Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τὸν Ἰωσὴφ οὖν ὅλον εἰς τὰς τοῦ σώματος καὶ τῶν αἰσθήσεων κοιλότητας εἰσδεδυκότα ὁρῶν προκαλεῖται τῶν φωλεῶν ἔξω προελθόντα ἐλευθέρου σπάσαι τοῦ καρτερίας πνεύματος φοιτήσαντα πρὸς τοὺς πάλαι μὲν ἀσκητὰς νυνὶ δὲ διδασκάλους αὐτῆς. ὁ δὲ προεληλυθέναι δόξας πλανώμενος εὑρίσκεται· „εὗρε“ γάρ φησιν „αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ“ (Gen. 37, 15), δηλῶν ὅτι οὐχ ὁ πόνος καθ’ αὑτὸν ἀλλ’ ὁ μετὰ τέχνης ἀγαθόν.
ὥσπερ γὰρ οὔτε μουσικὴν ἀμούσως οὔτε γραμματικὴν ἀγραμμάτως οὐδὲ συνόλως φράσαι τέχνην ἀτέχνως ἢ κακοτέχνως ἀλλὰ τεχνικῶς ἑκάστην ἐπιτηδεύειν προσῆκεν, οὕτως οὐδὲ φρόνησιν πανούργως οὐδὲ σωφροσύνην φειδωλῶς καὶ ἀνελευθέρως οὐδὲ θρασέως ἀνδρείαν οὐδὲ δεισιδαιμόνως εὐσέβειαν οὐδ’ ἄλλην τινὰ τῶν κατ’ ἀρετὴν ἐπιστήμην ἀνεπιστημόνως· ἀνοδία γὰρ ὁμολογουμένως ταῦτα πάντα. παρὸ καὶ νόμος κεῖται „δικαίως τὸ δίκαιον διώκειν“ (Deut. 16, 20), ἵνα δικαιοσύνην καὶ πᾶσαν ἀρετὴν τοῖς συγγενέσιν ἔργοις αὐτῆς ἀλλὰ μὴ τοῖς ἐναντίοις μετερχώμεθα.
ἐὰν οὖν τινα θεάσῃ σῖτα καὶ ποτὰ μὴ ἐν καιρῷ προσιέμενον ἢ λουτρὰ καὶ ἀλείμματα παραιτούμενον ἢ τῶν περὶ σῶμα σκεπασμάτων ἀμελοῦντα ἢ χαμευνίαις καὶ δυσαυλίαις χρώμενον, εἶτ’ ἐκ τούτων ἐπιμορφάζοντα ἐγκράτειαν, οἶκτον λαβὼν τῆς περὶ αὐτὸν πλάνης τὴν ἀληθῆ τῆς ἐγκρατείας ὁδὸν δεῖξον· ἃ γὰρ ἐπετήδευσεν, ἀνήνυτοι καὶ ἄτρυτοι πόνοι λιμῷ καὶ ταῖς ἄλλαις κακώσεσι ψυχὴν καὶ σῶμα ἐκτραχηλίζοντες.
μηδ’ εἴ τις περιρραντηρίοις ἢ καθαρσίοις χρώμενος διάνοιαν μὲν ῥυπαίνει τὴν ἑαυτοῦ, τὸ δὲ σῶμα φαιδρύνει, μηδ’ εἰ πάλιν ὑπὸ περιουσίας νεὼν ἱδρύεται λαμπροτάταις [*](1 ἐν prius om. HL 2 πυρίζουσι U διήρηται Η 5 ταπεινωτέραν Η 6 αὐτὴν] αὐτῆς Η 7 διαγωγῆς FL2, διανομῆς HL1 9 εἰσδεδεκότα F 10 σπάσαι] πᾶσαι Η πρὸς τοὺς UF: πρὸς αὐτοὺς IIL 12 αὐτὸν ἄνθρωπος U: ἄνθρωπος αὐτὸν FHL 15 φράσαι] τὶ φράσαι UF 17 σωφροσύνην] σωφρονίζειν F 18 ἀνδρείαν codd.: ἀνδρίαν v τινὰ τῶν VF: τῶν om. HL 19 ὁμολογούμενα UF 19. 20 ταῦτα πάντα U: πάντα ταῦτα FHL 24 χαυμευνίαις (sic) F 27 ἐπετήδευσε U, ἐπετήδευσαν FH ἀνηνύτοις καὶ ἀτρύτοις πόνοις UF 28 ἐκτραχηλιάζοντες F 29 ῥυπαίνη U 30 φαιδρύνει ,μετὰ καθαρῶν, Markland νίων F ἵδρυται HL)
πεπλάνηται γὰρ καὶ οὗτος τῆς πρὸς εὐσέβειαν ὁδοῦ, θρησκείαν ἀντὶ ὁσιότητος ἡγούμενος καὶ δῶρα τῷ ἀδεκάστῳ διδοὺς οὐδέποτε ληψομένῳ τὰ τοιαῦτα καὶ κολακεύων τὸν ἀκολάκευτον, ὃς γνησίους μὲν θεραπείας ἀσπάζεται — γνήσιοι δ’ εἰσὶν αἱ ψυχῆς ψιλὴν καὶ μόνην θυσίαν φερούσης ἀλήθειαν —, τὰς δὲ νόθους ἀποστρέφεται· νόθοι δ’ ὅσαι διὰ τῶν ἐκτὸς ἀφθονιῶν ἐπιδείξεις.
