Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καθάπερ γὰρ ἐν ἰατρικῇ τινες μὲν θεραπεύειν εἰδότες πάντα σχεδὸν πάθη καὶ νοσήματα καὶ ἀρρωστήματα λόγον οὐδενὸς αὐτῶν οὔτε ἀληθῆ οὔτ’ εἰκότα ἀποδοῦναι δύνανται, οἱ δ’ ἔμπαλιν τὰ μὲν περὶ λόγους εἰσὶ δεινοί, σημείων καὶ αἰτιῶν καὶ θεραπείας, ἐξ ὧν ἡ τέχνη συνέστηκεν, ἑρμηνεῖς ἄριστοι, τὰ δὲ πρὸς καμνόντων ἐπιμέλειαν σωμάτων φαυλότατοι, τῶν εἰς ἴασιν ἀλλ’ οὐδὲ τὸ μικρότατον παρασχεῖν ἱκανοί, τὸν αὐτὸν τρόπον οἱ μὲν τῆς δι’ ἔργων ἀσκηταὶ σοφίας πολλάκις λόγων ἠμέλησαν, οἱ δὲ τὰς ἐν λόγῳ τέχνας ἀναδιδαχθέντες οὐδὲν ἐν ψυχῇ παίδευμα καλὸν ἐθησαυρίσαντο.

τούτους μὲν οὖν ἀχαλίνῳ κεχρημένους γλώττῃ μετ’ αὐθαδείας θρασύνεσθαι παράδοξον οὐδέν, ἀπόνοιαν γὰρ ἣν ἐξ ἀρχῆς ἐμελέτησαν ἐπιδείκνυνται· ἐκείνοις δ’ ὥσπερ ἰατροῖς τὸ ὑγιάζον τὰς ψυχῆς νόσους τε καὶ κῆρας ἀναδιδαχθεῖσι μέρος ἐπέχειν ἀναγκαῖον, μέχρις ἂν ὁ θεὸς καὶ τὸν ἄριστον ἑρμηνέα κατασκευάσῃ τὰς τοῦ λέγειν πηγὰς ἀνομβρήσας καὶ ἀναδείξας αὐτῷ.