De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
σκοπῶμεν δὲ ὅπως τήν τε ψυχὴν γυμνάσομεν, μὴ ὁλοσχερέσι καὶ ἀτυπώτοις φαντασίαις ὑποσυγχύτως ἀπατᾶσθαι, τομὰς δὲ καὶ διαιρέσεις ποιουμένην τῶν πραγμάτων διακύπτειν εἰς ἕκαστον ἔρευναν μετὰ πάσης ἀκριβείας ληψομένην, τόν τε λόγον, ὃς [οὐκ] ἀτάκτῳ ῥύμῃ φερόμενος ἀσάφειαν ἐργάσεται, τμηθεὶς δὲ εἰς τὰ οἰκεῖα κεφάλαια καὶ τὰς εἰς ἕκαστον ἀποδείξεις ὥσπερ ζῷον ἐκ τελείων μερῶν συμπαγεὶς ἁρμοσθήσεται. χρὴ δέ, εἰ μέλλει ταῦτα παρ’ ἡμῖν αὐτοῖς βεβαιοῦσθαι, μελέτην καὶ ἄσκησιν αὐτῶν ποιεῖσθαι συνεχῆ· ὡς τό γε ἁψαμένους ἐπιστήμης μὴ ἐπιμεῖναι ὅμοιόν ἐστι τῷ γευσαμένους σιτίων ἢ ποτῶν εἰς κόρον κωλυθῆναι τραφῆναι.