Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

καὶ οὐ βαδιεῖται πρότερον εἰς Αἴγυπτον οὐδ’ εἰς ἅμιλλαν ἀφίξεται τοῖς αὐτῆς σοφισταῖς, πρὶν ἢ τὸν προφορικὸν ἄκρως ἀσκηθῆναι λόγον, τὰς πρὸς ἑρμηνείαν ἁπάσας ἰδέας ἀναδείξαντος καὶ τελειώσαντος θεοῦ διὰ τῆς Ἀαρὼν χειροτονίας, ὃν ἀδελφὸν Μωυσέως ὄντα „στόμα“ καὶ ἑρμηνέα καὶ „προφήτην“ (Exod. 4, 16. 7, 1) εἴωθε καλεῖν· πάντα γὰρ ταῦτα τῷ λόγῳ συμβέβηκεν, ὃς

ἀδελφός ἐστι διανοίας· πηγὴ γὰρ λόγων διάνοια καὶ στόμιον αὐτῆς λόγος, ὅτι τὰ ἐνθυμήματα πάντα διὰ τούτου καθάπερ νάματα ἀπὸ πηγῆς εἰς τοὐμφανὲς ἐπιρρέοντα ἀναχεῖται· καὶ ἑρμηνεύς ἐστιν ὧν ἐν τῷ ἑαυτῆς βουλευτηρίῳ βεβούλευκεν· ἔτι μέντοι καὶ προφήτης καὶ θεοπρόπος ὧν ἐξ ἀδύτων καὶ ἀοράτων χρησμῳδοῦσα οὐ παύεται.