De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τί οὖν ἔδοξε τῷ ἱεροφάντῃ παρεισαγαγεῖν αὐτὸν ὀμνύντα; ἵνα τὴν ἀσθένειαν διελέγξῃ τοῦ γενητοῦ καὶ διελέγξας ἅμα παρηγορήσῃ· οὐ γὰρ δυνάμεθα διηνεκῶς τὸ ἄξιον τοῦ αἰτίου κεφάλαιον ἐν ψυχῇ ταμιεύεσθαι τῇ ἑαυτῶν, τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ἵνα πάντα τὰ ἀνθρωπολογούμενα ὑπερκύψωμεν·