De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ταῦτα ἀκούσας ὁ νοῦς ἀποστρέφεται μὲν ἡδονήν, ἁρμόζεται δὲ ἀρετῇ, τὸ κάλλος ἄπλαστον καὶ γνήσιον καὶ ἱεροπρεπέστατον αὐτῆς κατανοήσας. τότε καὶ γίνεται ποιμὴν προβάτων, τῶν κατὰ ψυχὴν ἀλόγων δυνάμεων ἡνίοχός τε καὶ κυβερνήτης, οὐκ ἐῶν αὐτὰς ἀτάκτως φέρεσθαι καὶ πλημμελῶς δίχα ἐπιστάτου καὶ ἡγεμόνος, ἵνα μὴ καθάπερ τινὰ ἀπροστασίαστον καὶ ἀνεπιτρόπευτον ὀρφανίαν ὑποστάντες ἐρημίᾳ συμμάχων οἱ ἀφηνιασταὶ τρόποι παραπόλωνται.

οἰκειότατον γοῦν ὁ ἀσκητὴς ὑπολαβὼν ἀρετῇ τὸ ἔργον ὑπομένει „ποιμαίνειν τὰ πρόβατα Λάβαν“ (Gen. 30, 36), τοῦ χρώμασι καὶ σχήμασι καὶ συνόλως ἀψύχοις σώμασιν ἐγκειμένου, καὶ οὐχ ἅπαντα ἀλλὰ „τὰ ὑπολειφθέντα“. τί δὲ τοῦτ’ ἐστί; διττὸν εἶναι πέφυκε τὸ ἄλογον, τὸ μὲν παρὰ τὸν αἱροῦντα λόγον, ὡς ἄλογον τὸν ἄφρονά φασί τινες, τὸ δὲ κατ’ ἐκτομὴν λόγου, ὡς τῶν ζῴων τὰ μὴ λογικά.

τὰς μὲν οὖν ἀλόγους αὐτοῦ φοράς, λέγω δὲ τὰς παρὰ τὸν αἱροῦντα λόγον [*](1 μέχρι] τοῖς μέχρι Η2, μέχρι καὶ Α 2 Χετοῦρα HP κατάρχουσιν Pap UF: μετέχουσιν ceteri Ἄγαρ om. UF Χετοῦρα HP 3 σοφίαν Pap UF 5 τῇ om. Pap UF ψύχην Pap τροφῆς UF δ’ A ὦ οὗτος UF δεῖται] δεῖ UF, ’δε Pap 6 ὑπηρέτην U, ὑπηρέτει Pap 7 προγευτριδα Pap, προγαστρίδα Α ἡ om. Pap UF 8 δ’ AUF ἀεὶ] ’δει Pap, αἰεὶ U 10 ἁρμόττεται U ἀρετήν UF 11 κατανοήσας τότε· καὶ MAGHP 13 πλημελῶς GP 14 καθάπερ] καὶ περὶ U, ὡσπερεὶ F τιν’ Α ἀνεπιτρόπατον Α, ανεπιτροπον Pap 15 οἱ] οἷα MAGPH1 παραπόλλβνται Pap UP, προσαπόλλωνται L 17 ποιμαίνων MAHPL1 18 σχήμασιν GHP καὶ συνόλως om. GHP ἐκκειμένου codd. et Pap, corr. Turn. 19 ὑποληφθέντα Α τοῦτο ἐστιν Pap πέφυκεν Pap 20 ὡς ἄλογον τὸν ἄφρονα Pap UFL2: ὃν ἄφρονα ceteri φασιν Pap) [*](9 sqq. ibid. § 24 . . . Haec cura audit mens, avertit se a voluptate virtutique adiungit, veri decoris admirans gratiam, purum affectum, simplicem sententiam, mediocrem vestem. . . . itaque talibus mota elegit studia virtutis, quibus lacob vir pienus exercitationis mentem intendit suam.)

v.1.p.221
δυνάμεις, οἱ υἱοὶ Λάβαν „τριῶν ἡμερῶν ἀποστάντες ὁδὸν” (ibid.) τημελοῦσι, συμβολικῶς ἅπαντα χωρισθέντες τὸν αἰῶνα τοῦ σπουδαίου· τριμερὴς γὰρ ὁ χρόνος, ἐκ παρεληλυθότος καὶ ἐνεστῶτος καὶ μέλλοντος συνεστώς· τὰς δὲ καθ’ ἑτέραν ἐκδοχὴν ἀλόγους, οὐχ αἳ παρὰ τὸν ὀρθὸν λόγον εἰσὶν ἀλλ’ ὅσαι μὴ λογικαί, ὧν καὶ τὰ ἄλογα ζῷα κοινωνεῖ, ὁ ἀσκητὴς ἐπιμελείας ἀξιώσει, τὰ σφάλματα αὐταῖς οὐκ ἀπὸ κακίας πανούργου μᾶλλον ἢ ἀπὸ ἀμαθίας ἀναγώγου προσγεγενῆσθαι νομίζων.

