De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τὴν ἀρετὴν ἀφικόμενος βεβαίως ἱδρυθῇς. ὅταν δὲ λέγῃ τὸν θεὸν ὀμνύναι, σκεπτέον εἰ πρὸς ἀλήθειαν ὡς ἐπιβάλλον αὐτῷ τοῦτο ἀποφαίνεται, ἐπεὶ μυρίοις ἔδοξεν ἀνοίκειον εἶναι· ὅρκου γὰρ ἔννοιά ἐστι μαρτυρία θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· θεῷ δὲ οὐδὲν ἄδηλον οὐδὲ ἀμφισβητούμενον, ὃς καὶ τοῖς ἄλλοις τὰ γνωρίσματα τῆς ἀληθείας ἐναργῶς ἐπιδέδειχε· μάρτυρός γε μὴν οὐδενὸς δεῖται, οὐδὲ γάρ ἐστιν ἄλλος θεὸς ἰσότιμος αὐτῷ.

ἐῶ λέγειν ὅτι ὁ μαρτυρῶν, παρόσον μαρτυρεῖ, κρείττων ἐστὶ τοῦ ἐκμαρτυρουμένου· ὁ μὲν γὰρ δεῖται, ὁ δὲ ὠφελεῖ, τὸ δὲ ὠφελοῦν ἀξιονικότερον ἀεὶ τοῦ δεομένου. ἄμεινον δὲ οὐδὲ ἐπινοῆσαι θέμις τοῦ αἰτίου, ὁπότε οὐδὲ ἴσον αὐτοῦ ἀλλ’ οὐδὲ ὀλίγῳ καταδεέστερον, ἀλλ’ ὅλῳ γένει καταβεβηκὸς ἅπαν τὸ μετὰ θεὸν εὑρίσκεται.

τοῦ γε μὴν πιστευθῆναι χάριν ἀπιστούμενοι καταφεύγουσιν ἐφ’ ὅρκον ἄνθρωποι· ὁ δὲ θεὸς καὶ λέγων πιστός ἐστιν, ὥστε [*](1 ἀγάγῃς UF (Pap?): ἄγης ceteri ὥσπερ ἢ εἰς U ὑππόδρομον corr. ex ἱππόδρομον Α, ἱππόδρομον H, ἐπίδρομον L, ἀπόδρομον F ὑφ’ ὅρμον MA 2 ἱδρυνθῆς UH, ἱδρυνθείς F 3 αὐτὸ G 4 ἐπεὶ] ἐπὶ Pap Α ἀνοίκιον F ἐστιν Pap 6 οὐδ’ AUF 7 ἐπιδέδειχεν Pap, ἐπιδεδειχώς F 8 ἄλλο U ὁ om. HP παρ’ ὅσον M 9 ἐκμαρτυρουμένου Pap UF: μαρτυρουμένου ceteri ὁ μὲν — δεομένου (10) om. UF 10 ἀξιονικότερον scripsi: αξιηκοτερον Pap, ἀξιοπιστότερον codd.; ἀξιοπρεπέστερον coni. Mang. ἀεὶ Pap: ἐστι codd. δ’ AUF οὐδὲ Pap, οὐδ’ F: οὐδὲν ceteri 11 ἐπινοῆσαι θέμις Pap UF: ἐπινοηθήσεται ceteri ὁπότ’ UF οὐδ’ Α, οὔτε Pap ἴσον αὐτοῦ (an αὐτῷ?) Pap: αὐτοῦ om. codd. 12 ἀλλὰ ὅλω M, ἀλόγω Η (corr. mgH) τὸν θεὸν UF 13 εὑρίσκεται om. ’ γε codd. et Pap: τε v μὴν] μὲν F, om. GHP 14 ἐπὶ ὅρκον UF ἀνθρώπου U ὁ θεὸς δὲ Α) [*](2 sqq. ibid. § 43 Hanc possessionem tibi Dominus pollicetur et quodam sacramenti promittit vinculo, ut constantiam tuam firmet. neque enim ideo Deus iurat, quod fide credentis indigeat aut testimoniorum astipulationibus destitutus suffragium sacramenti requirat, sicut homines qui fidem nobis adsciscimus sacramento et ideo iuramus, ut credamur vera dixisse. Deus autem et cum loquitur fidelis est, cuius sermo sacramentum est. non enim propter sacramentum fidelis omnipotens Deus, sed propter Deum etiam sacramentum fidele est. qua ratione igitur Moyses iurantem Deum inducit? quia nos usu quodam mortalium claudimur et velut echini cortice quodam nos vulgaris opinionis involvimus aut velut cochleae, quae nisi intra testae operimentum sint spirare non possunt nec aerem liberum carpere aiit sustinere, sic nos non nisi intra quaedam humauae consuctudinis latibula terrena versamur. unde quia illud verius solemus credere, quod iureiurando firmatur, ne nostra claudieet fides, iurare describitur Deus, qui ipse non iurat, sed iurantium iudex et ultor est peierantium.)

