De Sacrificiis Abelis Et Caini
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
κεκλασμένῳ τῷ βαδίσματι ὑπὸ τρυφῆς τῆς ἄγαν καὶ χλιδῆς, σαλεύουσα τὼ ὀφθαλμώ, οἷς τὰς τῶν νέων ἀγκιστρεύεται ψυχάς, θράσος μετ’ ἀναισχυντίας ἐμβλέπουσα, τὸν αὐχένα ἐπαίρουσα, πλέον τῆς φύσεως ἑαυτὴν ἐνορθιάζουσα, σεσαρυῖα καὶ κιχλίζουσα, περιέργῳ ποικιλίᾳ τὰς τῆς κεφαλῆς τρίχας ἀναπεπλεγμένη, ὑπογεγραμμένη τὴν ὄψιν, ἐγκεκαλυμμένη τὰς ὀφρῦς, θερμολουσίαις ἐπαλλήλοις χρωμένη, ἔρευθος εἰργασμένη, πολυτελεῖς ἐσθῆτας ἐπηνθισμένας ἄκρως ἀμπεχομένη, περιβραχιόνια καὶ περιαυχένια καὶ ὅσα ἄλλα χρυσοῦ καὶ λίθων πολυτελῶν δημιουργηθέντα κόσμος ἐστὶ γυναικεῖος περικαθειμένη, μύρων εὐωδεστάτων ἀποπνέουσα, τὴν ἀγορὰν οἰκίαν νομίζουσα, τριοδῖτις σοβάς, χήτει γνησίου κάλλους τὸ νόθον μεταδιώκουσα.
συνομαρτοῦσι δὲ αὐτῇ τῶν συνηθεστάτων πανουργία προπέτεια ἀπιστία κολακεία φενακισμὸς ἀπάτη ψευδολογία ψευδορκία ἀσέβεια ἀδικία ἀκολασία, ὧν ἐν μέσῳ καθάπερ ἡγεμὼν χοροῦ στᾶσά φησι πρὸς τὸν νοῦν τάδε· „εἰσίν, ὦ οὗτος, θησαυροὶ πάντων ἀγαθῶν ὅσα ἀνθρώπεια παρ’ ἐμοί — τὰ γὰρ θεῖα ἐν οὐρανῷ —, ὧν ἐκτὸς οὐδὲν εὑρήσεις· τούτους, ἢν ἐθέλῃς μοι συνοικεῖν, [*](1 — 215,20 ἡ μὲν οὖν — ἐμπεφορημένος ἀκράτου om. H1P1L1; in G2 haec adnotantur (fol. 89r): ἐν τῶ λόγω περὶ ὧ ἱερουργοῦσιν Ἄβελ τε καὶ Κάϊν φέρεται ὃ δηλονότι βέλτιον τὰ παρόντα τοῦ λόγου. in L2 haec leguntur: τὸ λεῖπον προεγράφη ἐν τῶ περὶ τοῦ μίσθωμα πόρνης εἰς τὸ ἱερὸν μὴ παραδέχεσθαι λόγω, οὗ ἡ ἀρχή, πάνυ καλῶς ἐν ταῖς ἱεραῖς στήλαις 1 χαμαιτύπου Α2Β τὸν om. UG2H τεθρυμενηι Pap, τεθραμμένη Turn. 3 τοῖς ὀφθαλμοῖς MA1G1 νέων] ἀνθρώπων MA1G1 θάρσος om. MA1G1 4 βλέπουσα MA1G1 5 ἐνορθριάζουσα F, ἐνωραΐζουσα MA1G1; ἐξορθιάζουσα coni. Wendl.; fort. ἐπορθιάζουσα σεσαρυῖα Pap UF: σεσηρυῖα ceteri καὶ om. MA1G1 6 τρίχας τῆς κεφαλῆς transp. F 7 ἐπαλλήλαις G1, ἀλλεπαλλήλαις MA1 ἐρευθὲς Pap, χρῶμα ἐρευθές MA1G1 8 ἐπηνθισμένη MA1G1 ἄκρως] ἁβρῶς A1 9 ὅσ’ Α2Β 10 ἃ κόσμος ’Gi ἐστιν Pap γυναικος Pap, γυναικῶν Α2Β περιειμένη F, περικαθημένη Pap UGHP, περὶ ἀγορὰν καθημένων 11 οἰκείαν G2 νομισουσα Pap 12 τὸ] ’τον Pap δὲ Pap MG2: δ’ ceteri 13 πανουργεια Pap προπέτεια — ἀσέβεια (14) om. A2G2BHPUF ἀπιστία απιστεια) add. Pap: om. codd. 14 ψευδολογεια Pap ψευδορκία Pap MA1G1: ψευδοδοξία v 15 χοροῦ στᾶσα Pap MABG: χοροστατοῦσα ceteri φησιν Pap ὦ om. MA1G1 17 τούτους οὖν MA1G1 θέλῃς Α2Β ἐμοὶ MA1G1) [*](1 sqq. ibid. § H Illa igitur meretricio procax motu, infracto per delicias incessu, nutantibus oculis et ludentibus iaculans palpebris retia, quibus pretiosas iuvenum animas capit, . . . in plateis vaga, . . . pudore vilis, amictu dives, genas picta; eteuim quia verum decorem naturae habere non potest, adulterinis fucis affectatae pulchritudinis lenocinatur speciem, non veritatem; vitionim succincta comitatu et quodam uequitiarum choro circumfusa, dux criminum.)