τοῦ δὲ εὑρόντος ἐν τῷ πεδίῳ πλανώμενον αὐτὸν ἀνθρώπου (Gen. 37, 15) τὸ κύριον ὄνομα οὔ φασί τινες δεδηλῶσθαι, καὶ αὐτοὶ τρόπον τινὰ πεπλανημένοι διὰ τὸ μὴ δύνασθαι τὴν ὀρθὴν ὁδὸν τῶν πραγμάτων ἐναργῶς ὁρᾶν· εἰ γὰρ μὴ τὸ ψυχῆς ὄμμα ἐπεπήρωντο, ἔγνωσαν ἂν ὅτι τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου τὸ ἰδιαίτατον καὶ εὐθυβολώτατον ὄνομά ἐστιν αὐτὸ τοῦτο ἄνθρωπος, ἠρθρωμένης καὶ λογικῆς διανοίας οἰκειοτάτη πρόσρησις.
οὗτος ὁ ἄνθρωπος ἐν ἑκάστου τῇ ψυχῇ κατοικῶν τοτὲ μὲν ἄρχων καὶ βασιλεὺς εὑρίσκεται τοτὲ δὲ δικαστὴς καὶ βραβευτὴς τῶν κατὰ τὸν βίον ἀγώνων, ἔστι δ’ ὅτε μάρτυρος ἢ κατηγόρου λαβὼν τάξιν ἀφανῶς ἡμᾶς ἔνδοθεν ἐλέγχει μηδὲ διᾶραι τὸ στόμα ἐῶν, ἐλλαμβανόμενος δὲ καὶ ἐπιστομίζων ταῖς τοῦ συνειδότος ἡνίαις τὸν αὐθάδη μετὰ ἀφηνιασμοῦ δρόμον γλώττης ἐπέσχεν.
οὗτος ὁ ἔλεγχος ἐπύθετο τῆς ψυχῆς, ἡνίκα τὴν πλάνην εἶδεν αὐτῆς· „τί ζητεῖς“ (Gen. 37, 15) ; ἆρά γε φρόνησιν; τί οὖν ἐπὶ πανουργίας βαίνεις; ἀλλὰ σωφροσύνην; ἀλλ’ ἐπὶ φειδωλίαν ἡ τρίβος ἄγει· ἀλλὰ ἀνδρείαν; θρασύτης προσέρχεται ταύτῃ· ἀλλ’ εὐσέβειαν μετέρχῃ;
δεισιδαιμονίας ἡ ὁδός. ἐὰν δὲ φάσκῃ ζητεῖν τοὺς ἐπιστήμης λόγους καὶ ποθεῖν ὡς τοὺς ἐγγυτάτω γένους ἀδελφούς, μὴ πάνυ πιστεύωμεν αὐτῇ· οὐ γὰρ ἂν ἐπυνθάνετο „ποῦ βόσκουσιν“ (ib. v. 16), ἀλλὰ „ποῦ ποιμαίνουσιν“· οἱ μὲν γὰρ βόσκοντες τροφὰς τὰ αἰσθητὰ πάντα παρέχουσι τῷ τῶν αἰσθήσεων ἀλόγῳ καὶ ἀπλήστῳ θρέμματι, δι’ ἃς ἀκράτορες ἑαυτῶν γινόμενοι καὶ κακοδαιμονοῦμεν, οἱ δὲ ποιμαίνοντες ἀρχόντων καὶ ἡγεμόνων [*](2 ἀναθήμασιν F 5 θρησκίαν F ἀντὶ] ὅτι U ἡγούμενος] αἱρούμενος coni. Wendl.: fort. εἰσηγούμενος 8 νόθοι δὲ F 9 ὅσαι] οὖσαι τὰς F ἀποδείξεις U δ’ FHL 10 πέδω F ἑαυτὸν F οὕ] οὗ Η, om. U 13 τῆς ψυχῆς F ἔγνων F 14 τοῦτο αὐτὸ F 15 ἠρθρωμένη Turn. 16 ἐν om. Η ποτὲ μὲν—ποτὲ· δὲ U 18 ἡ UF: καὶ HL 19 ἐλλαμβανόμενος UF: ἀναλαμβανόμενος HL 20 μετὰ UF: καὶ μετὰ HL 22 ἄρα F 24 ἀνδρείαν codd.: ἀνδρίαν v 26 ὡς τοῦ ἐγγυτάτω F 27 ἄν ἐπυνθάνετο UFH: ἀνεπυνθάνετο L 30 γινόμενοι UF: γενόμενοι HL)
