De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
τούτων ἀκούσασα ἢ ἑτέρα — καὶ γὰρ ἐν ἀποκρύφῳ μὲν ἐν ἐπηκόῳ δὲ εἱστήκει —, δείσασα μή ποτε λαθὼν ὁ νοῦς αἰχμάλωτος ἀνδραποδισθεὶς ἀπαχθῇ τοσαύταις δωρεαῖς καὶ ὑποσχέσεσιν, ἔτι καὶ πρὸς τὴν ὄψιν ἐνδοὺς εὖ καὶ ποικίλως ἐπὶ ἀπάτῃ τετεχνιτευμένην — διὰ γὰρ τῶν περιάπτων καὶ μαγγανειῶν ἔνυττεν, ἐκήλει, γαργαλισμοὺς ἐνειργάζετο —, παρελθοῦσα ἐξαίφνης ἐπιφαίνεται ἐλευθέρας καὶ ἀστῆς προσφερομένη πάντα, σταθερὸν βάδισμα, ἠρεμαιοτάτην ὄψιν, χρῶμα καὶ τὸ αἰδοῦς καὶ τὸ σώματος ἀκιβδήλευτον, ἀψευδὲς ἦθος, ἀνόθευτον βίον, ἀποίκιλον γνώμην, λόγον οὐ φένακα, διανοίας ὑγιοῦς ἀληθέστατον μίμημα, σχέσιν ἄπλαστον, οὐ σεσοβημένην κίνησιν, μετρίαν ἐσθῆτα, τὸν χρυσοῦ τιμιώτερον φρονήσεως καὶ ἀρετῆς κόσμον.