De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
δηλοῖ δὲ καὶ ἕτερον τοιοῦτον * * * νοῦν ἀθάνατον. εἰσὶ δὲ οὓς ἀνωτέρω προαγαγὼν εἴδη μὲν καὶ γένη πάντα ὑπερπτῆναι παρεσκεύασεν, ἵδρυσε δὲ πλησίον ἑαυτοῦ, καθὰ καὶ Μωυσῆς ᾧ φησι· „σὺ δὲ αὐτοῦ στῆθι μετ’ ἐμοῦ“ (Deut. 5, 31). ἡνίκα γοῦν τελευτᾶν ἔμελλεν οὗτος, οὐκ ἐκλιπὼν προστίθεται ὥσπερ οἱ πρότεροι μήτε πρόσθεσιν μήτε ἀφαίρεσιν κεχωρηκώς, ἀλλὰ „διὰ ῥήματος“ τοῦ αἰτίου μετανίσταται (Deut. 34, 5), δι’ οὗ καὶ ὁ σύμπας κόσμος ἐδημιουργεῖτο· ἵνα μάθῃς, ὅτι τὸν σοφὸν ἰσότιμον κόσμῳ ὁ θεὸς ἡγεῖται τῷ αὐτῷ λόγῳ καὶ τὸ πᾶν ἐργαζόμενος καὶ τὸν τέλειον ἀπὸ τῶν περιγείων ἀνάγων ὡς ἑαυτόν.