Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

μὴ γάρ ποτε φαύλου λόγος ἑρμηνεὺς γένοιτο δογμάτων θείων — τὸ γὰρ κάλλος αὐτῶν οἰκείοις μιάσμασιν αἰσχύνει —, μηδ’ ἔμπαλιν σπουδαίου προφορᾷ τὰ ἀκόλαστα καὶ αἰσχρὰ μηνύοιτο, ἀλλ’ ἀεὶ τὴν τῶν ἁγίων διήγησιν ἱεροὶ καὶ ἅγιοι ποιείσθωσαν λόγοι.

ἔν τινι τῶν εὐνομωτάτων πόλεων ἔθος εἶναί φασι τοιοῦτον· ἐπειδάν τις ἢ βουλῇ ἢ δήμῳ τῶν μὴ βεβιωκότων ὀρθῶς ἐπιχειρῇ γνώμην εἰσηγεῖσθαι, κωλύεται μὲν αὐτὸς δι’ ἑαυτοῦ τοῦτο πράττειν, ἀναγκάζεται δὲ πρὸς τῶν ἀρχόντων ἀνενεγκεῖν τὴν γνώμην ἑνὶ τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν· εἶτ’ ἐκεῖνος ἀναστὰς ἃ ἤκουσε διηγεῖται, ἀπερραμμένου τὸ στόμα τοῦ διδάξαντος ὁ ἐξ ὑπογυίου μαθητὴς ἀναφανείς, καὶ ἀλλοτρίας εὑρέσεις ἐπιδείκνυται, οὐδ’ ἀκροατοῦ τάξιν ἢ θεατοῦ τὸν ἐπινενοηκότα λαχεῖν ἀξιώσας. οὕτως οὐδὲ ὠφεληθῆναί τινες πρὸς ἀδίκων ἀξιοῦσιν, ἀλλὰ τῆς γενησομένης ὠφελείας μεῖζον τὸ ἐκ τῆς παρακολουθούσης βλαβερὸν