν, ἀπόγονοι δ’ οὐδὲν ἧττον καὶ τοῦ Σήθ εἰσι (Gen. 4, 18. 5, 21. 25).