βούλομαι δέ σοι προειπεῖν τὸ πλῆθος τῶν ταμιευομένων ἀγαθῶν, ἵνα κἂν συναινῇς ἑκὼν ἀσμενίζῃς, κἂν ἀποστρέφῃ μὴ ἀγνοῶν ἀρνῇ· ἄνεσίς ἐστι παρ’ ἐμοὶ καὶ ἄδεια καὶ ἐκεχειρία καὶ πόνων ἀμελετησία καὶ χρωμάτων ποικιλία καὶ κλάσεις ἐμμελέσταται φωνῆς, σιτία πολυτελῆ καὶ ποτά, ὀσμῶν ἡδίστων παμπληθεῖς διαφοραί, συνεχεῖς ἔρωτες, ἀπαιδαγώγητοι παιδιαί, μίξεις ἀνεξέταστοι, ἀνουθέτητοι λόγοι, ἔργα ἀνυπεύθυνα, ἀφρόντιστος βίος, μαλακώτατος ὕπνος, κόρος ἀπλήρωτος.
ἐὰν οὖν ἐθελήσῃς σὺν ἐμοὶ ποιεῖσθαι τὰς διατριβάς, ἐκ πάντων εὐτρεπίσασά σοι τὰ ἁρμόζοντα δωρήσομαι, συνεπισκοποῦσα τί ἂν φαγὼν ἢ πιὼν γανωθείης ἢ τί τοῖς ὀφθαλμοῖς ἰδὼν ἢ τοῖς ὠσὶν ἀκούσας ἢ μυκτῆρσιν ὀσφρόμενος ἡσθείης· ἐλλείψει δὲ οὐδὲν ὧν ἂν ἐπιθυμήσῃς, πλείω γὰρ τῶν ἀναλισκομένων εὑρήσεις τὰ γεννώμενα.
φυτὰ γάρ ἐστιν ἐν τοῖς λεχθεῖσι θησαυροῖς ἀειθαλῆ, βλαστάνοντα καὶ τίκτοντα καρποὺς ἐπαλλήλους, ὡς τὴν τῶν ὡραίων καὶ νέων ἀκμὴν ἐπιτρέχειν καὶ καταλαμβάνειν τοὺς ἤδη πεπανθέντας· πόλεμος οὐδὲ εἷς ἐμφύλιος ἢ ξενικὸς τὰ φυτὰ ταῦτα πώποτε ἔτεμεν, ἀλλ’ ἀφ’ οὗ τὸ πρῶτον αὐτὰ γῆ παρέλαβεν, ὥσπερ ἀγαθὴ τροφὸς τιθηνεῖται, ῥίζας μὲν οἱονεὶ θεμελίους εἰς τὸ κάτω βαλλομένη κραταιοτάτας, τὸ δὲ ὑπὲρ γῆς ἔρνος οὐρανόμηκες [*](2 εἰσαεὶ] σοι MA1G1 προσειπεῖν P 3 κἄν prius om. MA1G1 συναινέσας MA1G1, αἴνης Pap ἀσμενίζῃ MA1, ἀσμενίζεις FH ἀποστραφῆς MA1G2 4 ἐστιν Pap ἐκκεχειρία MA2BHPF, εκεχηρεια Pap 5 χρημάτων A2G2BHPF 6 σιτία Pap MA1G1: σιτία τε ceteri ὀσμῶν] ἀρωμάτων MA1G1 7 παίδειά Pap, παιδεῖαί G1 παιδεῖαι legit Ambros.) ἡ ἀφρόντιστος Pap MA1G1: ἄφροντις ceteri 9 ἀπλήρωτος] ἀπαραίτητος MA1G1 