Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καὶ ὅμως τὰ ἐναντία τοῖς λεγομένοις φρονοῦντες οὐ παύονται, ἀλλ’ ὅταν φρόνησιν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ εὐσέβειαν ὑμνῶσι, τότε δὴ μάλιστα ἀφραίνοντες ἀκολασταίνοντες ἀδικοῦντες ἀσεβοῦντες πάνθ’ ὡς ἔπος εἰπεῖν ἀνθρώπεια καὶ θεῖα συγχέοντές τε καὶ ἀνατρέποντες εὑρίσκονται.

πρὸς οὓς εἴποι τις ἂν ὀρθῶς, ὅπερ καὶ ὁ χρησμὸς ἔφη τῷ Κάιν· τί ἐποιήσατε; τί εἰργάσασθε αὑτοὺς ἀγαθόν; τί οἱ τοσοῦτοι περὶ ἀρετῆς λόγοι τὴν ὑμετέραν ψυχὴν ὠφέλησαν; τί τοῦ βίου μικρὸν ἢ μέγα μέρος ἐπηνωρθώσασθε; τί δ’; οὐχὶ τἀναντία διαβολὰς καθ’ αὑτῶν ἀληθεῖς ἠρανίσατε, ὅτι συνιέντες τὰ καλὰ καὶ τῷ λόγῳ φιλοσοφοῦντες ἑρμηνεῖς μὲν ἄριστοι γεγόνατε, τὰ δ’ αἴσχιστα καὶ φρονοῦντες καὶ ἐπιτηδεύοντες ἀεὶ ἁλίσκεσθε; οὐ μὴν ἔτι γε ἐν ταῖς ὑμετέραις ψυχαῖς τέθνηκε τὰ καλά, ζωπυρηθέντων κακῶν;