Quod Deterius Potiori Insidiari Soleat
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τούτοις ἕπεται καὶ τὸ Μωυσῆν, ὁπότε χειροτονεῖται „θεὸς τοῦ Φαραώ“, μὴ πρὸς ἀλήθειαν γεγενῆσθαι, δόξῃ δὲ μόνον ὑπολαμβάνεσθαι· θεὸν γὰρ διδόντα μὲν οἶδα καὶ χαριζόμενον, διδόμενον δὲ οὐ δύναμαι νοῆσαι, λέγεται δὲ ἐν ἱεραῖς βίβλοις· „δίδωμί σε θεὸν Φαραώ“ (Exod. 7, 1), τοῦ διδομένου πάσχοντος, οὐ δρῶντος· δραστήριον δὲ τὸ ὄντως ὄν, οὐ πάσχον, ἀναγκαῖον εἶναι. τί οὖν διὰ τούτων συνάγεται;
[*](2 περιβάλλεσθαι F αὐστηρὰς codd.: αὐστηρᾶς v 3 παρασκευάσας H 4 ἀλλ’ U 5 φῄς om. in iacuna Η 6 ἀφίξοι 11 δέ] δή coni. Mang. 7 ἀρρήκτων UF (coni. Markland): ἀρρήτων HL 8 φαντασιωθήση FH ἀγέννητον UHL τὸν add. Marklaud 13 ψυχὴν] σκηνὴν coni. Markland 14 Μωσῆς U αὐτοῦ codd.: αὑτοῦ v 16 μόνως UF: μόνως γὰρ HL 17 τέλειος] τέλος U 18 καλεῖται H 20 ὑφέστηκεν UF: ἐφέστηκεν HL 21 ἐρεῖ] ἔνι FL2 αὑτοῦ codd.: αὑτοῦ v 23 Μωϋσέος FH 28 σε] σοι H 29 οὐ] ἢ Η 30 πάσχων H ἀναγκαῖον scripsi: ἀναγκαίως codd. διὰ UF: δὴ HL)
τί οὖν ματαιάζεις λέγων „εἴ με ἐκβάλλεις ἀπὸ τῆς γῆς, καὶ σὲ κρυβήσομαι“ (Gen. 4, 14) ; τοὐναντίον γὰρ εἴ σε τοῦ γεώδους ἀπελάσαι, τὴν εἰκόνα ἐμφανῶς δείξει τὴν ἑαυτοῦ. τεκμήριον δέ· σὺ μὲν ἐκ προσώπου τοῦ θεοῦ μεταστήσῃ, μεταναστὰς δὲ τὸ γήινον σῶμα οὐδὲν ἧττον οἰκήσεις· λέγει γὰρ αὖθις· „ἐξῆλθε δὲ Κάιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ᾤκησεν ἐν τῇ γῇ“ (Gen. 4,16)· ὥστε οὐκ ἐκβληθεὶς ἀπὸ γῆς ἀποκέκρυψαι τὸν ὄντα, ἀλλ’ ἐκτραπεὶς αὐτὸν εἰς γῆν καταπέφευγας, τὸ θνητὸν χωρίον.
καὶ μὴν οὐδὲ πᾶς „ὁ εὑρίσκων σε ἀποκτενεῖ“, καθάπερ σοφιζόμενος διεξῄεις (Gen. 4, 14)· τὸ γὰρ εὑρισκόμενον ὑπὸ δυοῖν, ἢ ὁμοίου ἢ ἀνομοίου, πάντως εὑρίσκεται, ὑπὸ μὲν [οὖν] τοῦ ὁμοίου καὶ συγγενοῦς διὰ τὴν ἐν ἅπασιν οἰκειότητα καὶ κοινωνίαν, ὑπὸ δὲ τοῦ ἀνομοίου διὰ τὴν ἀντίπαλον ἀλλοτριότητα· τὸ μὲν οὖν ὅμοιόν ἐστι καὶ φυλακτικὸν τοῦ παραπλησίου, τὸ δ’ ἀνόμοιον καὶ φθαρτικὸν τοῦ διαλλάττοντος.
