De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ὁ δὲ ἀξιόχρεων ἑαυτὸν ὑπολαμβάνων κτήσεως καὶ ἀπολαύσεως ἀγαθῶν χρησμῷ μεταδιδαχθήτω λέγοντι· „οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου εἰσπορεύῃ τὴν γῆν κληρονομῆσαι αὐτήν, ἀλλὰ“ πρῶτον μὲν „διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων“, ὄλεθρον κακίαις ἐπάγοντος θεοῦ, ἔπειθ’ „ἵνα στήσῃ τὴν διαθήκην, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν“ (Deut. 9, 5). διαθήκη δ’ ἐστὶ θεοῦ συμβολικῶς αἱ χάριτες αὐτοῦ, θέμις δὲ οὐδὲν ἀτελὲς αὐτῷ χαρίζεσθαι, ὥσθ’ ὁλόκληροι καὶ παντελεῖς αἱ τοῦ ἀγενήτου δωρεαὶ πᾶσαι· ὁλόκληρον δὲ ἐν τοῖς οὖσιν ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις.