Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
πρὸς μὲν οὖν τὸ ῥητὸν ἡ λέξις τὸ εὔλογον οὐ περιέχει, πρὸς δὲ τὰς ἐν ψυχῇ δυνάμεις τὸ κατ’ αὐτὴν ἀκόλουθον εὑρίσκεται. ὁ γὰρ ἀνασκιδνὰς καὶ ἀπορρίπτων τὰς περὶ τῶν καλῶν δόξας ὅταν ἐν ἡμῖν ζωπυρῆται Φαραὼ καὶ ὑγιαίνειν δοκῇ, εἰ δή τινα τῶν φαύλων ὑγιαίνειν λεκτέον, τὴν ἡδονὴν ἀποδεχόμεθα ἐγκράτειαν πέραν ὅρων ἐλαύνοντες· ὅταν δὲ ἀπόκρατος γένηται καὶ τρόπον τινὰ τελευτήσῃ ὁ τοῦ βδελυρῶς καὶ ἀσελγῶς ζῆν αἴτιος, τὸν σώφρονα ἐναυγασθέντες βίον μετακλαίομεν καὶ μεταστένομεν τῆς παλαιᾶς διαίτης ἑαυτούς, ὅτι ἡδονὴν [*](2 ὁλκὰς Turn. 4 τὸ δὲ — ψυχῆς (5) om. F οὕτως] ὄντως Η 5 ἀποδώσωμεν Η 7 τι om. U 11 πληροῦσαι H 12 τῇ μὲν] ἡ μὲν H 14 μάλιστ’ H 15 στενάξαντες UF 17 ἐπακούσαντα UF: ὑπακούσαντα HL ῥύεσθαι UFH: ῥύσασθαι L 18 παραδοξώτατον H 22 μὲν οὖν UF: οὖν om. HL 23 ψυχὴ F: ψυχαῖς ceteri δυνάμεις] δυναμέναις H 24 ἀνασκιδνὰς codd.: ἀνασκιδνῶν v 25 ζωπυρῆται Η: ζωοπυρῆται UL, ζωοπυρῆσαι F 26 ἀπεδεχόμεθα Η 27 ἀπόκρατος] ἀπὸ κρατὸς H; ἀποκόρεστος coni. Koch (Siegfried, Philo p. 46 3) 28 ἐναυγασθέντος F)
Τῷ δὲ μὴ δεχομένῳ μετάνοιαν Κάιν δι’ ὑπερβολὴν ἄγους ἀδελφοκτονίας οἰκειοτάτας ἀρὰς τίθεται· πρῶτον μὲν γάρ φησιν αὐτῷ· „καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς“ (Gen. 4,11), δηλῶν πρῶτον ὅτι οὐχὶ νῦν ὅτε ἐδολοφόνησεν ἐναγὴς καὶ ἐπάρατός ἐστιν, ἀλλὰ καὶ πρότερον ὅτε ἐβούλευσε τὸν φόνον, τῆς γνώμης ἴσον τῷ τελείῳ δυναμένης.