ἴστωσαν δὴ καὶ ὁ Κάιν καὶ εἴ τις ἕτερος πανοῦργος, ὅτι οὐχ ὑπὸ παντὸς τοῦ ἐντυγχάνοντος ἀναιρεθήσεται, ἀλλὰ ῥᾳδιουργοὶ μὲν ἀδελφὰς καὶ συγγενεῖς κακίας ἐζηλωκότες φρουροὶ καὶ φύλακες αὐτοῦ γενήσονται, φρόνησιν δ’ ὅσοι καὶ ἄλλην ἀρετὴν ἐξεπόνησαν ὡς ἄσπονδον ἐχθρόν, ἢν δύνωνται, καθελοῦσι· πάντα γάρ, ὡς ἔπος εἰπεῖν, καὶ σώματα καὶ πράγματα πρὸς μὲν οἰκείων καὶ φίλων σῴζεται, πρὸς ἀλλοτρίων δὲ καὶ δυσμενῶν διαφθείρεται.
διὰ τοῦτο καὶ ὁ χρησμὸς ἀντιμαρτυρῶν τῇ προσποιήτῳ εὐηθείᾳ τοῦ Κάιν φησίν· „οὐχ οὕτως“ φρονεῖς ὡς λέγεις (Gen. 4, 15)· λέγεις μὲν γὰρ ὅτι πᾶς ὁ τὰ παλαίσματά σου τῆς τέχνης εὑρὼν ἀνελεῖ, οἶδας δὲ ὅτι οὐχὶ πᾶς, μυρίων ἐν τῇ σῇ τεταγμένων συμμαχίᾳ, ἀλλὰ μόνος ὁ ἀρετῇ μὲν φίλος σοὶ δὲ ἐχθρὸς ἀσύμβατος.
[*](2 τετράδαγμον (bis) Η, τέτραχμον (bis) UF 3 παραβάληται Η 4 ἀνθρώπω UF: θεῶ HL, om. Turn. 5 καὶ κατὰ coni. Wendl. με] μὲν Η 6 ἐκβάλλεις UF: ἐκβαλεῖς HL τῆς om. U σὲ UFH: σοῦ L κρύβομαι UH 7 ἀπελάσαι F, ἀπελᾶσαι U: ἀπελάσω HL δείξει scripsi: δεῖξαι UF, δείξω HL 8 τοῦ om. U 10 ᾤκισε Η ἐν om. codd., add. Tura. τῆ om. L 11 ἐκβλήθης (sic) F ἀπὸ γῆς ἐκβληθεὶς transp. U 13 ἀποτεκνεῖ (sic) F, ἀποτεκτένει H 14 δυεῖν F 15 οὖν seclusi διὰ τὴν UF: διὰ om. HL 16 διὰ F: δεῖ HL, om. U 17 φύλακόν Η 18 τὸ δὲ U 25 ἀντὶ μαρτύρων F 26 οὕτως codd.: οὕτω v)„Ὁ δ’ ἀποκτείνας“ φησί „Κάιν ἑπτὰ ἐκδικούμενα παραλύσει“ (Gen. 4, 15). καὶ τοῦτο τίνα ἔχει λόγον πρὸς τὰς ῥητὰς διερμηνεύσεις, οὐκ οἶδα· οὔτε γὰρ τίνα ἐστὶ τὰ ἑπτὰ οὔτε πῶς ἐκδικούμενα οὔτε ὃν τρόπον παρίεται καὶ ἐκλύεται, δεδήλωκεν· ὥστε τροπικώτερον καὶ δι’ ὑπονοιῶν ἀνάγκη πάντα τὰ τοιαῦτα λέγεσθαι νομίζειν.
