Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ.

τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65) ; ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ [*](4 οὗτοι UF: οἱ HL τὰ πρὸς om. L ἡδονὰς UF: τὰς ἡδονὰς HL λογεῖν 8 μετεωροπολεῖν U: μετεωροπορεῖν H, μετεωρολογεῖν F, μετεωροποιεῖν L 12 καθὰ F, καθ’ ἆ U: καθὼς HL γίνεσθαι UF: γίγνεσθαι L, γίγνεται Η 13 θήλεια U 14 παράγοντας coni. Wendl. 15 ὁ] οὐ F Mang.: ἀνταγωνιστῶν codd. 18 ἀντιπάλων] ἐναντίων U ἀμαχὶ UF: ἀμαχεὶ HL 19 εὑράμενοι UK: ἀράμενοι HL 20 τὸ] τὸν UF 21 οὐδενί F: οὐθενί U, οὐδὲν Η L 22 ἀνταγωνιστῶν U: ἀγωνιστῶν FHL 23 24 ἰδιολογήσασθαι] ἀδολεσχῆσαι coni. Mang. 24 τῆς τε ψυχῆς καὶ ὁδοῦ U 25 δ’ F 26 γὰρ ἡ UF: δὲ ἡ HL, δὴ Mang. 27 τίς ὁ] τίς οὐ H)

v.1.p.265
ἱκανὴ μέν ἐστι τὴν αὐτομαθῆ σοφίαν καταλαμβάνειν, ἐπίκλησιν Ἰσαάκ, οὔπω δὲ δυνατὴ τὸν τῆς σοφίας ἡγεμόνα θεὸν ἰδεῖν.