Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τὸ δ’ ἀρχέτυπον οὕτως ἦν ἄρα ἀειδές, ὥστε καὶ ἡ εἰκὼν οὐχ ὁρατή, τυπωθεῖσα μέντοι κατὰ τὸ παράδειγμα οὐκέτι θνητὰς ἀλλ’ ἀθανάτους ἐννοίας ἐδέχετο· πῶς γὰρ ἂν θνητὴ φύσις μένειν ἅμα καὶ ἀποδημεῖν ἠδύνατο ἢ τὰ ἐνταῦθα καὶ τὰ ἑτέρωθι καθορᾶν ἢ θάλατταν μὲν περιπλεῖν ἅπασαν, γῆν δὲ ἄχρι περάτων ἐπέρχεσθαι, ἢ νόμων καὶ ἐθῶν ἢ συνόλως πραγμάτων καὶ σωμάτων ἐφάπτεσθαι; ἢ δίχα τῶν ἐπιγείων καὶ τὰ μετάρσια καταλαμβάνειν, ἀέρα καὶ τροπὰς αὐτοῦ καὶ καιρῶν ἰδιότητας καὶ ὅσα ταῖς ἐτησίοις ὥραις καινουργούμενά τε κἀξ ἔθους ἀποτελεῖται;
ἢ πάλιν δι’ ἀέρος εἰς οὐρανὸν ἀπὸ γῆς ἀνίπτασθαι καὶ τὰς ἐν οὐρανῷ φύσεις ἐξετάζειν, ὡς ἔχουσιν, ὡς κινοῦνται, τίνες ὅροι τῆς κινήσεως ἀρχῆς καὶ τέλους αὐταῖς, πῶς ἀλλήλαις τε καὶ τῷ παντὶ κατά τι συγγενείας δίκαιον ἁρμόζονται; τέχνας τε καὶ ἐπιστήμας ἐπινοῆσαι, ὅσαι τά τε ἐκτὸς δημιουργοῦσι καὶ τὰ περὶ σῶμα καὶ ψυχήν, ὡς ἑκάτερον βελτιωθήσεται, πραγματεύονται, καὶ μυρία ἄλλα, ὧν οὔτε ἀριθμὸν οὔτε φύσιν λόγῳ περιλαβεῖν εὔπορον;