De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἐῶ λέγειν ὅτι ὁ μαρτυρῶν, παρόσον μαρτυρεῖ, κρείττων ἐστὶ τοῦ ἐκμαρτυρουμένου· ὁ μὲν γὰρ δεῖται, ὁ δὲ ὠφελεῖ, τὸ δὲ ὠφελοῦν ἀξιονικότερον ἀεὶ τοῦ δεομένου. ἄμεινον δὲ οὐδὲ ἐπινοῆσαι θέμις τοῦ αἰτίου, ὁπότε οὐδὲ ἴσον αὐτοῦ ἀλλ’ οὐδὲ ὀλίγῳ καταδεέστερον, ἀλλ’ ὅλῳ γένει καταβεβηκὸς ἅπαν τὸ μετὰ θεὸν εὑρίσκεται.