ἀμαθία μὲν οὖν, ἀκούσιον καὶ κοῦφον πάθος, θεραπείαν οὐ δύσεργον ἔχει διδασκαλίαν· πανουργία δέ, ἑκούσιον ψυχῆς ἀρρώστημα, χαλεπὴν εἰ καὶ μὴ πάντως ἀνίατον ἐργάζεται τὴν ἀποτροπήν. ἅτε οὖν παρὰ πανσόφῳ πατρὶ παιδευθέντες οἱ τοῦδε υἱεῖς, κἂν εἰς τὸ Αἰγύπτιον φιλοπαθὲς σῶμα καταβῶσι καὶ τῷ σκεδαστῇ τῶν καλῶν ἐντύχωσι Φαραώ, ὃς βασιλεὺς εἶναι δοκεῖ τοῦ συγκρίτου ζῴου, μηδὲν καταπλαγέντες τῆς ἀφθόνου παρασκευῆς ὁμολογήσουσιν, ὅτι „ποιμένες προβάτων εἰσίν, οὐ μόνον αὐτοί, ἀλλὰ καὶ οἱ πατέρες αὐτῶν“ (Gen. 47, 3).

καίτοι γε οὐκ ἄν τις ἐπ’ ἀρχῇ καὶ δυναστείᾳ τοσοῦτον αὔχημά ποτε αὐχήσαι, ὅσον ἐπὶ τῷ ποιμένες εἶναι οἱ ἄνδρες οὗτοι. τοῖς μέντοι δυναμένοις λογίζεσθαι σεμνότερον βασιλείας ἐστὶ τὸ ἔργον, ἰσχῦσαι, καθάπερ πόλεως ἢ χώρας, σώματός τε καὶ αἰσθήσεων καὶ γαστρὸς καὶ τῶν μετὰ γαστέρα ἡδονῶν καὶ παθῶν τῶν ἄλλων καὶ γλώττης καὶ συνόλως ἅπαντος τοῦ [*](1 οἱ om. AF Λάβαν om. UF ἀποστάντες ὁδὸν PapUF : ὁδὸν ἀποστάντες ceteri 2 τημελλούση U, τῆ μελλούσῃ Α 3 παραλελυθοτος Pap καὶ ἐνεστῶτος om. Α, ἐξ ἐνεστῶτος F, καὶ μέλλοντος καὶ ἐνεστῶτος transp. U 4 συνεστώς add. Pap UF: ceteri ἑτέραν] ἑκατέραν UFPH1 εγδοχην Pap 5 ὅσαι] ὦσαι Pap τὰ ἄλογα] τὰ ἄλλα MAGU, τἄλλα Pap 6 σφάλματα Pap UF: σφάλματ’ ceteri ταύταις UF 7 ἀπ’ ἀμαθίας F 8 ἑκούσιον G ἀκούσιον Pap UF: ἀκούσιον ὂν ceteri οὐ δύσεργον θεραπείαν transp. F 9 διδασκαλειαν Pap 10 εἰ καὶ μὴ UF, εἰ κω δὴ (?) Pap: δὴ καὶ ceteri 11 πασσοφω Pap 12 καταβοῶσι FL2 σκεδαστῆ Pap UF: διασκεδαστῆ ceteri εὐτυχῶσι Pap 13 βασιλεύειν UF συγκρίτου UF (Pap?): συγκριτικοῦ ceteri 14 ὁμολογήσουσιν UF(Pap?): ὁμολογοῦσιν ceteri 16 γε] γ’ οὖν UF ποτε αὐχήσαι UF: αὐχήσαι ποτέ ceteri, ποτε om. Pap αὐχῆσαι M 18 ἐστιν Pap ἰσχύσαι MHP 19 αἰσθήσεως UF καὶ ante τῶν om. G 19.20 τῶν μέτα γαστέρα ἡδονῶν Pap: ἡδονῶν τῶν μετὰ γαστέρα codd. 20 καὶ ante παθῶν om. Pap) [*](15 sqq. ibid. et ideo ovium pastor indncitur (lacob), eo quod iraperitare corpori et sensibus eius ac voluptatibus ventrisque (votique vulg., corr. Mang.) modum tenere, ne velut ovis vagetur incerta, praestantius aestimatur quam regere populos vel praeesse urbibus.)

v.1.p.222
συγκρίματος εὐτόνως καὶ σφόδρα ἐρρωμένως καὶ πάλιν ἐπιεικῶς ἀφηγήσασθαι· πῇ μὲν γὰρ ἐπανιέναι δεῖ καθάπερ ἡνίοχον τοῖς ὑπεζευγμένοις τὰς ἡνίας, πῇ δὲ ἀντισπᾶν καὶ ἀναχαιτίζειν, ὁπότε πλείων ἡ πρὸς τὰ ἐκτὸς ῥύμη καὶ φορὰ σὺν ἀφηνιασμῷ γίνοιτο.

