Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. τὸν Ἀβραὰμ οὐχ ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον“, τὸ σῶμα, τὴν αἴσθησιν, τὸν λόγον, „καταλιπὼν“ (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ“ (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν ἀναδραμόντι.

διὸ καὶ Μωυσῆς „λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει τῆς παρεμβολῆς“ (Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα, ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης ὑπάρχουσα.