Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἡ μὲν οὖν ἄσκησις μέσον, οὐ τέλειον, γίνεται γὰρ ἐν οὐ τελείαις μὲν ἀκρότητος δὲ ἐφιεμέναις ψυχαῖς· ἡ δὲ φυλακὴ παντελές, μνήμῃ τὰ ἀσκητὰ παραδοῦναι θεωρήματα τῶν ἁγίων, ἐπιστήμης καλὴν παρακαταθήκην φύλακι πιστῇ, ἣ μόνη τῶν λήθης πολυμηχάνων δικτύων ἀλογεῖ· ὥστε τὸν μνήμονα ὧν ἔμαθεν ὑγιῶς καὶ εὐθυβόλως καλεῖ φύλακα.

οὗτος δὲ πρότερον ὅτε ἐγυμνάζετο μαθητὴς ἦν διδάσκοντος ἑτέρου· ὁπότε δὲ ἱκανὸς φυλάττειν ἐγένετο, διδασκάλου δύναμιν καὶ τάξιν ἔλαχε, τὸν ἀδελφὸν εἰς τὰς ὑπηρεσίας τῆς διδασκαλίας χειροτονήσας τὸν ἑαυτοῦ προφορικὸν λόγον· λέγεται γὰρ ὅτι „λειτουργήσει ὁ ἀδελφὸς αὐτοῦ“ (Num. 8, 26)· ὥστε ὁ μὲν τοῦ ἀστείου νοῦς φύλαξ καὶ ταμίας τῶν ἀρετῆς ἔσται δογμάτων, ὁ δ’ ἀδελφὸς αὐτοῦ λόγος λειτουργήσει τοῖς παιδείαν μετιοῦσι διεξιὼν τὰ σοφίας δόγματά τε καὶ θεωρήματα.