ἄγαμαι καὶ τοῦ θεσμοφύλακος Μωυσέως, ὃς μέγα καὶ λαμπρὸν ἡγούμενος τὸ ποιμαίνειν περιῆψεν ἑαυτῷ τὸ ἔργον· τῶν γὰρ τοῦ περιττοῦ Ἰοθὸρ ἐπιστατεῖ καὶ ἀφηγεῖται δογμάτων, ἄγων αὐτὰ ἀπὸ τῶν ὀχλικῶν τῆς πολιτείας σπουδασμάτων εἰς ἐρημίαν τοῦ μὴ ἀδικεῖν· „ἦγε γὰρ τὰ πρόβατα ὑπὸ τὴν ἔρημον“ (Exod. 3, 1).

παρὸ καὶ ἀκολουθεῖ „βδέλυγμα Αἰγυπτίων εἶναι πάντα προβάτων ποιμένα“ (Gen. 46,34)· τὸν γὰρ κυβερνήτην καὶ ὑφηγητὴν τῶν καλῶν ὀρθὸν λόγον βδελύττεται πᾶς φιλοπαθής, καθάπερ οἱ τῶν παίδων ἀφρονέστατοι τοὺς διδασκάλους καὶ παιδαγωγοὺς καὶ πάντα νουθετητὴν καὶ σωφρονιστὴν λόγον. Μωυσῆς δὲ „τὰ βδελύγματα Αἰγύπτου θύσειν τῷ θεῷ“ (Exod. 8, 26) φησί, τὰς ἀρετάς, ἄμωμα καὶ πρεπωδέστατα ἱερεῖα, ἃ βδελύττεται πᾶς ἄφρων. ὥστ’ εἰκότως ὁ τὰ ἄριστα ἐπὶ θεὸν ἀναφέρων Ἄβελ ποιμὴν κέκληται, ὁ δὲ ἐφ’ ἑαυτὸν καὶ τὸν ἴδιον νοῦν γῆς ἐργάτης ὁ Κάιν. τί δέ ἐστι τὸ γῆν ἐργάζεσθαι (Gen. 4, 2), διὰ τῶν προτέρων βιβλίων ἐδηλώσαμεν.

[*](1 ἀγωνίσασθαι καὶ ἀφηγήσασθαι FL2 2 τῆ Pap GH: τῆ UP, τὴν MAP ὑπανιέναι Hcorr. δεῖ] δε Pap ἡνιόχους UF, ἡνίοχος Α 3 τὰς ἡνίας UFG: ταῖς ἡνίαις ceteri πῆ Pap H: τῆ MAGF, τί U, τὴν P ὁπότε] ἀπό τε Α, ὅπως μὴ UF πλεῖον Α 4 ῥύμη scripsi: ῥώμη Pap UF, ὁρμὴ ceteri γίνοιτο U: γίγνοιτο ceteri, γένοιτο Pap ἄγαμαι καὶ Pap UFG: ἄγαμαι δὲ καὶ ceteri 5 Μωϋσέος F, Μώσεως MAGHP 6 τοῦ περιττοῦ Pap F, περιττοῦ U: περὶ τὸν ceteri 7 δογμάτων καὶ ἀφηγεῖται transp. G 8 ἐρημίαν] ἑρμηνείαν UF1L2 μὴ om. UF1 ἦγε] ἡ μὲν U τὰ om. F 9 παρὸ] παρ’ ὧ MAGHP βδελύγματα Pap 10 γὰρ] μὲν γὰρ UF 13 λόγον] ἀγαθόν UFL2 Μωσῆς MAGHP δὲ om. Pap 14 θύσιν Pap φησιν Pap 15 πρεπωδέστερα F ἱέρεα Pap βδελύττεται UF: βδελύσσεται ceteri ὥστε Pap 16 θεὸν Pap UF: τὸν θεὸν ceteri δ’ AUF αὑτὸν F 17 δ’ UF ἐστιν Pap γῆν codd.: τὴν γῆν v 18 βιβλίων Pap F: βίβλων ceteri)[*](4 sqq. ibid. . . . denique ipse sibi Legislator vindicavit hoc munus, ut oves pasceret letro, qui dicitur superfluus, et ageret in desertum, eo quod irrationabilem et superflui vulgarisque sermonis loquacitatem in discreta quaedam sobriae doctrinae coegit mysteria. ideoque Aegyptiis abominationi erant pastores ovium; omnes enim qui corporis dediti passionibus huiusmodi et voluptatibus indulgent suis, disceptatorem verbi doctoremque virtutis quadam execratione declinant. et ideo per aenigmata haec docuit Moyses, apta Deo esse sacrificia, quae refugit omnis insipiens, hoc est opera et praecepta virtutis, ideoque pastor Abel, Cain autem operator terrae legitur.)
v.1.p.223

„Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ“ (Gen. 4, 3). δύο ἐγκλήματα τοῦ φιλαύτου· ἓν μὲν τὸ „μεθ’ ἡμέρας“ ἀλλ’ οὐκ εὐθὺς εὐχαριστῆσαι θεῷ, ἕτερον δὲ τὸ

„ἀπὸ τῶν καρπῶν“ ἀλλὰ μὴ ἀπὸ τῶν πρώτων καρπῶν, ὧν σύνθετον ὄνομα πρωτογεννήματα. ἑκατέραν δὲ τῶν αἰτιῶν ἐρευνήσωμεν, καὶ προτέραν γε τὴν προτέραν τῇ τάξει.

