De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἑρμηνεύεται γὰρ ἀναφέρων ἐπὶ θεόν. ἀμφοτέρας μὲν οὖν τὰς δόξας ὠδίνει μία ψυχή· ἀνάγκη δὲ αὐτάς, ὅταν ἀποκυηθῶσι, διακριθῆναι· συνοικεῖν γὰρ πολεμίους ἄχρι παντὸς ἀμήχανον. ἕως μὲν οὖν οὐκ ἔτεκεν ἡ ψυχὴ τὸ φιλόθεον δόγμα τὸν Ἄβελ, διῃτᾶτο τὸ φίλαυτον ὁ Κάιν ἐν αὐτῇ· ὁπότε δὲ τὴν πρὸς τὸ αἴτιον ὁμολογίαν ἐγέννησε, τὴν πρὸς τὸν δοκησίσοφον νοῦν ἐξέλιπε.