Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Ἀλλὰ ταῦτα μὲν ἀρκούντως λελέχθω· τὰ δ’ ἑξῆς ἐρευνήσωμεν. „καὶ εἶπε“ φησί „Κάιν πρὸς κύριον Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ (Gen. 4, 13). τοῦθ’ οἷόν ἐστιν, ἀπὸ τῶν ὁμοίων φανεῖται. εἰ θαλαττεύουσαν ναῦν ἀπολείποι κυβερνήτης, ἆρ’ οὐκ ἀνάγκη τὰ περὶ πλοῦν τῇ νηὶ διαμαρτάνεσθαι; τί δ’, εἰ τέθριππον ἡνίοχος ἐν ἱπποδρομίας ἀγῶνι, οὐκ ἀναγκαῖον ἄτακτον καὶ πλημμελῆ τὸν δρόμον γίνεσθαι τῷ τεθρίππῳ; τί δ’, ὅταν ἀπολειφθῇ πόλις πρὸς ἀρχόντων ἢ νόμων — ἐν ἄρχουσι δὲ γράφονται δήπου καὶ νόμοι —, οὐκ ἀναρχίᾳ καὶ ἀνομίᾳ, κακοῖς μεγίστοις, ἡ πόλις ἐκείνη διαφθείρεται; καὶ μὴν σῶμα μὲν ἀπουσίᾳ ψυχῆς, ψυχὴ δὲ ἀπουσίᾳ λογισμοῦ, λογισμὸς δὲ ἐνδείᾳ ἀρετῆς πέφυκε παραπόλλυσθαι.

εἰ δ’ ἕκαστον ὧν εἶπον ζημία τοῖς ἀπολειφθεῖσι γίνεται πρὸς αὐτῶν, πόσῃ τινὶ χρήσεσθαι κακοπραγίᾳ τοὺς ὑπὸ θεοῦ καταλειφθέντας γνωρίζομεν, οὓς ἀποστραφεὶς καθάπερ λιποτάκτας ἱερωτάτων θεσμῶν ἐξώρισεν ἀναξίους ἐπιστασίας καὶ ἀρχῆς τῆς ἑαυτοῦ δοκιμάσας; συνόλως γὰρ εἰδέναι χρή, ὅτι ὁ πρὸς τοῦ κρείττονος καὶ ὠφελοῦντος ἀφεθεὶς ἐν αἰτίαις καὶ ἐγκλήμασι μεγίστοις γίνεται.

πότε γὰρ εἴποις ἂν τὸν ἄτεχνον μάλιστα βλάπτεσθαι; ἆρ’ οὐχ ὅταν πρὸς ἐπιστήμης κατὰ τὸ παντελὲς ἐαθῇ; πότε δὲ τὸν ἀμαθῆ καὶ λίαν [*](1 σπουδαιολογῶν FHL, σπουδαιολόγων coni. Mang. 2 τῆ τοῦ θεοῦ F 4 διαθέσεις Turn. 5 ἐλπιζούσης Wendl.: ἐλπίζουσα UFH, ἐλπίζουσιν L ἀστεῖον U 6 λαχόντα HL προσδοκάσθωσαν Η 7 ἐλλύπαις H 12 ἐρευνήσωμεν UF: ἐξερευνήσωμεν HL 15 ἀπολίποι F 16 τῆνιὶ (sic) U 20 σώματα Turn. πολέ 22 παραπόλλυσθαι UFU: παραλύεσθαι L, παραπολέσθαι v 23 γίγνεται V πρὸς UF: παρ’ HL 24 γνωρίζομεν] νομίζομεν coni. Mang. 25 λειποτάκτας rodd. τῆς om. L 27 αἰτίοις F μεγάλοις F 28 τῶν ἀτέχνων U)

v.1.p.291
ἀπαίδευτον; οὐχ ὅταν ἀπόλειψιν τὴν ἐπ’ αὐτῷ χρηματίσῃ διδασκαλία καὶ μάθησις; πότε δὲ τοὺς ἄφρονας κακοδαιμονίζομεν μᾶλλον; οὐχ ὅταν φρόνησις αὐτοὺς εἰσάπαν ἀπώσηται; πότε δὲ τοὺς ἀκολάστους ἢ ἀδίκους; οὐκ ἐπειδὰν σωφροσύνη καὶ δικαιοσύνη φυγὴν ἀίδιον κατ’ αὐτῶν ψηφίσωνται; πότε δὲ τοὺς ἀσεβεῖς; οὐχ ὅταν εὐσέβεια τῶν ἰδίων ὀργίων ἀποσχοινίσῃ;

