De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἀμαθία μὲν οὖν, ἀκούσιον καὶ κοῦφον πάθος, θεραπείαν οὐ δύσεργον ἔχει διδασκαλίαν· πανουργία δέ, ἑκούσιον ψυχῆς ἀρρώστημα, χαλεπὴν εἰ καὶ μὴ πάντως ἀνίατον ἐργάζεται τὴν ἀποτροπήν. ἅτε οὖν παρὰ πανσόφῳ πατρὶ παιδευθέντες οἱ τοῦδε υἱεῖς, κἂν εἰς τὸ Αἰγύπτιον φιλοπαθὲς σῶμα καταβῶσι καὶ τῷ σκεδαστῇ τῶν καλῶν ἐντύχωσι Φαραώ, ὃς βασιλεὺς εἶναι δοκεῖ τοῦ συγκρίτου ζῴου, μηδὲν καταπλαγέντες τῆς ἀφθόνου παρασκευῆς ὁμολογήσουσιν, ὅτι „ποιμένες προβάτων εἰσίν, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν“ (Gen. 47, 3).