θελήσης A-BF 10 εὐπορήσασα καὶ εὐτρεπίσασα F εὐτρεπίσασα Pap et codd.: ὧν εὐτρέπισα v ἀρμόποντα MA1 11 ἢ τί πιὼν HPUF ἢ τί τοῖς ὠσὶν Α2Β ὦσι et μυκτῆρσι Pap 12 ὀσφρόμενος Pap: ὀσφραινόμενος codd. δ’ A2G2BHPUF ἐπιθυμήσειε Α1 13 τὰ γεννώμενα Pap MA1G1: γεγενημένα (om. τὰ) ceteri 14 ἀειθαλεῖς Α1 καὶ τίκτοντα om. MA1G1 16 τοὺς om. G1 πόλεμος δὲ D, πόλεμος δ’ HP οὐδεὶς MA1G1 ἡ] καὶ Α1 17 ταῦτα τὰ φυτὰ H οὐπώποτε MA1 ἀπέτεμεν MA1G1, ἐπέτεμεν G2U, ἐξέτεμεν Α2Β τὸ om. Pap (?) Α1 18 ταῦτα τιθηνεῖται MA1G1 οἷον εἰς U 19 τὰ κάτω A2B βαλομένη Α2Β, βαλλομένης F τὸ] τὰ Pap A2G2BPUF δ’ A2G2BHPUF) [*](2 sqq. ibid. . . . spargit odores suos voluptas, . . . thesauros demonstrat, regna promittit, amores spondet continuos, inexploratos concubitus poUicetur, sine paedagogo disciplinas, sine monitore sermones, vitam sine sollicitudine, mollem somnum, inexplebilem cupiditatem.)
τούτων ἀκούσασα ἢ ἑτέρα — καὶ γὰρ ἐν ἀποκρύφῳ μὲν ἐν ἐπηκόῳ δὲ εἱστήκει —, δείσασα μή ποτε λαθὼν ὁ νοῦς αἰχμάλωτος ἀνδραποδισθεὶς ἀπαχθῇ τοσαύταις δωρεαῖς καὶ ὑποσχέσεσιν, ἔτι καὶ πρὸς τὴν ὄψιν ἐνδοὺς εὖ καὶ ποικίλως ἐπὶ ἀπάτῃ τετεχνιτευμένην — διὰ γὰρ τῶν περιάπτων καὶ μαγγανειῶν ἔνυττεν, ἐκήλει, γαργαλισμοὺς ἐνειργάζετο —, παρελθοῦσα ἐξαίφνης ἐπιφαίνεται ἐλευθέρας καὶ ἀστῆς προσφερομένη πάντα, σταθερὸν βάδισμα, ἠρεμαιοτάτην ὄψιν, χρῶμα καὶ τὸ αἰδοῦς καὶ τὸ σώματος ἀκιβδήλευτον, ἀψευδὲς ἦθος, ἀνόθευτον βίον, ἀποίκιλον γνώμην, λόγον οὐ φένακα, διανοίας ὑγιοῦς ἀληθέστατον μίμημα, σχέσιν ἄπλαστον, οὐ σεσοβημένην κίνησιν, μετρίαν ἐσθῆτα, τὸν χρυσοῦ τιμιώτερον φρονήσεως καὶ ἀρετῆς κόσμον.