φθάνοντας καὶ προεκτρέχοντας δεῖ πράττειν τὰ καλὰ τῶν ἔργων βραδυτῆτα καὶ μέλλησιν ἐκποδὼν ποιουμένους· ἔργον δὲ ἄριστον ἡ πρὸς τὸ πρῶτον καλὸν ἀνυπέρθετος ἀρέσκεια. διὸ καὶ προστέτακται· „ἐὰν εὔξῃ εὐχήν, μὴ χρονίσῃς ἀποδοῦναι αὐτήν“ (Deut. 23, 21). εὐχὴ μὲν οὖν ἐστιν αἴτησις ἀγαθῶν παρὰ θεοῦ, ἡ δὲ πρόσταξις τυχόντα τῶν ἐλπισθέντων στεφανῶσαι θεόν, μὴ ἑαυτόν, καὶ εἰ οἷόν τε ἀχρόνως καὶ ἀμελλητὶ στεφανῶσαι.

τῶν δὲ μὴ κατορθούντων ἐν τούτῳ οἱ μὲν διὰ λήθην ὧν εὖ πεπόνθασι μεγάλου κτήματος εὐχαριστίας ἐσφάλησαν, οἱ δὲ ὑπὸ σφοδρᾶς οἰήσεως ἑαυτοὺς [*](1 ἤνεγκεν Pap τῶν καρπῶν Pap UF: τοῦ καρποῦ ceteri 2 θυσίαν Pap DF: δῶρον ceteri κυρίῳ] θεῶ UF 3 ἄλλα οὐκ Pap, ἀλλὰ μὴ UF θεῶ Pap U: τῶ θεῶ ceteri 4 σύνθετον] συνέθεντο MAPH1, συνέθετο G 5 πρωτογενήματα ’ αἰτίων F ἐρευνήσομεν G 6 προτέραν γε codd. et Pap: πρότερόν γε v τὴν προτέραν om. Α δεῖ Pap UFL2: ἀεὶ ceteri 7 μέλησιν UF 8 δ’ Α 9 μὴ χρονίσῃς scripsi: μὴ χρονίσαι Pap DF, οὐ χρονίσεις ceteri κροτήσεις A) 11 θεοῦ Pap UF: τοῦ θεοῦ ceteri post θεοῦ Mang. lacunam statuit ex Ambrosio supplendam τυχόντα Pap UF: ἐπιτυχόντα ceteri 12 καὶ μὴ ἑαυτόν MAP ἀχρόνως] εὐτόνως G ἀμελητὶ UFP 13 πεπόνθασιν Pap μεγάλου Pap UF: μεγάλου καλοῦ MAGH, μεγάλου κακοῦ P, μεγάλου καὶ καλοῦ Mang. 14 οἱ δ’ ἀπὸ DF αὐτοὺς F) [*](1 sqq. ibid. I 7,25 Et factum est post dies, obtulit Cain ex fructibus terrae munus Domino. Duplex culpa, uua quod post dies obtulit, altera quod ex fructibus, non ex primis fructibus. sacrificium autem et celeritate coramendatur et gratia. unde praeceptum est: si voveris votum, non facias moram reddere illud. melius est enim non vovere votum quam vovere et non reddere; cum enim moram facis, non reddis. votura est autem postulatio bonorum a Deo cum solvendi muneris promissione. et ideo cum impetraveris quod petisti, ingrati est tardare promissum. sed interdum aut neglegentibus irrepit oblivio impetratorum aut tumidis et elatis arrogare eventus sibi: hebetjs cordis est et bonum quod agit vel quod a Deo consequitur propriis virtutibus vindicare nec auctoris deputare gratiae, sed ipsum se suorum bonorum auctorem ducere. tertium genus est peccati quidem minoris sed supparis arrogantiae, eorum scilicet qui datorem bonorum Deum non negant, sed quae acciderint ea sibi propter prudentiam suam ceterarumque merita virtutum iure delata arbitrantur, propterea etiam divina dignos habitos gratia, quod nequaquam viderentur indigni quibus talia divinis beneficiis provenirent.)

v.1.p.224
τῶν συμβεβηκότων ἀγαθῶν αἰτίους ἐνόμισαν, ἀλλ’ οὐ τὸ ὄντως αἴτιον, τρίτοι δ’ εἰσὶν οἳ τούτων μὲν κουφότερον ἁμάρτημα τῶν δὲ προτέρων βαρύτερον δρῶσιν· ἀναγράφοντες γὰρ αἴτιον τῶν καλῶν τὸν ἡγεμόνα νοῦν φασιν εἰκότως τυχεῖν αὐτῶν, εἶναι γὰρ φρόνιμοι καὶ ἀνδρεῖοι καὶ σώφρονες καὶ δίκαιοι, ὥστε ἄξιοι διὰ ταῦτα καὶ παρὰ θεῷ χαρίτων