διό μοι δοκοῦσιν οἱ μὴ τελείως δυσκάθαρτοι εὔξασθαι ἂν κολασθῆναι μᾶλλον ἢ ἀφεθῆναι· ἡ μὲν γὰρ ἄφεσις αὐτοὺς ὥσπερ ἀνερμάτιστα καὶ ἀκυβέρνητα πλοῖα ῥᾷστα ἀνατρέψει, ἡ δὲ κόλασις ἐπανορθώσεται.

ἢ οὐκ ἀμείνους μὲν τῶν ἀπαιδαγωγήτων οἱ ὑπὸ παιδαγωγῶν ἐν οἷς ἁμαρτάνουσιν ἐπιπληττόμενοι, ἀμείνους δὲ τῶν ἀνεπιτιμήτων οἱ ὑπὸ διδασκάλων ἐν οἷς περὶ τὰς τέχνας οὐ κατορθοῦσιν ὀνειδιζόμενοι, εὐτυχέστεροι δὲ καὶ κρείττους τῶν ἀνεπιτροπεύτων νέων οἱ μάλιστα μὲν ἐπιστασίας καὶ ἀρχῆς ἀξιωθέντες φυσικῆς, ἣν οἱ γεννήσαντες ἐπὶ τέκνοις κεκλήρωνται, εἰ δὲ μή, δευτέρων γοῦν ἡγεμόνων ἐπιλαχόντες, οὓς ὀρφανίας ἔλεος ἐπιτρόπους εἴωθε χειροτονεῖν τὴν γονέων ἐν ἅπασι τοῖς συμφέρουσι τάξιν ἐκπλήσοντας;

ἱκετεύωμεν οὖν τὸν θεὸν οἱ συνειδήσει τῶν οἰκείων ἀδικημάτων ἐλεγχόμενοι, κολάσαι μᾶλλον ἡμᾶς ἢ παρεῖναι· παρεὶς μὲν γὰρ οὐκέτι τοῦ ἵλεω δούλους ἑαυτοῦ, γενέσεως δὲ τῆς ἀνηλεοῦς ἀπεργάσεται, κολάζων δὲ ἐπιεικῶς τε καὶ πρᾴως ἅτε χρηστὸς ὢν ἐπανορθώσεται τὰ ἁμαρτήματα, τὸν σωφρονιστὴν ἔλεγχον, τὸν ἑαυτοῦ λόγον, εἰς τὴν διάνοιαν ἐκπέμψας, δι’ οὗ δυσωπήσας καὶ ὀνειδίσας περὶ ὧν ἐπλημμέλησεν αὐτὴν ἰάσεται.

διὰ τοῦτο „πάνθ’ ὅσα ἂν εὔξηται χήρα καὶ ἐκβεβλημένη κατὰ τῆς ψυχῆς αὐτῆς“ φησὶν ὁ νομοθέτης μενεῖν αὐτῇ (Num. 30, 10)· τὸν μὲν γὰρ θεὸν ἄνδρα καὶ πατέρα τῶν ὅλων σπορὰν καὶ γένεσιν ἁπάντων παρεχόμενον ἐνδίκως φήσομεν, διάνοιαν δὲ ἐκβεβλῆσθαι καὶ χήραν θεοῦ, ἥτις ἢ γονὰς θείας οὐ παρεδέξατο ἢ παραδεξαμένη ἑκουσίως αὖθις ἐξήμβλωσε.