μήποτ’ οὖν ὃ βούλεται παριστάνειν ἐστὶ τοιόνδε· τὸ ἄλογον τῆς ψυχῆς εἰς ἑπτὰ διανέμεται μοίρας, ὅρασιν ἀκοὴν ὄσφρησιν γεῦσιν ἁφὴν λόγον γόνιμον· εἰ δή τις τὸν ὄγδοον ἀνέλοι, νοῦν τὸν ἡγεμόνα τούτων Κάιν, παραλύσει καὶ τὰ ἑπτά· ῥώμῃ μὲν γὰρ τῆς διανοίας καρτερᾷ πάντα συρρώννυται, ἀσθενείᾳ δὲ συγκάμνει, φθορᾷ δὲ ἣν ἐπάγει κακία παντελεῖ πάρεσίν τε καὶ ἔκλυσιν λαμβάνει.
τὰ δὲ ἑπτὰ ταῦτα ἐν μὲν σοφοῦ ψυχῇ ἀμίαντα. καὶ καθαρά, ταύτῃ καὶ τιμῆς ἐπάξια εὑρίσκεται, ἐν δὲ ἄφρονος ἀκάθαρτα καὶ μεμιασμένα καὶ ὅπερ εἶπεν ἐκδικούμενα, ἴσον τῷ δίκης ἐπάξια καὶ τιμωρίας.
ὁπότε γοῦν τὴν γῆν ὕδατι καθαίρειν ὁ δημιουργὸς διενοήθη καὶ τὴν ψυχὴν τῶν ἀμυθήτων ἀδικημάτων κάθαρσιν λαβεῖν ἐκνιψαμένην καὶ ἀπολουσαμένην τὰ μιάσματα τρόπον ἁγνείας ἱερᾶς, παραινεῖ τῷ φανέντι δικαίῳ, ὃς οὐ παρεσύρη τῇ τοῦ κατακλυσμοῦ φορᾷ, εἰσάγειν εἰς τὴν κιβωτόν, ὅπερ ἦν τὸ ψυχῆς ἀγγεῖον τὸ σῶμα, „ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν ἑπτά, ἄρρεν καὶ θῆλυ“ (Gen. 7, 2), δικαιώσας τὸν ἀστεῖον λογισμὸν χρῆσθαι μέρεσι τοῖς τοῦ ἀλόγου πᾶσι καθαροῖς.
καὶ τοῦθ’ ὅπερ ὥρισεν ὁ νομοθέτης ἐξ ἀνάγκης παρακολουθεῖ πᾶσι τοῖς σοφοῖς· ἔχουσι γὰρ κεκαθαρμένην ὅρασιν καὶ ἐξητασμένην ἀκοὴν καὶ πᾶσαν αἴσθησιν, ἔχουσι μέντοι καὶ λόγον ἀκηλίδωτον καὶ τὰς πρὸς συνουσίας οὐκ ἐκνόμους ὁρμάς.
ἕκαστον δὲ τῶν ἑπτὰ τῇ μὲν ἄρρεν γίνεται, τῇ δὲ καὶ θῆλυ· ἐπειδὴ γὰρ ἢ ἴσχεται ἢ κινεῖται, ἴσχεται μὲν κατὰ τοὺς ὕπνους ἠρεμοῦντα, κινεῖται δὲ ἐν ταῖς ἐγρηγόρσεσιν ἤδη ἐνεργοῦντα, τὸ μὲν καθ’ ἕξιν καὶ ἠρεμίαν ἅτε πρὸς τὸ παθεῖν ὑποβεβλημένον καλεῖται θῆλυ, τὸ δὲ κατὰ κίνησίν τε καὶ ἐνέργειαν ἅτε [*](3 post οὐκ οἶδα verba ἑπτὰ ἐκδικούμενα παραλύσει repetuut HL (omisi cum F), ἑπτὰ ἐκδικούμενα παραλύσει — οὐκ οἶδα repetit U 4 παρίεται] παραλύεται coui. Mang. 6 παριστᾶν F 7 ἀκοὴν ὄσφρησιν UF: ὄσφρησιν