De Posteritate Caini

Philo Judaeus

Philo Judaeus. Wendland, Paul, editor. Opera quae supersunt, Volume 2. Berlin: Reimer, 1897.

τοῖς μὲν οὖν φιλοθέοις τὸ ὂν ἀναζητοῦσι, κἂν μηδέποτε εὕρωσι, συγχαίρομεν — ἱκανὴ γὰρ ἐξ ἑαυτῆς προευφραίνειν ἐστὶν ἡ τοῦ καλοῦ ζήτησις, κἂν ἀτυχῆται τὸ τέλος —, τῷ δὲ φιλαύτῳ Κάιν συναχθόμεθα, ὃς ἀφάνταστον τὴν ἑαυτοῦ ψυχὴν τοῦ ὄντος καταλέλοιπεν, τὸ ᾧ μόνῳ βλέπειν ἠδύνατο ἑκουσίως πηρώσας.

Ἄξιον δὲ σκέψασθαι καὶ τὴν χώραν, εἰς ἣν ἐκ προσώπου γενόμενος θεοῦ στέλλεται· ἔστι δὲ ἣ καλεῖται σάλος, δηλοῦντος τοῦ νομοθέτου ὅτι ὁ ἄφρων ἀστάτοις καὶ ἀνιδρύτοις ὁρμαῖς κεχρημένος σάλον καὶ κλόνον, οἷα κυμαῖνον πέλαγος πρὸς ἐναντίων πνευμάτων χειμῶνος ὥρᾳ, ὑπομένει, γαλήνης δὲ ἢ νηνεμίας ἀλλ’ οὐδ’ ὄναρ ἐπῄσθηται. ὥσπερ δ’ ὅταν ναῦς σαλεύῃ θαλαττεύουσα, τότ’ οὔτε πλεῖν οὔτε ὁρμεῖν ἐστιν ἱκανή, διαφερομένη δὲ ὧδε κἀκεῖσε πρὸς ἑκάτερον τοῖχον ἀποκλίνει καὶ [*](5 ἄν addidi 8 ὢν] fortasse ὁμοῦ 9 πορρωτάτω scripsi: πόρρω U, πορρώτατον Mang. 10 αὐτοῦ U γεννητὸν U 11 ἐπιβολὰς Mang.: ἐπιβουλὰς U ψαῦσαι scripsi (vel ἐφάψασθαι?): ψεύσασθαι U, ψαύσασθαι Mang. 13 προευφραίνειν D: προσευφραίνειν U 14 ἀτυχῆται U: ἀτυχῆ D C, τύχῃ D R D C in mg. τέλος αὐτῆς D ὃς Mang.: ὡς U 15 τοῦ ὄντος Mang.: ὄντως U 17 τὴν χώραν Mang.: τὴν κακίαν U 18 ἔστι δὲ ἧ U ἣ Cohn): ἐπειδὴ Mang. 20 ὥρᾳ Mang.: ὥρας U 21 ἐπῄσθηται Mang.: ἐπήρτηται U) [*](12 — 14 D C fol. 183r: ἐκ τοῦ η΄ καὶ θ΄ τῆς νόμων ἱερῶν ἀλληγορίας D R fol. 178v Φίλωνος: ἀναζητοῦσιν τοῖς φιλοθέοις τὸ ὃν, κἀν — τὸ τέλος αὐτῆς. 17 ss. Clemens Slrom. II § 51 p. 456 P: ὁ δὲ οἰησίσοφος (ἐκ ἐκ vid. del.) τῶν τῆς ἀληθείας οὐχ ἅπτεται ἀστάτοις καὶ ἀιδρύτοις ὁρμαῖς κεχρημένος. εἰκότως οὑν γέγραπται· „ἐξῆλθεν δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν γῇ Ναίδ’ κατέναντι Ἐδὲμ“. ἑρμηνεύεται δὲ ἡ μὲν Ναίδ’ σάλος . . . . ἀφηνιάσας εἰς σάλον κυμαινόμενον ἑκὼν μεθίσταται . . . . ἄλλοτε ἀλλοῖα δοξάζων, cf. etiam Hieronymi Quaest. p. 9,20 — 25 Lag.)

v.2.p.6
ταλαντεύουσα ἀντιρρέπει, οὕτως ὁ φαῦλος παραφόρῳ καὶ χειμαινούσῃ διανοίᾳ κεχρημένος εὐθύνειν τὸν ἑαυτοῦ πλοῦν ἀπταίστως ἀδυνατῶν αἰεὶ σαλεύει βίου μελετῶν ἀνατροπήν.

ὁ δ’ εἱρμὸς τῆς ἀκολουθίας οὐ μετρίως με καταπλήττει· συμβαίνει γὰρ τὸ [μὲν] τῷ ἑστῶτι πλησιάζον ἠρεμίας διὰ πόθον ὁμοιότητος ἐφίεσθαι. τὸ μὲν οὖν ἀκλινῶς ἑστὼς ὁ θεός ἐστι, τὸ δὲ κινητὸν ἡ γένεσις· ὥστε ὁ μὲν προσιὼν θεῷ στάσεως ἐφίεται, ὁ δὲ ἀπαλλαττόμενος ἅτε γενέσει τῇ τρεπομένῃ προσιὼν κατὰ

τὸ εἰκὸς φορεῖται. διὰ τοῦτο ἐν ταῖς ἀραῖς γέγραπται ὅτι „οὐκ ἀναπαύσει σε, οὐδ’ οὐ μὴ γένηται στάσις τῷ ἴχνει τοῦ ποδός σου“ καὶ μικρὸν ὕστερον ὅτι „ἔσται ἡ ζωή σου κρεμαμένη ἀπέναντι τῶν ὀφθαλμῶν σου“ (Deut. 28, 65. 66). πέφυκε γὰρ ὁ ἄφρων αἰεὶ παρὰ τὸν ὀρθὸν λόγον κινούμενος ἠρεμίᾳ καὶ ἀναπαύσει δυσμενὴς εἶναι καὶ ἐπὶ μηδενὸς ἑστάναι παγίως καὶ ἐρηρεῖσθαι δόγματος.

ἄλλοτε γοῦν ἀλλοῖα δοξάζει καὶ περὶ τῶν αὐτῶν ἔστιν ὅτε μηδενὸς περὶ αὐτὰ συμβεβηκότος καινοτέρου τἀναντία, μέγας καὶ μικρὸς καὶ ἐχθρὸς καὶ φίλος καὶ πάνθ’, ὡς ἔπος εἰπεῖν, τὰ μαχόμενα ἐν ἀκαρεῖ χρόνου γινόμενος. καὶ ἔστιν αὐτῷ, ὅπερ ἔφη ὁ νομοθέτης, πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσιν οὐκ ἔχουσα ἀκράδαντον, ἀλλὰ πρὸς τῶν ἀντισπώντων καὶ ἀντιμεθελκόντων ἀεὶ φορουμένη πραγμάτων.