De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ὁποῖον γὰρ ἂν ἐθέλῃς ἑλοῦ τῶν ἀγαθῶν, καὶ τοῦθ’ εὑρήσεις πόνῳ περιγινόμενόν τε καὶ βεβαιούμενον· εὐσέβεια καὶ ὁσιότης ἀγαθά, ἀλλ’ οὐκ ἄνευ θεραπείας θεοῦ τυχεῖν αὐτῶν δυνάμεθα, θεραπεία δὲ ταῖς ἐν πόνοις φιλοτιμίαις συνέζευκται· φρόνησις καὶ ἀνδρεία καὶ δικαιοσύνη καλαὶ πᾶσαι καὶ τέλεια ἀγαθά, ἀλλ’ οὐ τῇ ῥᾳστώνῃ ταῦτα ληπτά, ἀγαπητὸν δέ, εἰ συνεχέσι ταῖς ἐπιμελείαις ἐξευμενισθήσονται· τὴν πρὸς θεὸν καὶ ἀρετὴν ἀρέσκειαν ὥσπερ τινὰ ἔντονον καὶ σφοδρὰν ἁρμονίαν οὐ δυνηθὲν τὸ πάσης ψυχῆς ὄργανον ἐνεγκεῖν ἀνείθη καὶ ἐχαλάσθη πολλάκις, ὡς ἀπὸ τῶν ἄκρων ἐπὶ τὰς μέσας καταβῆναι τέχνας· ἀλλ’ ὅμως κἂν ταῖς μέσαις πολὺς ὁ κάματος·
ἴδε τοὺς τῶν ἐγκυκλίων καὶ τῶν λεγομένων προπαιδευμάτων ἀσκητὰς ἅπαντας· ἴδε τοὺς γεωπόνους καὶ ὅσοι τὸν βίον ἔκ τινων ἐπιτηδεύσεων πορίζουσιν· οὗτοι τῶν φροντίδων οὐ μεθ’ ἡμέραν οὐ νύκτωρ ἀφίστανται, [*](1 ἁπάσης Pap UFD: πάσης ceteri ἐνέδειξεν D καλῶν] ἀγαθῶν D 2 θνητῶν Pap o φωτὸς ἄνευ transp. H ὀμμάτων] σχημάτων M 4 ὄψεων UF 5 τὸ om. Pap τὸ φῶς] σοφῶς G ὦ συνάγεται UFL2, ὦι καὶ συνάγεται Pap: ὡς οὖν ἀπαιτεῖ ceteri; ᾦ συνάπτεται coni. Mang. χρώματα Pap 6 ἐπὶ σκότους] ἐπισκοτοῦσα UF δὲ F, δ’ U: γὰρ ceteri, om. Pap 7 καὶ om. Pap UF 7. 8 ἀντιλαμβάνεσθαι ἀδυνατεῖ scripsi: ὁτιοῦν ἀντιλαμβάνεσθαι ἀδυνατεῖ MAGHP, ἀδυνατεῖ λαμβάνεσθαι Pap UF 8 προσχρησάμενος F συνεργως Pap 9 ἱδρυνθεὶς FL2 11 ἔαν Pap θέλῃς Pap MAG 12 τοῦτο UF πόνῳ om. P 13 εὐσέβεια δὲ HP τυχεῖν θεοῦ transp. U 14 δέ] μὲν Α ἐμπόνοις MAUF 15 φρόνησις δὲ AP καὶ ante ἀνδρεία om. F ἀνδρία AG 16 οὐ τῆ ῥαστώνη ταῦτα ληπτά U: οὐθέτερα λημπτα Pap, οὕτη (sic) ληπτά F, οὐχ ἀπλῶς ληπταί ceteri δ’ UF συνεχέσιν Pap 17 ἀξευμαρισθήσονται coni. Mang. τον θέον Pap καὶ om. F ἀρέτης Pap καὶ ἀρέσκειαν G 18 ἔντονον Pap UF: σύντονον ceteri ψυχῆς om. L 19 ἀνέθη MGP, ἀνείθη Α 20 κἀν AF: κἄν ceteri 21 ἴδε καὶ F 22 γεωπόνους Pap UF: γεηπόνους ceteri ἐπιτηδεύσεων Pap UF: ἐπιτηδευμάτων ceteri)
πολλάκις. ἀλλ’ ὥσπερ τοῖς ψυχὴν τὴν ἑαυτῶν ἵλεων σπουδάζουσι λαβεῖν θεραπευτέον ἐξ ἀνάγκης τὰς ψυχῆς ἀρετάς, οὕτως καὶ τοῖς ἵλεων τὸ σῶμα ἔχειν προαιρουμένοις θεραπευτέον ὑγίειαν καὶ τὰς συγγενεῖς αὐτῇ δυνάμεις, καὶ δῆτα θεραπεύουσι μετ’ ἀνηνύτων καὶ ἀπαύστων πόνων οἷς φροντὶς εἰσέρχεται τῶν ἐν αὐτοῖς δυνάμεων, ἐξ ὧν συνεκρίθησαν.