τοιγαροῦν ὅσα ἂν ὁρίσηται, καθ’ ἑαυτῆς ὁριεῖται, καὶ ταῦτα μενεῖ πάντως ἀνίατα· πῶς γὰρ οὐ κακὸν ἀπευκτόν, ὁρίζεσθαί τι καὶ παγίως ἀποφαίνεσθαι περὶ αὑτῆς γένεσιν τὴν ἄστατον πάντῃ καὶ φορητήν, ἐπιγράφουσαν [*](1 ἐπ’ αὐτῷ] ἀπ’ αὐτοῦ coni. Mang. 4 καθ’ ἑαυτῶν F 5 ὀργίων Mang.: ὀρϋῶν U, ὀργυιῶν F, ὀργῆς HL 8 ῥᾷστον · ἀνατρέπει II 11 οὐ κατορθοῦσιν] οὐκ ἀνορθοῦσιν F 17 οἰκείων] ἰδίων U 20 ἐπανωρθώσεται F ἐλέγχων U 23 ἄν] ἐὰν Γ’ 24 μενεῖν Mang.: μένειν codd. 26 ἐκβεβλῆσθαι] fort. ἐκβεβλημένην καὶ χήραν UF: τὴν χήραν HL 27 ἀκουσίως U ἐξήμβλωσεν U 28 ἄν] ἐὰν FH μένει FH 29 ἀπευκτὸν F: ἄφευκτον UHL 30 αὐτῆς codd.)

v.1.p.292
αὑτῇ τὰς τοῦ ποιοῦντος ἀρετάς, ὧν μία ἐστί, καθ’ ἣν ἀνενδοιάστως καὶ ἀκλινῶς ἕκαστα ὁρίζεται.

τοιγαροῦν οὐ χηρεύσει μόνον ἐπιστήμης, ἀλλὰ καὶ ἐκβεβλήσεται· τοῦτο δ’ ἐστὶ τοιοῦτον· ἡ χηρεύουσα μὲν μήπω δὲ ἐκβεβλημένη τοῦ καλοῦ ψυχὴ δύναταί πως ἐγκαρτερήσασα τὰς πρὸς τὸν ὀρθὸν λόγον τὸν νόμιμον ἄνδρα συμβάσεις καὶ καταλλαγὰς εὑρεῖν· ἡ δ’ ἅπαξ διαζευχθεῖσα καὶ διοικισθεῖσα ὡς ἄσπονδος μέχρι τοῦ παντὸς αἰῶνος ἐκτετόξευται, εἰς τὸν ἀρχαῖον οἶκον ἐπανελθεῖν ἀδυνατοῦσα.

Περὶ μὲν οὖν τοῦ „μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναι“ τοσαῦτα εἰρήσθω· τὰ δ’ ἀκόλουθα σκεψώμεθα. „εἰ ἐκβάλλεις με“ φησί „σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι“ (Gen. 4, 14). τί λέγεις, ὦ γενναῖε; ἐὰν ἐκβληθῇς ἐξ ἁπάσης τῆς γῆς, ἔτι κρυβήσῃ; τίνα τρόπον; ζῆν γὰρ δύναιο ἄν;

ἢ τοῦτ’ ἠγνόησας, ὅτι τοῖς ζῴοις ἡ φύσις διαφέροντας καὶ οὐχὶ τοὺς αὐτοὺς τόπους πρὸς διαμονὴν ἐδωρήσατο, θάλατταν μὲν ἰχθύσι καὶ παντὶ τῷ ἐνύδρῳ γένει, γῆν δὲ ἅπασι τοῖς χερσαίοις; χερσαῖον δὲ κατὰ γοῦν τὰς σώματος συγκρίσεις ζῷον καὶ ἄνθρωπός ἐστι· διὰ τοῦτο ἀμείψαντα τὰς οἰκείους χώρας ἕκαστα καὶ ὥσπερ εἰς ἀλλοδαπὴν ἐλθόντα ῥᾳδίως τελευτᾷ, τὰ μὲν χερσαῖα καθ’ ὕδατος δύντα, τὰ δ’ ἔνυδρα ἐπὶ χέρσον ἀναπλεύσαντα.