v.1.p.241
καὶ τοὺς λόγους αὐτοῦ βεβαιότητος ἕνεκα μηδὲν ὅρκων διαφέρειν. καὶ συμβέβηκε τὴν μὲν ἡμετέραν γνώμην ὅρκῳ, τὸν δὲ ὅρκον αὐτὸν θεῷ πεπιστῶσθαι· οὐ γὰρ δι’ ὅρκον πιστὸς ὁ θεός, ἀλλὰ δι’ αὐτὸν καὶ ὁ ὅρκος βέβαιος.

τί οὖν ἔδοξε τῷ ἱεροφάντῃ παρεισαγαγεῖν αὐτὸν ὀμνύντα; ἵνα τὴν ἀσθένειαν διελέγξῃ τοῦ γενητοῦ καὶ διελέγξας ἅμα παρηγορήσῃ· οὐ γὰρ δυνάμεθα διηνεκῶς τὸ ἄξιον τοῦ αἰτίου κεφάλαιον ἐν ψυχῇ ταμιεύεσθαι τῇ ἑαυτῶν, τὸ „οὐχ ὡς ἄνθρωπος ὁ θεός“ (Num. 23, 19), ἵνα πάντα τὰ ἀνθρωπολογούμενα ὑπερκύψωμεν·

ἀλλὰ πλεῖστον μετέχοντες τοῦ θνητοῦ καὶ χωρὶς ἑαυτῶν ἐπινοῆσαι μηδὲν δυνάμενοι μηδὲ ἐκβῆναι τὰς ἰδίους κῆρας ἰσχύοντες, ἀλλ’ εἰς τὸ θνητὸν εἰσδυόμενοι καθάπερ οἱ κοχλίαι καὶ περὶ ἑαυτοὺς ὥσπερ οἱ ἐχῖνοι σφαιρηδὸν εἱλούμενοι, καὶ περὶ τοῦ μακαρίου καὶ ἀφθάρτου τὰ αὐτὰ ἃ καὶ περὶ ἑαυτῶν δοξάζομεν τὴν μὲν ἀτοπίαν τοῦ λόγου, ὅτι ἀνθρωπόμορφον τὸ θεῖον, ἀποδιδράσκοντες, τὴν δὲ ἐν τοῖς ἔργος ἀσέβειαν, ὅτι ἀνθρωποπαθές, ἐπαναιρούμενοι.

διὰ τοῦτο χεῖρας πόδας εἰσόδους ἐξόδους ἔχθρας ἀποστροφὰς ἀλλοτριώσεις ὀργὰς προσαναπλάττομεν, ἀνοίκεια καὶ μέρη καὶ πάθη τοῦ αἰτίου· ὧν ἐστι καὶ ὁ ὅρκος τῆς ἡμετέρας ἐπίκουρος ἀσθενείας.