συνείποντο δὲ αὐτῇ εὐσέβεια ὁσιότης ἀλήθεια θέμις ἁγιστεία εὐορκία δικαιοσύνη ἰσότης εὐσυνθεσία κοινωνία ἐχεθυμία σωφροσύνη κοσμιότης ἐγκράτεια πρᾳότης ὀλιγοδεΐα εὐκολία αἰδὼς ἀπραγμοσύνη ἀνδρεία γενναιότης εὐβουλία προμήθεια φρόνησις προσοχὴ διόρθωσις εὐθυμία χρηστότης ἡμερότης ἠπιότης [*](1 δ’ A2G2HPUF, δὲ om. B ἐκφύσασα Pap G1: ἐκφύσας Α1, ἐκφῦσα ceteri 1. 2 ἀναλογῦντα] ἐπάγοντα Pap, ἀναλογοῦντας L 2 μιμεῖται G2HPUF πετάλῳ Pap HP δὲ καὶ B σκέπειν L 3 παρασκευάσασα] παρεσκεύασά σοι Η corr. L δὲ Pap MG1: δ’ ceteri 4 ἡ om. N ὑπηκόῳ Α1 5 δ’ Α2Β λαβὼν UN, παθὼν Β ὁ νοῦς λαθὼν transp. MA1G1 7 ἐνδιδοὺς HP τεχνιτευμένην (sic) U: τετεχνιτευμένη MA1GN, τεχνιτευμένη HPF, τετεχνευμενη Pap, τεχνιτευόμενος Α2Β 8 ἐκήλει] ἐκίνει Α1 γαργαλισμὸς A1, γαργαλισμὸν G2HU 9 προφερομένη A2BP, προφερομένους N, ἐπιφερομένη MA1G1 10 πάντα] παν Pap σταθηρὸν A2 ἠρεμαίαν τὴν MA1G1 αἰδοῦς] αἰδοῦς] A2BP 11 τὸ] τοῦ A1 12 φαίνακα A1G2 ὑγιοῦς] ἀληθοῦς FN ἀληθέστατον ὑγιοῦς transp. B 13 ἄπλαστον] ἁπλῆν F σεσοβημένη Pap 14 κόσμον] πλοῦτον G1 δὲ Pap MG1FN: δ’ ceteri 15 ἀλήθεια — ἰσότης om. Pap post ἁγιστεία add. θεοσέβεια ’G’ καὶ εὐορκία HP ἰσότης] ὁσιότης Β ἀσυνθεσία G1 16 κοινωνία om. FN ἐχεθυμία Pap F: εὐθυμία MA1G1, ἐχεμυθία ceteri πραϋτης Pap ὀλιγοδέεια Pap GP, ὀλιγόδεια F 17 αἰδὼς — προσοχὴ (18) om. Pap ἀνδρία ABG προμηθία A1) [*](4 — 216,7 N fol. 162v: τούτων ἀκούσασα — εὐφραίνεται. 4 sqq. Ambros. de Cain et Abel 1 5, 15 His auditis . . . haeret saucius. quem miserans virtus et casurum cito videns improviso occurrit, verita ne inter moras illecebris demulcentibus mens capiatur bumana.)
αὗται παρ’ ἑκάτερα στᾶσαι μέσην αὐτὴν ἐδορυφόρουν· ἡ δὲ σχῆμα τὸ σύνηθες ἑαυτῇ λαβοῦσα λόγων ἤρξατο τοιῶνδε· „τὴν τερατουργὸν καὶ μάχλον καὶ μυθολόγον εἶδον ἡδονὴν τραγικώτερον ἐνεσκευασμένην καὶ λιπαρῶς θαμινά σοι προσομιλοῦσαν, ὥστε — εἰμὶ γὰρ μισοπόνηρος φύσει —, δείσασα μὴ λάθῃς ἀπατηθεὶς καὶ συναινέσας κακοῖς μεγίστοις ὡς ὑπερβάλλουσιν ἀγαθοῖς, ἠξίωσα τὰ προσόντα τῇ γυναικὶ μετὰ πάσης ἀληθείας προειπεῖν, ἵνα μηδὲν ἀγνοίᾳ τῶν συμφερόντων ἀπωσάμενος ἀβούλητον ἐμπορεύσῃ κακοπραγίαν.