εἴπερ οὖν ἐκβληθείης ἀπὸ γῆς ἄνθρωπος ὤν, ποῖ τετράψῃ; νήξῃ καθ’ ὕδατος τὴν τῶν ἐνύδρων ἀπομιμούμενος φύσιν; ἀλλ’ ὑποβρύχιος αὐτίκα τεθνήξῃ. ἀλλὰ πτερώσας καὶ μετεωρίσας σαυτὸν ἀεροβατεῖν ἐθελήσεις τὸ χερσαῖον εἰς πτηνοῦ γένος μεταβαλών; ἀλλ’ εἰ δύνασαι, μετάπλαττε καὶ μεταχάραττε τὸ θεῖον νόμισμα· ἀλλ’ οὐ δυνήσῃ· ὅσῳ γὰρ ἂν μετεωρότερον σεαυτὸν ἐξάρῃς, τοσούτῳ θᾶττον ἀφ’ ὑψηλοτέρου μετὰ πλείονος φορᾶς ἐπὶ γῆν τὸ οἰκεῖον χωρίον ἐνεχθήσῃ.

ἄνθρωπος δ’ ἂν ἤ τι τῶν γενομένων κρύπτεσθαι δυνηθείη θεόν; ποῦ; τὸν ἐφθακότα πάντῃ, τὸν ἄχρι περάτων ἀποβλέποντα, τὸν πεπληρωκότα τὸ πᾶν, οὗ τῶν ὄντων οὐδὲ τὸ βραχύτατον ἔρημον; καὶ τί παράδοξον, εἰ μηδενὶ τῶν γενομένων ἐφικτὸν κρύπτεσθαι [*](1 αὐτὴ UF 2 ἐπιστήμη HL 5 ἄνδρα adil. Mang. συμβιβάσεις FL 6 διοικηθεῖσα HL 10 ἐκβάλλεις UHL: ἐκβάλης F, ἐκβαλεῖς v 11 ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL 13 τῆς om. U κρυβήση FL2: κρυφθήση UHL1 τοῦτ’] τούτων U 14 ἠγνόησεν HL1 15 θάλαττα H 16 γοῦν] μὲν F 18 οἰκείους F: οἰκείας UHL 22 μετεωρήσας UF 23 αὐτὸν U πτηνὸν coni. Markland 25 ὅσον L iSv F: ἐὰν UITL θᾶττον μᾶλλον L 26 φορᾶς] χαρᾶς H 30 τί] τὸ U ἐφηκτὸν H)

v.1.p.293
τὸ ὄν, ὁπότε οὐδὲ τὰς ὑλικὰς ἀρχὰς ἔνεστι διεκδῦναι, ἀλλ’ ἀνάγκη τῷ μίαν διαφυγόντι εἰς ἑτέραν μεταβῆναι;

εἰ τὸ ὄν, καθ’ ἣν τέχνην ἐποίει τὰ ἀμφίβια, κατὰ ταύτην καὶ ζῷον πανταχοῦ βιωσόμενον ἐβουλήθη καινουργῆσαι, τοῦτο τὸ ζῷον, εἰ μὲν τὰ βάρος ἔχοντα ἀπεδίδρασκε γῆν καὶ ὕδωρ, πρὸς τὰ τῇ φύσει κοῦφα ἀέρα καὶ πῦρ ἧκεν ἄν, ἔμπαλιν δ’ ἐνομιλῆσαν τοῖς μεταρσίοις, εἰ μετανάστασιν ἐζήτει τὴν ἀπ’ αὐτῶν, τὸν ἐναντίον ἤμειψεν ἂν χῶρον· ἔδει γὰρ αὐτὸ πάντως καθ’ ἓν τοῦ κόσμου μέρος προφαίνεσθαι, ἐπειδὴ τοῦ παντὸς ἔξω δραμεῖν ἦν ἀδύνατον, πρὸς τῷ μηδὲ ἐκτὸς ὑπολελεῖφθαί τι τὸν δημιουργὸν ὅλας δι’ ὅλων τὰς τέτταρας ἀρχὰς εἰς τὴν τοῦ κόσμου σύστασιν ἀναλώσαντα, ἵνα ἐκ μερῶν τελείων τελειότατον ἀπεργάσηται τὸ πᾶν.