ἀκοὴν H L 9 καρτερὰ UF: κραταιρᾶ II, κραταιὰ L 10 ἀσθένεια F κακίαν F παντελεῖ HL: παντελῆ UF, παντελὴς v πάρεσιν UFL-: παραίνεσιν ’; παράλυσιν coni. Mang. 11 λαμβάνει U: λαμβάνει παντελῆ FL2, λαμβάνει πολυτελῆ HL1 ἐν] ἓν II 13 εἷπεν F: εἶπον ceteri 16 ἀπολουσαμένην UFL2: ἀπονιψαμένην HL1 17 τοῦ κατακλυσμοῦ U: τοῦ om. FHL 18 εἰσάγειν UF: εἰσαγαγεῖν HL τὸ τῆς ψυχῆς L 22 γὰρ om. F τὴν ὅρασιν F (Mang.) 23 post αἴσθησιν aliquid deesse putavit Mang. 24 συνουσίαν F)
οὕτως μὲν ἐν τῷ σοφῷ τὰ ἑπτὰ φαίνεται καθαρά, κατὰ δὲ τὰ ἐναντία ἐν τῷ φαύλῳ πάντα ἐκδικούμενα· πόσην γὰρ ὑπολαμβάνομεν πληθὺν καθ’ ἑκάστην ἡμέραν ὑπ’ ὀφθαλμῶν προδίδοσθαι πρὸς τὰ χρώματα καὶ σχήματα καὶ ἃ μὴ θέμις ὁρᾶν αὐτομολούντων; πόσην δὲ ὑπὸ ὤτων ἁπάσαις φωναῖς ἐπακολουθούντων; πόσην δὲ πρὸς τῶν ὀσφρήσεως καὶ γεύσεως ὀργάνων ὑπό τε ἀτμῶν καὶ τῶν ἄλλων ἀπλέτοις ποικιλίαις ἀγομένων;
ἔτι τοίνυν σοι λέγω τὸ πλῆθος ὧν ἀχαλίνου γλώττης ῥεῦμα ἀνεπίσχετον διέφθειρεν ἢ ὁ περὶ τὰς μίξεις μετ’ ἐπιθυμίας ἀκρατοῦς ἀνίατος οἶστρος; μεσταὶ μὲν αἱ πόλεις, μεστὴ δὲ ἀπὸ περάτων ἐπὶ πέρατα πᾶσα ἡ γῆ τῶν κακῶν τούτων, ἐξ ὧν ὁ συνεχὴς καὶ ἄπαυστος καὶ μέγιστος πολέμων ὁ κατ’ εἰρήνην ἀνθρώπων γένει καὶ ἰδίᾳ καὶ κοινῇ φύεται.
διόπερ ἑλέσθαι ἄν μοι δοκοῦσιν οἱ μὴ τελείως ἀπαίδευτοι πεπηρῶσθαι μᾶλλον ἢ τὰ μὴ προσήκονθ’ ὁρᾶν καὶ κεκωφῶσθαι μᾶλλον ἢ βλαβερῶν ἀκούειν λόγων καὶ ἐκτετμῆσθαι γλῶτταν ὑπὲρ τοῦ μηδὲν τῶν ἀρρήτων ἐκλαλῆσαι.
φασὶ γοῦν ἤδη τινὰς τῶν σοφῶν τροχιζομένους ὑπὲρ τοῦ τὰ ἄρρητα μηνῦσαι γλῶτταν ἀποτραγόντας τὴν ἑαυτῶν ἀργαλεωτέραν κατὰ τῶν βασανιστῶν ἀντιτεχνήσασθαι βάσανον οὐ δυνηθέντων ἃ ἐπόθουν ἐπιγνῶναι. ἐξευνουχισθῆναί γε μὴν ἄμεινον ἢ πρὸς συνουσίας ἐκνόμους λυττᾶν. ἅπαντα δὴ ταῦτα συμφοραῖς ἀνηκέστοις βαπτίζοντα τὴν ψυχὴν δίκης καὶ τιμωρίας εἰκότως ἂν τῆς ἀνωτάτω τυγχάνοι.