τὴν μὲν οὖν σκευὴν ᾗ κέχρηται πᾶσαν ἀλλοτρίαν ἴσθι· τῶν γὰρ εἰς γνήσιον κάλλος οὐδὲν οἰκεῖον ἐξ ἑαυτῆς ἐπιφέρεται, περιῆπται δὲ δίκτυα καὶ πάγας ἐπὶ τῇ σῇ θήρᾳ, νόθην καὶ κίβδηλον εὐμορφίαν, ἃ προϊδόμενος, ἢν εὖ φρονήσῃς, ἀτελῆ τὴν ἄγραν αὐτῇ παρασκευάσεις· ὀφθαλμοὺς μὲν γὰρ φανεῖσα ἡδύνει, ὦτα δὲ φθεγξαμένη λιγαίνει, ψυχὴν δὲ τὸ πλείστων ἄξιον κτῆμα καὶ διὰ τούτων καὶ τῶν ἄλλων ἁπάντων μερῶν πέφυκε λυμαίνεσθαι. τῶν δὲ περὶ αὑτὴν ἃ μὲν ἔμελλεν ἀκούσαντί σοι προσηνῆ γενήσεσθαι διεξῆλθε, τὰ δὲ ἄλλα ὅσα μὴ ῥᾳστώνην εἶχεν ἀμύθητα ὄντα ἐθελοκακοῦσα ἐπεκρύψατο, οἷς οὐκ [*](1 post μεγαλοφροσύνη add. μεγαλειότης A1G1 μακαριωσύνη Α1 ἡ om. Pap 2 τὰ om. MA1G1UN τὰ ὀνόματα MA1G1 3 στᾶσα F, πᾶσαι MG2 ἑαυτῇ] αὐτὴ MA1G1 4. 5 καὶ μυθολόγον om. FN 5 τραγικωτέραν G2HPFN, τραγικωτέρως Α2Β ἐσκευασμένην U, ἀνεσκευασμένην N 6 ὥστε Pap MG1: ὥστ’ ceteri 8 τῆ γυναικὶ om. Α2Β, ἐν τῆ γυναικὶ N 9 μηδὲ A-B 9. 10 ἐμπορήση A2B 10 τὴν κακοπραγίαν G1 πᾶσαν ᾗ κέχρηται trausp. A2B ἀλλοτρία πᾶσα MA1G1 11 ἴστε G2P ἴσθι· τῶν] αἰσθητῶν ’, αἰσθητὸν M ἑαυτῆς Pap Α1: αὑτῆς MA2BG1, αὐτῆς G-HPUFN φέρεται MA1G1, περιφέρεται B πάγας] πάσας N 13 προειδόμενος Pap et codd. εὖ φρονήσῃς MA1G1, ἐυφροσύνης (sic) Pap: εὖ φρονῇς ceteri αὐτῇ om. G 14 γὰρ om. G2 ηδυνη Pap δὲ om. Pap 15 πλείστων U: πλεῖστον G1, πλείστου ceteri (et Pap) 16 πάντων U αὑτὴν] αὐτὴν codd., ἑαυτοῦ Pap 17 προσηνεῖ HF γενέσθαι ’ διεξελθὸν Pap δὲ Pap ’: δ’ ceteri 18 ἀπεκρύψατο MABG1P) [*](6 sqq. ibid. palam, inquit, apparui tibi non quaefrenti me, ne fallat imprudentem et circumveniat te mulier effrenata et luxuriosa quae non novit pudorem. 10 sqq. ibid. . . . non te vincat formae concupiscentia: adulterina est, fucis illita, nequaquam vero ac sincero fulgens decore . . . mala sunt voluptatis vincula: oculos delectat, lectat, demulcet aures, sed mentem inquinat; multa mentitur, falsa adiungit, vera subducit.)
ἐγὼ δὲ καὶ ταῦτα ἀπαμφιάσασα ἀναδείξω καὶ οὐ μιμήσομαι τρόπους ἡδονῆς, ὡς ὅσα μὲν ἐπαγωγά ἐστιν ἐν ἐμοὶ μόνα ἐπιδείξασθαι, τὰ δὲ ἔχοντα δυσκολίαν συσκιάσαι καὶ περιστεῖλαι, ἀλλὰ τοὐναντίον τὰ μὲν τέρψιν ἐξ ἑαυτῶν καὶ χαρὰν ἐνδιδόντα ἡσυχάσω, εἰδυῖα ὅτι φωνὴν ῥήξει τὴν δι’ ἔργων, τὰ δ’ ἐπαχθῆ καὶ δυσυπομόνητα κυρίως ἑρμηνεύσω τοῖς ὀνόμασι γυμνοῖς κἀν μέσῳ τιθεῖσα αὐτά, ὡς ἔκδηλον τὴν ἑκάστου φύσιν καὶ τοῖς ἀμυδρῶς ὁρῶσι προφαίνεσθαι· τῶν γὰρ ἡδονῆς μεγίστων ἀγαθῶν τὰ παρ’ ἐμοὶ μέγιστα δοκοῦντα εἶναι κακὰ καλλίω καὶ τιμιώτερα τοῖς χρωμένοις ἐξελεγχθήσεται.
πρὶν δὲ περὶ τῶν ἰδίων ἄρξασθαι, ὅσα ἂν ἐνδέχηται τῶν ὑπ’ ἐκείνης ἡσυχασθέντων ὑπομνήσω· εἰποῦσα γὰρ περὶ ὧν ἐθησαυρίσατο χρωμάτων φωνῶν ἀτμῶν χυλῶν ποιοτήτων δυνάμεων τῶν κατὰ ἁφὴν καὶ πᾶσαν αἴσθησιν καὶ τῷ τῆς ἀκροάσεως ἐφηδύνασα προσαγωγῷ τὰς ἄλλας νόσους καὶ κῆρας ἑαυτῆς οὐκ ἐμήνυσεν, αἷς ἐξ ἀνάγκης ἐκεῖνα αἱρούμενος χρήσῃ, ἵνα αὔρᾳ τινὸς ὠφελείας ἐπαρθεὶς ἐντὸς ἀρκύων ληφθῇς.