νομισθῆναι. πρὸς ἕκαστον οὖν ὁ ἱερὸς λόγος ἀντιταχθείς φησι πρώτῳ τῷ μνήμην μὲν ἀνῃρηκότι λήθην δὲ ζωπυροῦντι· „μὴ φαγών, ὦ οὗτος, καὶ ἐμπλησθεὶς καὶ οἰκίας καλὰς οἰκοδομήσας καὶ κατοικήσας καὶ τῶν προβάτων σου καὶ βοῶν αὐξηθέντων καὶ ἀργυρίου καὶ χρυσίου καὶ πάντων ὅσα σοί ἐστι πληθυνθέντων ὑψωθῇς τῇ καρδίᾳ καὶ ἐπιλάθῃ κυρίου τοῦ θεοῦ σου“ (Deut. 8,12 — 14). πότε οὖν οὐκ ἐπιλήσῃ θεοῦ; ὅταν μὴ ἐπιλάθῃ σεαυτοῦ· μεμνημένος γὰρ τῆς ἰδίου περὶ πάντα οὐδενείας μεμνήσῃ καὶ τῆς τοῦ θεοῦ περὶ πάντα ὑπερβολῆς.

τὸν δὲ ἑαυτὸν νομίζοντα τῶν συμβαινόντων ἀγαθῶν αἴτιον σωφρονίζει τὸν τρόπον τοῦτον· „μὴ εἴπῃς,“ φησίν „ἡ ἰσχύς μου ἢ τὸ κράτος τῆς χειρός μου ἐποίησέ μοι πᾶσαν τὴν δύναμιν ταύτην· ἀλλὰ μνείᾳ [*](1 ὄντος Α 2 δ’ εἰσὶν Pap U: δέ εἰσιν ceteri κουφότεροι ἁμαρτημάτων UF 3 τῶν καλῶν αἴτιον transp. F, τὸν καλῶν αἴτιον U 4 νοῦν add. Pap: om. codd. 5 ὥστ’ UF ἄξιοι διὰ] ἄξιον ἴδια F 6 ἀντιταχθεὶς λόγος transp. UF 7 πρώτω τῶ Pap UF: τῶ πρώτω ceteri μὲν μνήμην transp. Α δὲ] τὲ MAGP 8 οὗτος] αὐτὸς Pap καλὰς] μεγάλας Pap 9 σου] σοι F ἀργύρου UF χρυσοῦ F 10 ἐστιν Pap F πληθυνθέντων om. Pap UF ὑψωθεὶς Α 11 κυρίου — ἐπιλάθῃ (12) om. HPLi οὐκ om. Pap (?) επιλησθηση Pap θεοῦ] σύ UFL2 12 σαυτοῦ UF ἰδίου Pap F: ἰδίας ceteri περὶ] παρὰ HP 13 οὐθενείας MA 14 αὐτὸν Pap, αὑτὸν P ἀγαθῶν om. Pap 16 ἐποίησεν Pap) [*](6 sqq. ibid. § 26 Ne quid ergo huiusmodi accidat, unde votum tuum tibi in peccatum fiat, lex te informavit atque instruxit, dicente Domino qui legem dedit: Attende tibi, ne obliviscaris beneficia Domini tui . . . ne cura manducaveris et repletus fueris et cum domos bonas aedificaveris et habitare coeperis in eis, et oves tuae et boves tui cum repleti fuerint et cunt aere argento et auro completus fueris et omnia possidere coeperis et plena fuerint horrea tua, exaltes cor tuum et obliviscaris Dominum Deum tuum. tunc ergo oblivisceris Dominum, cum oblitus fueris tni. si autem cognoseas infirmnm te esse, cognosces Deum esse supra omnia, et immemor esse non poteris, nt ei reverentiam debitam solvas. 13 sqq. ibid. § 27 Disce nunc quemadmodum unusquiscfue moneatur, ne se ipse auctorem suorum putet bonorum. Ne dicas, inquit, in corde tuo: virtus mea et potentia mea fecit mibi virtutem banc magnam: sed in mente tna habebis Dominum Deum tuum, quoniam ipse dat vires, ut facias virtutes.)

v.1.p.225
μνησθήσῃ κυρίου τοῦ θεοῦ σου τοῦ διδόντος σοι ἰσχὺν ποιῆσαι δύναμιν“ (Deut. 8, 17. 18).

ὁ δὲ ἀξιόχρεων ἑαυτὸν ὑπολαμβάνων κτήσεως καὶ ἀπολαύσεως ἀγαθῶν χρησμῷ μεταδιδαχθήτω λέγοντι· „οὐχὶ διὰ τὴν δικαιοσύνην σου οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου εἰσπορεύῃ τὴν γῆν κληρονομῆσαι αὐτήν, ἀλλὰ“ πρῶτον μὲν „διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν τούτων“, ὄλεθρον κακίαις ἐπάγοντος θεοῦ, ἔπειθ’ „ἵνα στήσῃ τὴν διαθήκην, ἣν ὤμοσε τοῖς πατράσιν ἡμῶν“ (Deut. 9, 5). διαθήκη δ’ ἐστὶ θεοῦ συμβολικῶς αἱ χάριτες αὐτοῦ, θέμις δὲ οὐδὲν ἀτελὲς αὐτῷ χαρίζεσθαι, ὥσθ’ ὁλόκληροι καὶ παντελεῖς αἱ τοῦ ἀγενήτου δωρεαὶ πᾶσαι· ὁλόκληρον δὲ ἐν τοῖς οὖσιν ἀρετὴ καὶ αἱ κατ’ ἀρετὴν πράξεις.

