Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τῷ δὲ ἀθέῳ Κάιν οὐδὲν ἡ γῆ τῶν εἰς εὐτονίαν προστίθησι, καίτοι μηδὲν ἔξω τῶν περὶ αὐτὴν πραγματευομένῳ. διὸ καὶ κατ’ ἀκόλουθον „στένων καὶ τρέμων ἐπὶ τῆς γῆς“ εὑρίσκεται (Gen. 4, 12), τουτέστι λύπῃ καὶ φόβῳ χρώμενος. τοιοῦτος δ’ ὁ φαῦλος κακοδαίμονος βίος, τῶν τεττάρων παθῶν τὰ ὀδυνηρότερα ἀποκεκληρωμένος φόβον τε καὶ λύπην, τὴν μὲν τοῦ στένειν, τὸν δὲ τοῦ τρέμειν συνώνυμον· ἀνάγκη γὰρ ἢ παρεῖναί τι κακὸν ἢ μέλλειν γε τῷ τοιούτῳ· τοῦ μὲν οὖν μέλλοντος ἡ προσδοκία φόβον, τοῦ δὲ παρόντος ἡ χρῆσις λύπην ἐγέννησεν.

ἀλλ’ ὅ γε μετιὼν ἀρετὴν ἐν εὐπαθείαις ἀναλογούσαις ἐξετάζεται· ἢ γὰρ περιπεποίηται τἀγαθὸν ἢ περιποιήσεται· τὸ μὲν οὖν ἔχειν ἀποτελεῖ χαράν, κτημάτων τὸ κάλλιστον, τὸ δὲ σχήσειν προσδοκᾶν τὴν τροφὴν φιλαρέτων ψυχῶν ἐλπίδα, δι’ ἣν ὄκνον μεθιέμενοι σὺν αὐτοκελεύστῳ ἑτοιμότητι πρὸς τὰ καλὰ τῶν ἔργων ἀπαντῶμεν.