ἴσθι οὖν, ὦ οὗτος, ὅτι γενόμενος φιλήδονος πάντ’ ἔσει ταῦτα· πανοῦργος θρασὺς ἀνάρμοστος ἄμικτος δύσχρηστος ἔκθεσμος ἀργαλέος ἀκρόχολος ἀνεπίσχετος φορτικὸς ἀνουθέτητος εὐχερὴς κακότεχνος ἀδιάγωγος ἄδικος ἄνισος ἀκοινώνητος ἀσύμβατος ἄσπονδος πλεονέκτης [*](1 συναινέσει Γ’ ἀκριβῶς καὶ εὐχερῶς Β καὶ om. Mang. 1. 2 ἀπαμφιέσασα MA2G2U, ἐπαμφιέσασα P, ἀπαμφιάσασα Α1 2 ἀναδιδάξω MA1G1U U 2.3 ἐπαγωγά ἐστιν Pap MA1G1: ἐστιν ἐπαγωγὰ ceteri 3 ἐν] σὺν Pap δὲ Pap MG1U: δ’ ceteri δυσκολίας MA1G1 4 ἐξ αὐτῶν MA1G1, ἐν ἑαυτῶ Β 4. 5 ἐνδιδόντα] παρέξοντα MA1G1 5 ἡσυχάσαι P, ἡσυχάσασα H 6 κυρίοις A2BG2HPFN γυμνὰ A2BG2HPFN κἀν A2G2HPF: κἂν BUN, καὶ Pap, ἐν MA1G1 7 εγδηλουν Pap ἀμυδροῖς Pap 8 προσφαίνεσθαι MA1G1 9 δοκοῦντα Pap MA1G1N: δοκοῦντ’ ceteri 10 ὅσ’ Α2, ὡς Β ὅσα ἐνδέχεται (om. ἄν) MA1G1, ὅσα ἀν’ δεχηται Pap 11 ὑπομιμνήσκω MA1G1 12 χρημάτων Β φωνῆς MG1 χυλῶν ante φωνῶν transp. A2BU, ante ἀτμῶν G2HPF χῶν πιοτήτων Α1 καθ’ ἁφὴν Α1 13 τῷ] τῶν Pap ἀφηδύνασα UFN προσαγωγῷ MA1G1: προσαγωγὰς ceteri 14 τὰς ἄλλας MA1G1: τὰς om. ceteri ἐκείναις Α1 15 ἶν’ AB τινὶ N 16 οὖν add. MA1G1: om. ceteri πάνθ’ A2G2UFN ἔσει Pap MA1G1: ἕξεις ceteri 17 ἄμικτος δύσχρηστος ἔκθεσμος om. Pap ἔκθεσμος — ἀνουθέτητος (18) om. Α1 18 εὐχερὴς ἀνουθέτητος transp. Β εὐχερὴς κακότεχνος ἀδιάγωγος om. Pap, εὐχερὴς — ἀκοινώνητος om. N 19 ἄδικος ἀδιάγωγος transp. Β ἄδικος om. G2 ἄνοσος G1 ἄνισος post ἄσπονδος transp. Β) [*]( sqq. ibid. . . . non te celabo quae summa eius feruntur, ne videar deoperire quae displiceant in voluptate et obumbrare quae placeant.)