πάντ’ οὖν ὁρᾷς τὰ ἀγαθὰ ἐκ πόνου καθάπερ ἐκ ῥίζης μιᾶς ἐκπεφυκότα καὶ βλαστάνοντα· ὃν μήποτε ὑπομείνῃς μεθέσθαι, λήσῃ γὰρ ἅμ’ αὐτῷ καὶ σωρὸν ἀθρόον ἀγαθῶν μεθέμενος. ὁ μὲν γὰρ τοῦ σύμπαντος ἡγεμὼν οὐρανοῦ τε καὶ κόσμου καὶ ἔχει καὶ παρέχει οἷς ἂν ἐθέλῃ τὰ ἀγαθὰ μετὰ πάσης εὐμαρείας, ἐπεὶ καὶ τὸν τοσοῦτον κόσμον ἄνευ πόνων πάλαι μὲν εἰργάζετο, νυνὶ δὲ καὶ εἰσαεὶ συνέχων οὐδέποτε λήγει — θεῷ γὰρ τὸ ἀκάματον ἁρμοδιώτατον —, θνητῷ δὲ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται, ἵνα καὶ ταύτῃ
τὸ μακάριον ἐν τοῖς οὖσι μόνον ὁ θεὸς εὐδαιμονίζηται. δοκεῖ γάρ μοι πόνος τὴν αὐτὴν προσφέρεσθαι δύναμιν τροφῇ· καθάπερ γοῦν αὕτη τὸ ζῆν ἐξήρτηκεν ἑαυτῆς συναρτήσασα καὶ τὰ ἐν τῷ ζῆν ἅπαντα ἔργα τε καὶ πάθη, οὕτως καὶ πόνος ἐκκεκρέμακεν ἑαυτοῦ τὰ ἀγαθά. ὥσπερ οὖν τοῦ ζῆν τοῖς γλιχομένοις τροφῆς οὐκ ἀμελητέον, οὕτως τοῖς [*](1 αἰεὶ UF τὸ] τον Pap 2. 3 πολλάκις ἀντικαταλλάττεσθαι transp. U 3 VXeio codd. et Pap 4 ψυχῆς] ψυχικὰς Pap, τῆς ψυχῆς v 5 ἵλεω codd. ὑγίειαν Pap F: ὑγείαν ceteri 6 αὐτῆς UF, αὐτῶ HP δυνάμεις om. Pap UF καὶ δῆτα Pap UF: αἱ δῆτα MAPH1, ἅς δῆτα GH2, ὡς δῆτα coni. Wendl. μετὰ Pap U 7 αὑτοῖς Η corr. 8 συνεκράθησαν HL1 πάντ’ Pap AUF: πάντα ceteri ὅρα D τἀγαθὰ U 9 ῥίζης μιᾶς Pap UFD: μιᾶς ῥίζης ceteri 10 ἀθρόων Pap, ἀθρόον om. D, ἀγαθῶν ἀθρόον transp. U μεταθέμενος D 11 τε καὶ κόσμου om. Pap UF 12 ἐάν MHP θέλῃ Pap, ἐθέλοι Α τἀγαθὰ U ἐπεὶ καὶ] καὶ ἔπι Pap 13 νυνὶ] νυνὶ εἰ Pap εἰς ἀεὶ M, εἰ ἀεὶ F 14 λέγει Α γὰρ scripsi : δὲ codd. et Pap, μὲν D, om. F ἁρμονιώτατον Pap F δ’ UF 15 οὐδὲν U ἀγαθοῦ Pap UFD: ἀγαθῶν ceteri καὶ Wendl.: κἄν codd. 16 μόνον Pap UF: μόνος ceteri εὐδαιμονίζεται G 17 τροφῆς UF γοῦν scripsi : οὑν codd. 18 αὐτὴ U, αὐτὴ F 19 τε καὶ UF: τε om. ceteri 20 του ζῆν τοῖς γλιχομένοις Pap: τοῖς γλιχομένοις τοῦ ζῆν codd.) [*](8 — 10 DR fol. 274r Φίλωνος:) πάντα — μεταθέμενος. 14 — 15 ibid. θεῷ μὲν — δεδώρηται. 14 — 15 Anton. Mel. II 45 Col. 1124 (Φίλωνος:) θνητῷ γὰρ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται.)
οὕτως καὶ γενέσει νεώτερος ὢν πρεσβύτερος νομισθήσῃ καὶ τῶν πρεσβείων ἀξιωθήσῃ· ἐὰν δὲ βελτιούμενος ἀεὶ πρὸς τέλος ἀφίκῃ, οὐ μόνον σοι τὰ πρεσβεῖα ὁ πατὴρ ἀλλὰ καὶ τὰ πατρῷα χαριεῖται πάντα, καθάπερ καὶ τῷ τὰς ἕδρας τοῦ πάθους καὶ βάσεις πτερνίζοντι Ἰακώβ, ὃς ὡμολόγησεν ὃ ἔπαθεν εἰπὼν „ὅτι ἠλέησέ με ὁ θεός, καὶ ἔστι μοι πάντα“ (Gen. 33,11), δογματικῶς ἅμα καὶ παιδευτικῶς· ἐν γὰρ τῷ τοῦ θεοῦ ἐλέῳ τὰ πάντα ὁρμεῖ.