De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
πάντ’ οὖν ὁρᾷς τὰ ἀγαθὰ ἐκ πόνου καθάπερ ἐκ ῥίζης μιᾶς ἐκπεφυκότα καὶ βλαστάνοντα· ὃν μήποτε ὑπομείνῃς μεθέσθαι, λήσῃ γὰρ ἅμ’ αὐτῷ καὶ σωρὸν ἀθρόον ἀγαθῶν μεθέμενος. ὁ μὲν γὰρ τοῦ σύμπαντος ἡγεμὼν οὐρανοῦ τε καὶ κόσμου καὶ ἔχει καὶ παρέχει οἷς ἂν ἐθέλῃ τὰ ἀγαθὰ μετὰ πάσης εὐμαρείας, ἐπεὶ καὶ τὸν τοσοῦτον κόσμον ἄνευ πόνων πάλαι μὲν εἰργάζετο, νυνὶ δὲ καὶ εἰσαεὶ συνέχων οὐδέποτε λήγει — θεῷ γὰρ τὸ ἀκάματον ἁρμοδιώτατον —, θνητῷ δὲ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται, ἵνα καὶ ταύτῃ