De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τὸ γὰρ τῆς ἀκράτορος ψυχῆς νᾶμα ἔξω ῥέον διὰ στόματός τε καὶ γλώττης πάσαις ἀκοαῖς ἐπαντλεῖται, ὧν αἱ μὲν εὐρυχώρους δεξαμενὰς ἔχουσαι τὸ ἐπεισχεόμενον φυλάττουσιν, αἱ δὲ διὰ στενότητα πόρων ἀδυνατοῦσιν ἄρδεσθαι· τὸ δ’ ὑπερβλύζον ἀκατασχέτως ἐκχεόμενον σκίδναται πάντῃ, ὡς ὑπαναπλεῖν καὶ ἐπινήχεσθαι τὰ κεκρυμμένα καὶ φορυτοῦ τρόπον εἰκαίου τὰ πάσης ἄξια σπουδῆς μετὰ συρμοῦ καταφέρεσθαι.