ἐὰν οὖν λήθην καὶ ἀχαριστίαν καὶ φιλαυτίαν καὶ τὴν γεννητικὴν τούτων κακίαν ἀνέλωμεν οἴησιν, οὐκέτι διαμέλλοντες ὑστεριοῦμεν γνησίου θεραπείας, ἀλλ’ ὑπερτροχάζοντες καὶ ὑπερπηδῶντες τὰ ἐν γενέσει, πρὶν ἀσπάσασθαί τι τῶν θνητῶν, ἐντευξόμεθα τῷ δεσπότῃ παρεσκευακότες ἑτοίμους τὰ κελευόμενα ποιεῖν ἑαυτούς.

καὶ γὰρ Ἀβραὰμ μετὰ σπουδῆς καὶ τάχους καὶ προθυμίας πάσης ἐλθὼν παρακελεύεται τῇ ἀρετῇ Σάρρᾳ σπεῦσαι καὶ φυρᾶσαι τρία μέτρα σεμιδάλεως καὶ ποιῆσαι ἐγκρυφίας (Gen. 18, 6), ἡνίκα ὁ θεὸς δορυφορούμενος ὑπὸ δυεῖν τῶν [*](1 τοῦ θεοῦ σου om. UF, σου om. MAG σοι om. G δύναμιν om. F 2 δ’ AUF αξιοχρεωι Pap, ἀξιόχρεω F κτήσεων HPL1 2. 3 καὶ ἀπολαύσεως om. UF 3 μεταδιδαχθῆ τῶ U 4 διὰ om. GHP1 τὰ ὁσιότητα Pap εἰσπορεύη UF (Pap?): εἰσέρχῃ εἰς ceteri 6 κακίαις Pap UF: κακίας ceteri τοῦ θεοῦ HP ἔπειθ’ UF: ἔπειτ’ Pap, ἔπειτα ceteri στήσῃς H 7 διαθήκην] δικαιοσύνην G ὤμοσεν Pap ὑμῶν Η corr. δ’ Pap UF: δέ ceteri 8 ἐστιν Pap συμβολικῶς θεοῦ traasp. Α δ’ AUF 9 ὥστε UF ἀγεννήτου MAGU 10 δὲ] δ’ AUF, καὶ Pap αἱ κατ’ ἀρετὴν πράξεις Pap UF: ἡ κατ’ αὐτὴν πρᾶξις ceteri 11 γεννητικὴν Mang.: γενικὴν Pap et codd. 12 κακίαν] κακῶν coni. Markland (melius τῶν κακιῶν) ἀνέλωμεν] ἑλόμενοι MAH1P1, ἀνελόμενοι P2 ὑστεροῦμεν UH1 13 ἐπιτροχάζοντες UF 15 ἑτοίμως UF ποιεῖν ἑαυτούς Pap U, ποιεῖν ἑαυτοῖς F: ἑαυτοὺς ante ἑτοίμους transp. ceteri 16 παρακελεύει Pap 18 ὁ θεὸς Pap UFL2: ὁ om. ceteri δυοῖν AP) [*](2 sqq. ibid. § 28 Ille quoque qui se iustificat, ne infletur cordis sui tumore, et ipse accepit salubre mandatum, in huiusmodi sententiam resultante oraculo: . . . non propter iustitiam tuam, non propter bonitatem tuam nec propter aequitatem cordis tui intras possidere terram istam, sed propter iniquitatem gentium disperdet eos Dominus a conspectu tuo et restituet testamentum tuum quod iuravit patribus vestris. testamentum perfecta Dei gratia est: nihil enim imperfectum dat Deus; perfecta autera virtus est et opera virtutis.)

v.1.p.226
ἀνωτάτω δυνάμεων ἀρχῆς τε αὖ καὶ ἀγαθότητος εἷς ὢν ὁ μέσος τριττὰς φαντασίας ἐνειργάζετο τῇ ὁρατικῇ ψυχῇ, ὧν ἑκάστη μεμέτρηται μὲν οὐδαμῶς — ἀπερίγραφος γὰρ ὁ θεός, ἀπερίγραφοι δὲ καὶ αἱ δυνάμεις αὐτοῦ —, μεμέτρηκε δὲ τὰ ὅλα· ἡ μὲν οὖν ἀγαθότης αὐτοῦ μέτρον ἀγαθῶν ἐστιν, ἡ δὲ ἐξουσία μέτρον ὑπηκόων, ὁ δὲ ἡγεμὼν αὐτὸς ἁπάντων καὶ σωμάτων καὶ ἀσωμάτων, δι’ ὃν καὶ αἱ δυνάμεις κανόνων καὶ παραπηγμάτων λαβοῦσαι λόγον τὰ μεθ’ αὑτὰς ἐσταθμήσαντο.

