De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
φησίν „ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤμοσε τοῖς πατράσι σου, καὶ δῷ σοι αὐτήν, καὶ ἀφελεῖς πᾶν διανοῖγον μήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ, πᾶν διανοῖγον μήτραν ἐκ τῶν βουκολίων ἐν τοῖς κτήνεσιν ὅσα ἂν γένηταί σοι, τὰ ἀρσενικά, τῷ κυρίῳ. πᾶν διανοῖγον μήτραν ὄνου ἀλλάξεις προβάτῳ· ἐὰν δὲ μὴ ἀλλάξῃς, λυτρώσῃ αὐτό“ (Exod. 13, 11 — 13). τὸ γὰρ διανοῖγον μήτραν τὸ Ἄβελ δῶρόν ἐστι πρωτότοκον, ὃ πότε καὶ πῶς δεῖ φέρειν ἐρεύνησον.