τοιαῦτα τῆς περικαλλοῦς καὶ περιμαχήτου ἡδονῆς ἐστι τὰ μεγάλα μυστήρια· ἅπερ [*](1 κακογνωμότατος ΜΑ1, κακογνωμονώτατος G1 ἄτακτος Pap MA1G1: ἄπιστος ceteri 2 — 5 ἀνοργίαστος — δοκησίσοφος om. B 3 — 4 δειλὸς — ἄπληστος om. N 4 αἰσχροπάθεια F 5 βάσκανος — ἀπρονόητος (10) om. Β post βάσκανος atJd. εἰδεχθήμων MA1G1 7 ἄπιστος om. A2, seclusi (v. inf. 1. 16) 8 δυσάρεστος G2, δυσεύρετος om. MA1G1 δυσέφικτος MA1G1: δύσφευκτος ceteri post δυσέφικτος add. δύσπιστος ’G’ 9 ἀερόμυθος om. MA1G1, ἀκριτόμυθος coni. Mang. ἀπερίσκεπτος — βαρύθυμος (15) om. HPL1 10 ἀπειρόκαλος — ἀγόμενος (11) om. Β 12 εὐένδοτος] ἀνένδοτος G1, ἀνευένδοτος M 13 ἀεὶ om. MA1G1B ἀλήτης] ἀλείπτης G2 ἐπτοημένος MA1G1: ἑπόμενος ceteri φθορᾶ MA1 14 post χρώμενος repet. ἐπίβουλος ΜΑ1 εὐεπιχείρητος om. A2G2BU 15 δυσόργητος codd. : δυσάλγητος v 16 ὑποθετικὸς A2BG ἄπιστος om. A2G2BHP δύσλυτος] δύσλητος Α2Β, δυσίατος MA1G1 κακυπόνους G2HPUFN 17 λελυπηκως Pap περικεκομμένος Pap, ἐπιτετριμμένος ΜΑ1G1 εὐδιάπτωτος MA1G1 18 post δημοκόπος repet. δοξοκόπος (cf. L 14) Pap MA1G2HPUE 19 κακοοικονόμος ΜΑ1, κακόνομος FN 20 τρώκτης Pap: τρωκτικὸς ΜΑ1G1, στρωτικὸς G2HPUFN, στρωτικὸς Α2 τρώκτης ἠλίθιος om. Β τοιαῦτα — 216,2 αὐτῆς] τῆς μὲν οὖν περικαλλοῦς καὶ περιμαχήτου ἡδονῆς τὰ μεγάλα μυστήρια τίς ἀγνοεῖ τῶν βροτῶν; (om. cet.) Η1P1 21 ἡδονῆς ἐστι τὰ μεγάλα μυστήρια Pap MA1G1: τὰ μεγάλα μυστήρια ἡδονῆς ἐστιν ceteri)
γήθει τε καὶ εὐφραίνεται. διὰ μὲν δὴ ταῦτα καὶ τὸ πάλαι λεχθέν, ὅτι πέφυκεν ἐξ ἑαυτῶν φωνὴν ἀφιέναι, κἂν ἡσυχάζηται, τὰ ὅσια ἅτε ὄντως ἀγαθά, τὸν περὶ αὐτῶν λόγον ἐῶ· οὐδὲ γὰρ ἥλιος ἢ σελήνη χρῄζουσιν ἑρμηνέως, ὅτι τὸν σύμπαντα κόσμον, ὁ μὲν ἡμέρας, ἡ δὲ νυκτὸς ἀνασχόντες, φωτὸς ἐμπιπλᾶσιν· ἀλλ’ ἔστιν αὐτοῖς ἡ ἐπίλαμψις ἀμάρτυρος πίστις ὀφθαλμοῖς ὤτων ἐναργεστέρῳ κριτηρίῳ βεβαιουμένη.
τὸ δὲ δοκοῦν τῶν παρ’ ἐμοὶ μάλιστα δυσκολίαν ἔχειν καὶ χαλεπότητα οὐδὲν ὑποστειλαμένη μετὰ παρρησίας λέξω· καὶ γὰρ τοῦτό που φαντασίᾳ μὲν κατὰ τὴν πρόχειρον ἔντευξιν ἀργαλέον εἶναι δοκεῖ, μελέτῃ δὲ ἥδιστον καὶ ἐξ ἐπιλογισμοῦ συμφέρον. ἔστι δὲ ὁ ῥᾳστώνης ἐχθρὸς πόνος, πρῶτον καὶ μέγιστον ἀγαθόν, προσφερόμενος τὸν ἀκήρυκτον πρὸς ἡδονὴν πόλεμον· ἀρχὴν γάρ, εἰ δεῖ τἀληθὲς εἰπεῖν, παντὸς ἀγαθοῦ καὶ [*](1 δέει] αἰεὶ G2H2P2UFN 1. 2 εἰς τὸ αὐτὸ om. MA1G1 2 παρ’ ἐμοὶ] παρὰ τῆ ἀρετὴ H1P1 2. 