τὰ δὴ τρία μέτρα ταῦτα καλὸν ἐν ψυχῇ ὥσπερ φυραθῆναί τε καὶ συνενεχθῆναι, ἵνα πεισθεῖσα τὸν ἀνωτάτω εἶναι θεόν, ὃς ὑπερκέκυφε τὰς δυνάμεις ἑαυτοῦ καὶ χωρὶς αὐτῶν ὁρώμενος καὶ ἐν αὐταῖς ἐμφαινόμενος, δέξηται χαρακτῆρας ἐξουσίας τε καὶ εὐεργεσίας αὐτοῦ καὶ τῶν τελείων μύστις γενομένη τελετῶν μηδενὶ προχείρως ἐκλαλῇ τὰ μυστήρια, ταμιευομένη δὲ αὐτὰ καὶ ἐχεμυθοῦσα ἐν ἀπορρήτῳ φυλάττῃ· γέγραπται γὰρ „ἐγκρυφίας ποιεῖν“, ὅτι κεκρύφθαι δεῖ τὸν ἱερὸν περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον, ἐπεὶ θείων παρακαταθήκην [*](1 αὖ] αὐτοῦ DF εἷς ὢν] εἰς ὃν UH1 2 ὧ Α 3 οὐδαμῶς] οὐδ’ ὣς DF ἀπερίγραφος γὰρ ὁ θεός om. MAGHPL1U ἀπόγραφος et απογραφοι Pap δὲ] γὰρ MGHPL1, om. Α 4 μεμέτρηκεν Pap δὲ] γὰρ F 5 ἀγαθῶν] ἀγίων DFL2 ἡ δ’ AF ὁ δ’ ADF 6 καὶ ante σωμάτων om. MAGHP δι’ ὂν Pap: δι’ ὧν DF, διὸ ceteri 7 παραπηγμάτων Pap F: παραταγμάτων U, παραγγελμάτων ceteri λαβοῦσα Α μεθ’ αὐτὰς Pap F: μετ’ αὐτὰ D, μετὰ ταύτας ceteri ἐσταθμίσαντο MF 8 δὴ Pap: δὲ DF, μὲν δὴ ceteri μέρη FL2 φυρανθηναι Pap, εὐφρανθῆναι DF συνενεγχθῆναι v 9 πεισθεῖσα] τυπωθεῖσα Pap UFL2 τὸν ἀνωτάτω] τὸν κατὰ τὸ Pap DF ὃς ὑπερκέκυφε] ὅσονπερ κεκάλυφε DF 10 ἑαυτοῦ Pap DF: αὐτοῦ ceteri αὐταῖς Pap DF: ταύταις ceteri ενφραινομενος Pap 12 μύστης G μυστήρια Pap DF: θεῖα μυστήρια ceteri 13 δ’ MAGHP 14 ἀγενήτου Pap F: ἀγεννήτου ceteri 15 λόγων Pap ἐπεὶ θείων] ἐπιθύων Α) [*](3—4 ibid.I 8,30 ... tres mensuras offert similaginis; nam etsi immensus Deus, mensiiram omnium tenet. 14 Cletn. Alex. Strom. V 694 P. . . . καὶ μή τι τοῦτ’ ἦν ὃ ᾐνίσσετο ὁ προφήτης, ἐγκρυφίας κελεύων ποιεῖν ἀζύμους, μηνύων ὅτι τὸν ἱερὸν ὡς ἀληθῶς περὶ τοῦ ἀγενήτου καὶ τῶν δυνάμεων αὐτοῦ μύστην λόγον ἐπικεκρύφθαι δεῖ. Amhros. de Abrah. 1 5,38 Consperge, inquit, tres mensuras similaginis et fac subcinericia. graece ἐγκρύφια dicuntur, hoc est abscondita, eo quod latere debeat omne mysterium et quasi operiri fido silentio, ne profanis temere divulgetur auribus. Idem de Cain et Ahel 1 9,35 Est etiam illa commendandae orationis et voti disciplina, ut non divulgemus orationem, sed abscoudita teneamus mysteria, sicut tenuit Abrahaui, qui subcinericia fecit. tenuerunt et patres qui coxere conspersum quod extulerant de Aegypto, subciuericia facientes azyma, quae graece ἐγκρύφια dicuntur, eo quod abscondantur in cinere . . ., mysteriorum quoque innuentes premendam esse doctrinam.)

v.1.p.227
ὀργίων οὐ παντός ἐστι φυλάξαι.

τὸ γὰρ τῆς ἀκράτορος ψυχῆς νᾶμα ἔξω ῥέον διὰ στόματός τε καὶ γλώττης πάσαις ἀκοαῖς ἐπαντλεῖται, ὧν αἱ μὲν εὐρυχώρους δεξαμενὰς ἔχουσαι τὸ ἐπεισχεόμενον φυλάττουσιν, αἱ δὲ διὰ στενότητα πόρων ἀδυνατοῦσιν ἄρδεσθαι· τὸ δ’ ὑπερβλύζον ἀκατασχέτως ἐκχεόμενον σκίδναται πάντῃ, ὡς ὑπαναπλεῖν καὶ ἐπινήχεσθαι τὰ κεκρυμμένα καὶ φορυτοῦ τρόπον εἰκαίου τὰ πάσης ἄξια σπουδῆς μετὰ συρμοῦ καταφέρεσθαι.

