De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ταχέως οὖν αὐτὸ ἀναζήτησον, ὦ ψυχή, καθάπερ ὁ ἀσκητὴς Ἰακώβ, ὃς πυνθανομένου τοῦ πατρὸς „τί τοῦτο ὃ ταχὺ εὗρες, ὦ τέκνον;“ δογματικῶς ἀποκρίνεται „ὃ παρέδωκε κύριος ὁ θεὸς ἐναντίον ἐμοῦ“ (Gen. 27, 20)· πολλῶν γὰρ ἔμπειρος πραγμάτων γεγονὼς ἠπίστατο, ὅτι ἃ μὲν ἂν διδῷ γένεσις ψυχῇ χρόνῳ μακρῷ βεβαιοῦται, ὥσπερ οἱ τὰς τέχνας καὶ τὰ τῶν τεχνῶν παραγγέλματα τοῖς μανθάνουσι παραδιδόντες· οὐ γὰρ εὐθὺς ὥσπερ οἱ προχέοντες εἰς ἄγγος ἰσχύουσιν ἀποπληρῶσαι τὴν τῶν εἰσαγομένων διάνοιαν· ἐπειδὰν δὲ ἡ πηγὴ τῆς σοφίας, ὁ θεός, παραδιδῷ τὰς ἐπιστήμας τῷ θνητῷ γένει, παραδίδωσιν ἀχρόνως· οἱ δ’ ἅτε τοῦ μόνου σοφοῦ μαθηταὶ γεγονότες εὐφυεῖς ταχέως τὰς εὑρέσεις