εἴπερ οὖν ἐζήτει τοὺς ἀρετῆς πρὸς ἀλήθειαν ἀσκητάς, ἐσκέπτετ’ ἂν αὐτοὺς ἐν βασιλεῦσιν, οὐκ ἐν οἰνοχόοις ἢ σιτοποιοῖς ἢ μαγείροις· οὗτοι μὲν γὰρ τὰ πρὸς ἡδονὰς εὐτρεπίζουσιν, ἐκεῖνοι δὲ ἡδονῶν ἄρχουσι.
διὸ καὶ ἀποκρίνεται ὀρθῶς ὁ τὴν ἀπάτην ἰδὼν ἄνθρωπος· „ἀπήρκασιν ἐντεῦθεν“ (Gen. 37, 17). δείκνυσι δὲ τὸν σωματικὸν ὄγκον δηλῶν ὅτι πάντες, οἷς ὑπὲρ κτήσεως ἀρετῆς πόνος διαθλεῖται, τὸν περίγειον καταλελοιπότες χῶρον μετεωροπολεῖν ἐγνώκασιν οὐδεμίαν τῶν σωματικῶν ἐφελκόμενοι κηρῶν· καὶ γὰρ λεγόντων ἀκηκοέναι φησὶν αὐτῶν·
„εἰς Δωθαεὶμ πορευθῶμεν“ (ibid.) — ἑρμηνεύεται δὲ ἔκλειψις ἱκανή —, παριστάντων ὅτι οὐ μέσως ἀλλ’ ἄκρως ἀπόλειψιν καὶ ἔκλειψιν τῶν ἃ μὴ πρὸς ἀρετὴν συνεργεῖ μεμελετήκασι, καθὰ καὶ „Σάρρᾳ ἔτι γίνεσθαι τὰ γυναικεῖα ἐξέλιπε“ (Gen. 18, 11)· θήλεα δὲ φύσει τὰ πάθη, ὧν ἔκλειψιν ἐπιτηδευτέον παρὰ τοὺς ἄρρενας τῶν εὐπαθειῶν χαρακτῆρας. οὐκοῦν „ἐν πεδίῳ“ τουτέστιν ἐν ἁμίλλῃ λόγων εὑρίσκεται καὶ ὁ ποικίλου δόγματος εἰσηγητὴς πρὸς πολιτείας μᾶλλον ἢ πρὸς ἀληθείας τύπον χρησίμου πλανώμενος Ἰωσήφ.
εἰσὶ δέ τινες τῶν ἀγωνιστῶν οἳ διὰ σώματος εὐεξίαν, ἀπειπόντων τῶν ἀντιπάλων, ἐστεφανώθησαν ἀμαχὶ μηδ’ αὐτὸ μόνον κονισάμενοι ἀσυγκρίτου ῥώμης εὑράμενοι τὰ πρωτεῖα. τοιαύτῃ δυνάμει χρησάμενος περὶ τὸ θειότατον τῶν ἐν ἡμῖν τὴν διάνοιαν Ἰσαὰκ „ἐξέρχεται μὲν εἰς τὸ πεδίον“ (Gen. 24, 63), ἁμιλλησόμενος δ’ οὐδενί, πάντων κατεπτηχότων τῶν ἀνταγωνιστῶν τὸ μεγαλεῖον καὶ ὑπερβάλλον ἐν ἅπασι τῆς φύσεως αὐτοῦ, μόνον δὲ ἰδιάσαι βουλόμενος καὶ ἰδιολογήσασθαι τῷ συνοδοιπόρῳ καὶ ἡγεμόνι τῆς τε ὁδοῦ καὶ τῆς ψυχῆς θεῷ.