ὁπότ’ οὖν ὅλον ἐκφυγεῖν τὸ τοῦ θεοῦ ἔργον ἀμήχανον, πῶς οὐκ ἀδύνατον μᾶλλον ἀποδρᾶναι τὸν ποιητὴν καὶ ἡγεμόνα τούτου; μηδεὶς οὖν τὴν πρόχειρον ἐκδοχὴν τοῦ λόγου παραδεχόμενος ἀνεξετάστως τῷ νόμῳ τὴν ἰδίαν εὐήθειαν προσαρτάτω, περισκεψάμενος δ’ ὅπερ αἰνίττεται δι’ ὑπονοιῶν τὸ σαφὲς διαγνώτω.

μήποτ’ οὖν ὅπερ ἐμφαίνεται διὰ τοῦ „εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι“ τοῦτ’ ἐστίν· εἰ μὴ παρέχεις μοι τὰ γῆς ἀγαθά, οὐδὲ τὰ οὐρανοῦ δέχομαι· καὶ εἰ μή τίς ἐστι χρῆσις καὶ ἀπόλαυσις ἡδονῆς, καὶ ἀρετὴν παραιτοῦμαι· καὶ εἰ τῶν ἀνθρωπείων μὴ μεταδίδως ἀγαθῶν, ἔχε καὶ τὰ θεῖα.

τὰ γὰρ παρ’ ἡμῖν ἀναγκαῖα καὶ τίμια καὶ γνήσια ὡς ἀληθῶς ἀγαθὰ ταῦτα· φαγεῖν, πιεῖν, [περιβαλέσθαι,] ποικιλίαις χρωμάτων δι’ ὄψεως ἡσθῆναι, μελῳδίαις παντοδαπῶν ἤχων δι’ ἀκοῆς τερφθῆναι, ἀτμῶν ἀποφοραῖς εὐώδεσι διὰ μυκτήρων γανωθῆναι, ταῖς γαστρὸς καὶ μετὰ γαστέρα ἡδοναῖς ἁπάσαις εἰς κόρον χρήσασθαι, τῆς ἀργύρου καὶ [*](1 ἀλλὰ F 2 μετεμβῆναι F εἰ τὸ ὄν scripsi: εἴτ’ οὖν UHL, εἴτουν F, εἰ γοῦν Mang. 3 ἐβουλήθη HL: ἐβλήθη UF 5 δ’ om. UF 6 εἰ om. UF 7 καθ’ ἓν πάντως transp. U 8 τοῦ παντὸς UF: τοῦ om. HL 9 τῳ] τὸ UL μηδὲν L ὑπολελεῖφθαι UFH: ὑπολειφθῆναι L τὸν δημιουργὸν codd.: τοῦ δημιουργοῦ v ὅλων UF: ὅλου HL 10 ἀναλώσαντα codd.: ἀναλώσαντος v 15 ἐξαρτάτω H 17 ἐκβάλλεις FH: ἐκβαλεῖς UL ἀπὸ προσώπου UF: ἀπὸ τοῦ προσώπου HL 18 τουτέστιν codd. γῆς UF: τῆς γῆς HL 20 ἀνθρωπείων UF: ἀνθρωπίων H. ἀνθρωπίνων L εἰ μὴ τῶν ἀνθρωπείων transp. U 22 περιβαλέσθαι seclusit Wendl. (cf. 294,2) ποικιλίαις UF: ποικίλαις HL ποικίλαις χρωμάτων ἰδέαις Mang. 23 δι’ ὄψεως om. H ἡσθῆναι ἡδέως ἡσθῆναι HL 24 ταῖς] τῆς F) [*](9 sqq. cf. Platonis Tim. p. 32 C)