παρό μοι δοκοῦσιν ὀρθῶς βεβουλεῦσθαι οἱ πρὸ τῶν μεγάλων τούτων τὰ μικρὰ μυστήρια μυηθέντες· „ἔπεψαν γὰρ τὸ σταῖς αὐτῶν, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύμους“ (Exod. 12, 39), τουτέστι τὸ ἀτίθασον καὶ ὠμὸν πάθος κατειργάσαντο ὥσπερ τροφὴν λόγῳ πεπαίνοντι, καὶ τὸν τρόπον τῆς πεπάνσεως καὶ βελτιώσεως ἔκ τινος θείας κατοκωχῆς γεγενημένον οὐκ ἐξελάλησαν, ἀλλὰ ἐν ἀποκρύφοις αὐτὸν ἐθησαυρίσαντο, οὐκ ἐπαρθέντες τῇ τελετῇ, ὑπενδόντες δὲ καὶ ταπεινωθέντες τὸ αὔχημα.

πρὸς οὖν εὐχαριστίαν καὶ τιμὴν τοῦ παντοκράτορος εὔζωνοι καὶ εὐτρεπεῖς ἀεὶ γινώμεθα μέλλησιν παραιτούμενοι. καὶ γὰρ τὸ Πάσχα, τὴν ἐκ παθῶν εἰς ἄσκησιν ἀρετῆς διάβασιν, προστέτακται ποιεῖσθαι „τὰς ὀσφῦς περιεζωσμένους“ ἑτοίμως πρὸς ὑπηρεσίαν ἔχοντας, καὶ τὸν σάρκινον ὄγκον, „τὰ ὑποδήματα“ λέγω, περιειληφότας ἀκλινῶς καὶ παγίως ἑστῶσι [*](1 ἐστιν Pap τῆς om. Pap 2 νᾶμ’ M γλώσσης F ἐπαντλεῖν τε U, διαντλεῖται Α 3 επισχεομενον Pap, ἐπεισχεόμενον U: ἐπιχεόμενον ceteri φυλάττουσιν Pap F: φυλάττουσιν ἀρεσκείᾳ καὶ παγίωι (sic)M, φυλάττουσιν ἀρεσκείᾳ ceteri 4 υπερβλυον Pap 5 ὑπανατλεῖν G, ἐπαναπλεῖν Η corr. 6 φόρτου Pap 8 οἱ] τὰ Pap 9 πέψαν HP, ἔπεμψαν FL τὸ om. UF σταῖς] ταῖς UF, στᾶς M αὐτῶν codd.: αὑτῶν v ἐξ Pap F: ἀπ’ ceteri 10 τουτεστιν Pap ἀτίθασσον AGUF 11 κατείργασται P λόγων P πεπαίνοντες GH 12 κατοκωχῆς Pap: κατακωχῆς codd. 13 ἀλλὰ Pap M: ἀλλ’ ceteri αὐτὸν Pap UF: αὐτῶν MAGP, αὐτῶν H corr. ἐθησαυρίσαντο Pap UF: ἐθησαύρισαν ceteri 14 τελευτὴ GU 15 εὐπρεπεῖς F ἀεὶ add. Pap UF: om. ceteri 16 γινόμεθα M, γενώμεθα Α μέλησιν U τὸ] τὰ F τὴν] τοῖς PH corr. 17 διάβασιν codd.: διαβᾶσιν v 18 ἔχοντες Pap καὶ] καὶ γὰρ Pap σαρκικὸν Pap 19 λέγω Markland: λόγω codd. et Pap ἑστῶτες Pap; ἑστῶτας coni. Wendl.) [*](14 sqq. Amhros. de Cain et Abel 1 8,31 ... iustus igitur Yotum suum celeritate commendat. et patres nostri festinautes manducabant Pascha, succincti lumbos et pedes suos calceamentorum induti vinculis et tamquam corporeum onus deponentes, ut essent parati ad transitum; Pascha enim Domini transitus est a passionibus ad exercitia virtutis, et ideo Pascha Domini dicitur.)

v.1.p.228
„τοῖς ποσί“, καὶ τὴν παιδείαν „διὰ χειρὸς“ ἔχοντας „ῥάβδον“ πρὸς τὴν τῶν ἐν τῷ βίῳ πραγμάτων πάντων ἄπταιστον κατόρθωσιν, καὶ τὸ τελευταῖον „μετὰ σπουδῆς” ἐντραφῆναι (Exod. 12, 11)· διάβασις γάρ ἐστιν οὐ θνητή, ἐπεὶ τοῦ ἀγενήτου καὶ ἀφθάρτου τὸ Πάσχα εἴρηται· καὶ σφόδρα προσηκόντως· οὐδὲν γάρ ἐστι τῶν καλῶν, ὃ μὴ θεοῦ τε καὶ θεῖον.