τεκμήριον δὲ ἐναργέστατον τοῦ μηδένα προσομιλοῦντα τῷ Ἰσαὰκ θνητὸν εἶναι· Ῥεβέκκα γὰρ ἡ ὑπομονὴ πεύσεται τοῦ παιδὸς ἕνα ὁρῶσα καὶ ἑνὸς μόνου λαμβάνουσα φαντασίαν· „τίς ὁ ἄνθρωπος οὗτος ὁ πορευόμενος εἰς συνάντησιν ἡμῖν“ (ib. v. 65) ; ἡ γὰρ ἐπιμένουσα τοῖς καλοῖς ψυχὴ [*](4 οὗτοι UF: οἱ HL τὰ πρὸς om. L ἡδονὰς UF: τὰς ἡδονὰς HL λογεῖν 8 μετεωροπολεῖν U: μετεωροπορεῖν H, μετεωρολογεῖν F, μετεωροποιεῖν L 12 καθὰ F, καθ’ ἆ U: καθὼς HL γίνεσθαι UF: γίγνεσθαι L, γίγνεται Η 13 θήλεια U 14 παράγοντας coni. Wendl. 15 ὁ] οὐ F Mang.: ἀνταγωνιστῶν codd. 18 ἀντιπάλων] ἐναντίων U ἀμαχὶ UF: ἀμαχεὶ HL 19 εὑράμενοι UK: ἀράμενοι HL 20 τὸ] τὸν UF 21 οὐδενί F: οὐθενί U, οὐδὲν Η L 22 ἀνταγωνιστῶν U: ἀγωνιστῶν FHL 23 24 ἰδιολογήσασθαι] ἀδολεσχῆσαι coni. Mang. 24 τῆς τε ψυχῆς καὶ ὁδοῦ U 25 δ’ F 26 γὰρ ἡ UF: δὲ ἡ HL, δὴ Mang. 27 τίς ὁ] τίς οὐ H)
παρὸ καὶ ὁ παῖς ἐπισφραγιζόμενος τὸ μὴ δύνασθαι καταλαβεῖν τὸν ἀειδῆ καὶ προσομιλοῦντα ἀοράτως φησίν· „οὗτος ὁ κύριός μου“ (ibid.), τὴν δεῖξιν φέρων ἐπὶ τὸν Ἰσαὰκ μόνον· οὐ γὰρ εἰκὸς προφανέντων δυεῖν ἕνα δεικνύναι, ἀλλὰ τὸν ἄδεικτον οὐκ εἶδε πᾶσι τοῖς μέσοις ἀόρατον ὄντα.
Ὡς μὲν τοίνυν τὸ πεδίον, εἰς ὃ προκαλεῖται τὸν Ἄβελ ὁ Κάιν ἐλθεῖν, σύμβολον ἁμίλλης καὶ διαμάχης ἐστίν, ἱκανῶς δεδηλῶσθαι νομίζω. διαπορητέον δὲ ἑξῆς, περὶ τίνων ποιοῦνται τὰς ζητήσεις προελθόντες. ἦ δῆλον ὅτι περὶ ἐναντίων καὶ μαχομένων δοξῶν· ὁ μὲν γὰρ Ἄβελ ἀναφέρων ἐπὶ θεὸν πάντα φιλόθεον δόγμα, ὁ δὲ Κάιν ἐφ’ ἑαυτὸν — κτῆσις γὰρ ἑρμηνεύεται — φίλαυτον· φίλαυτοι δέ, ὅταν τοῖς ἀρετὴν τιμῶσιν ἐπαποδυσάμενοι κονίσωνται, [καὶ] παγκρατιάζοντες οὐ παύονται πρὶν ἢ ἀπειπεῖν βιάσασθαι ἢ παντελῶς διαφθεῖραι.