De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

νομισθῆναι. πρὸς ἕκαστον οὖν ὁ ἱερὸς λόγος ἀντιταχθείς φησι πρώτῳ τῷ μνήμην μὲν ἀνῃρηκότι λήθην δὲ ζωπυροῦντι· „μὴ φαγών, ὦ οὗτος, καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας καὶ τῶν προβάτων σου καὶ βοῶν αὐξηθέντων καὶ ἀργυρίου καὶ χρυσίου καὶ πάντων ὅσα σοί ἐστι πληθυνθέντων ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου“ (Deut. 8,12 — 14). πότε οὖν οὐκ ἐπιλήσῃ θεοῦ; ὅταν μὴ ἐπιλάθῃ σεαυτοῦ· μεμνημένος γὰρ τῆς ἰδίου περὶ πάντα οὐδενείας μεμνήσῃ καὶ τῆς τοῦ θεοῦ περὶ πάντα ὑπερβολῆς.