v.1.p.294
χρυσοῦ κτήσεως μὴ ἀμελῆσαι, τιμὰς καὶ ἀρχὰς καὶ ὅσα ἄλλα συντείνοντα πρὸς δόξαν περιβαλέσθαι· φρόνησιν δ’ ἢ καρτερίαν ἢ δικαιοσύνης αὐστηρὰς διαθέσεις ἐπίπονον παρασκευαζούσας βίον ἐῶμεν· εἰ δ’ ἄρα καὶ χρηστέον αὐταῖς, οὐχ ὡς ἀγαθοῖς τελείοις χρηστέον, ἀλλὰ ὡς ποιητικοῖς ἀγαθοῦ.

σὺ μὲν οὖν, ὦ καταγέλαστε, φῂς ὅτι τῶν σωματικῶν καὶ τῶν ἐκτὸς ἀφαιρεθεὶς πλεονεκτημάτων εἰς ὄψιν οὐκ ἀφίξῃ θεοῦ; ἐγὼ δέ σοι λέγω ὅτι, ἐὰν ἀφαιρεθῇς, πάντως ἀφίξῃ· λυθεὶς γὰρ τῶν ἀρρήκτων σώματος καὶ περὶ

σῶμα δεσμῶν φαντασιώσῃ τὸν ἀγένητον. τὸν Ἀβραὰμ οὐχ ὁρᾷς ὅτι „γῆν καὶ συγγένειαν καὶ πατρὸς οἶκον“, τὸ σῶμα, τὴν αἴσθησιν, τὸν λόγον, „καταλιπὼν“ (Gen. 12, 1) ἄρχεται ταῖς τοῦ ὄντος ἐντυγχάνειν δυνάμεσιν; ὅταν γὰρ ὑπεξέλθῃ πᾶσαν τὴν οἰκίαν, λέγει ὁ νόμος ὅτι „ὤφθη ὁ θεὸς αὐτῷ“ (Gen. 12, 7), δηλῶν ὅτι ἐναργῶς φαίνεται τῷ τὰ θνητὰ ὑπεκδύντι καὶ εἰς ἀσώματον τοῦδε τοῦ σώματος ψυχὴν ἀναδραμόντι.

διὸ καὶ Μωυσῆς „λαβὼν τὴν αὐτοῦ σκηνὴν ἔξω πήττει τῆς παρεμβολῆς“ (Exod. 33, 7) καὶ μακρὰν διοικίζει τοῦ σωματικοῦ στρατοπέδου, μόνως ἂν οὕτως ἐλπίσας ἱκέτης καὶ θεραπευτὴς ἔσεσθαι τέλειος θεοῦ. τὴν δὲ σκηνὴν ταύτην κεκλῆσθαί φησι μαρτυρίου, σφόδρα παρατετηρημένως, ἵν’ ἡ τοῦ ὄντος ὑπάρχῃ, μὴ καλῆται μόνον· τῶν γὰρ ἀρετῶν ἡ μὲν θεοῦ πρὸς ἀλήθειάν ἐστι κατὰ τὸ εἶναι συνεστῶσα, ἐπεὶ καὶ ὁ θεὸς μόνος ἐν τῷ εἶναι ὑφέστηκεν· οὗ χάριν ἀναγκαίως ἐρεῖ περὶ αὐτοῦ· „ἐγώ εἰμι ὁ ὤν“ (Exod. 3, 14), ὡς τῶν μετ’ αὐτὸν οὐκ ὄντων κατὰ τὸ εἶναι, δόξῃ δὲ μόνον ὑφεστάναι νομιζομένων· ἡ δὲ Μωυσέως σκηνὴ συμβολικῶς οὖσα ἀνθρώπου ἀρετὴ κλήσεως, οὐχ ὑπάρξεως, ἀξιωθήσεται, μίμημα καὶ ἀπεικόνισμα τῆς θείας ἐκείνης ὑπάρχουσα.