Quod Deterius Potiori Insidiari Soleat

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ἐμπιπλάμενος δὲ μηδέποτε, ἢ ταῖς μετὰ γαστέρα χρώμενος ἡδοναῖς ἐπαλλήλοις καὶ ἔτι ταῖς πρὸς συνουσίαν ὀρέξεσιν ἀκμάζων· ἡ μὲν γὰρ ἔνδεια ἀσθένειαν, ἰσχὺν δ’ ἡ πλήρωσις ἀπεργάζεται· τὸ δ’ ἀκόρεστον ὁ μετ’ ἀφθονίας τῶν ἐπιτηδείων σὺν ἀκρασίᾳ δεινῇ λιμός ἐστιν· ἄθλιοι δ’ ὧν μεστοὶ μὲν οἱ ὄγκοι, κεναὶ δ’ αἱ ἐπιθυμίαι καὶ ἔτι διψῶσαι.

ἀλλὰ τοὺς ἐραστὰς ἐπιστήμης ἐν ᾠδῇ μεγάλῃ φησὶν ὅτι „ἀνεβίβασεν ἐπὶ τὴν ἰσχὺν τῆς γῆς, καὶ ἐψώμισε γεννήματα ἀγρῶν„ (Deut. 32, 13), δηλῶν ὅτι ὁ μὲν ἄθεος ἀτυχεῖ τοῦ τέλους, ἵνα μᾶλλον ὀδυνᾶται, μὴ προστιθεμένης ἰσχύος οἷς ἐνεργεῖ, τοὐναντίον δ’ ὑφαιρουμένης, οἱ δὲ μετιόντες ἀρετὴν ὑπεράνω τῶν ὅσα γεώδη καὶ θνητὰ ἱστάμενοι τοῦ κράτους αὐτῶν κατὰ πολλὴν περιουσίαν ἀλογοῦσιν, ἅτε ἡγεμόνι χρησάμενοι τῆς ἀνόδου θεῷ, ὃς καὶ τὰ γεννήματα τῶν ἀγρῶν εἰς ἀπόλαυσιν καὶ χρῆσιν ὠφελιμωτάτην αὐτοῖς ὀρέγει, τὰς μὲν ἀρετὰς ἀγροῖς, ἃ δ’ ἀποκύουσι γεννήμασι παρὰ τὴν γένεσιν ἀπεικάζων· γίνεται μὲν γὰρ ἐκ φρονήσεως τὸ φρονεῖν, ἐκ δὲ σωφροσύνης τὸ σωφρονεῖν, ἐκ δὲ εὐσεβείας τὸ εὐσεβεῖν, καὶ ἀφ’