De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
πρὶν δὲ περὶ τῶν ἰδίων ἄρξασθαι, ὅσα ἂν ἐνδέχηται τῶν ὑπ’ ἐκείνης ἡσυχασθέντων ὑπομνήσω· εἰποῦσα γὰρ περὶ ὧν ἐθησαυρίσατο χρωμάτων φωνῶν ἀτμῶν χυλῶν ποιοτήτων δυνάμεων τῶν κατὰ ἁφὴν καὶ πᾶσαν αἴσθησιν καὶ τῷ τῆς ἀκροάσεως ἐφηδύνασα προσαγωγῷ τὰς ἄλλας νόσους καὶ κῆρας ἑαυτῆς οὐκ ἐμήνυσεν, αἷς ἐξ ἀνάγκης ἐκεῖνα αἱρούμενος χρήσῃ, ἵνα αὔρᾳ τινὸς ὠφελείας ἐπαρθεὶς ἐντὸς ἀρκύων ληφθῇς.