De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
Καὶ τὸ μὲν πρότερον ἔγκλημα τοῦ Κάιν ἀποχρώντως ἐπεξήλθομεν. τὸ δ’ ἕτερον τοιοῦτον ἦν· τί δήποτε ἀπὸ τῶν καρπῶν, ἀλλ’ οὐκ ἀπὸ τῶν πρώτων καρπῶν φέρει τὴν ἀπαρχήν; μήποτε διὰ τὴν αὐτὴν αἰτίαν, ἵνα τὰ μὲν πρεσβεῖα γενέσει δῷ, τοῖς δὲ δευτερείοις ἀμείψηται τὸ θεῖον· ὥσπερ γὰρ εἰσί τινες οἳ ψυχῆς προκρίνουσι σῶμα, τῆς δεσποίνης τὸ δοῦλον, οὕτως εἰσὶν οἳ γένεσιν μᾶλλον θεοῦ τετιμήκασι, πρόσταγμα τεθεικότος τοῦ νομοθέτου, ἵνα „τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς εἰσφέρωμεν εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ“ (Exod. 23, 19), ἀλλὰ μὴ ἑαυτοῖς ἐπιγράφωμεν· καὶ γὰρ δίκαιον τῶν τῆς ψυχῆς κινημάτων ὅσα πρῶτα ἢ τάξει ἢ δυνάμει θεῷ ὁμολογεῖν.