3 τὸ πλῆθος ἀγαθῶν transp. A2B 3 ἡ τὸ μέγεθος A1 δύνηται Pap 4 ἵλεως ἡ φύσις Pap UFN: ἡ φύσις ἵλεως ceteri 6 ἐνρυφομένη U ἐγχορέουσα H1P 7 γήθει codd.: fort. γηθεῖ scribendum γήθει τε] γήθεται Α 8 ἑαυτῶν Pap UF: αὑτῶν Hcorr., αὐτῶν ceteri τὰ ὅσια ἄτε ΜΑ: τὰ ὅσιά τε GHP, ὅσια ἄτε om. Pap UF; τὰ ὁσιότητος coni. Mang., τὰ ὅσα παρ’ ἐμοὶ coni. Wendl. 9 ὄντως] ονπας Pap, ὄπα Α τὸν Pap UF: τόν τε ceteri περὶ αὐτὸν Pap G οὐδὲ UF (Pap?): οὔτε ceteri ἢ] οὔτε HP 10 ἡ] ὁ G 11 ἀνασχόντες] ἀνίσχοντες Hcorr. L1 φωτὸς] τὸ φῶς U 12 ὀφθαλμῶν G ενεργεστερωι Pap 13 ἐμοὶ] αὐτὴ HP χαλεπότητα] λεπτότητα UF 14 οὐδὲ Pap οὐδὲν ὑποστειλαμένη om. HPL1 που] πὼς G, om. UF 16 ἐστιν Pap) [*](7 sqq. Ambros. de Cain et Abel 16,22 Audisti voluptatis mysteria, audisti etiam copiarum nostrarum munera, quas ego non supellectili operiendas, sed Scripturae nudis sermonibus demonstrandas putavi, ut sua ipsa luce fulgerent et ex se ipsae vocem emitterent sui invicem. neque enim sol et luna interprete indigent: habent interpretem fulgorem sui luminis, quo totus repletus orbis est: illis illuminatio ’est fides sine indice, quaedam, ut ita dicam, intestata testis, quae alieno non indiget testimonio, ut subito se universorum oculis effundit. non ergo nuntiantur opera nostra, sed clamant et se ipsa nuntiant. 18 — 217,2 D R fol. 274r Φίλωνος: ἀρχὴν εἰ δεῖ — οὐδὲν εὑρήσεις. Anton. Mel. II 45 Col. 1124 Φίλωνος: ἀρχὴν εἰ δεῖ — οὗ χωρὶς τῶν ἀγαθῶν οὐδέν ἐστι παρὰ τῷ θνητῷ γένει συνιστάμενον.)
καθάπερ γὰρ ἄνευ φωτὸς ἀμήχανον ἰδεῖν, μήτε χρωμάτων μήτε ὀμμάτων ἱκανῶν ὄντων πρὸς τὴν δι’ ὄψεως ἀντίληψιν — δεσμὸν γὰρ ἀμφοῖν προϋπειργάσατο τὸ φῶς ἡ φύσις, ᾧ συνάγεται καὶ ἁρμόζεται πρὸς χρῶμα ὀφθαλμός, ἐπὶ σκότους δὲ ἡ δύναμις ἀνωφελὴς ἑκατέρου —, τὸν αὐτὸν τρόπον καὶ τὸ τῆς ψυχῆς ὄμμα τῶν κατ’ ἀρετὴν πράξεων ἀντιλαμβάνεσθαι ἀδυνατεῖ μὴ προσχρησάμενον ὥσπερ φωτὶ συνεργῷ τῷ πόνῳ· μέσος γὰρ διανοίας ἱδρυθεὶς καὶ οὗ διάνοια ὀρέγεται καλοῦ, τὸ μὲν ἔνθεν τὴν δὲ ἔνθεν ἐπισπασάμενος ἑκατέρᾳ χειρὶ φιλίαν καὶ συμφωνίαν αὐτὸς ἀγαθὰ τέλεια ἐργάζεται.
ὁποῖον γὰρ ἂν ἐθέλῃς ἑλοῦ τῶν ἀγαθῶν, καὶ τοῦθ’ εὑρήσεις πόνῳ περιγινόμενόν τε καὶ βεβαιούμενον· εὐσέβεια καὶ ὁσιότης ἀγαθά, ἀλλ’ οὐκ ἄνευ θεραπείας θεοῦ τυχεῖν αὐτῶν δυνάμεθα, θεραπεία δὲ ταῖς ἐν πόνοις φιλοτιμίαις συνέζευκται· φρόνησις καὶ ἀνδρεία καὶ δικαιοσύνη καλαὶ πᾶσαι καὶ τέλεια ἀγαθά, ἀλλ’ οὐ τῇ ῥᾳστώνῃ ταῦτα ληπτά, ἀγαπητὸν δέ, εἰ συνεχέσι ταῖς ἐπιμελείαις ἐξευμενισθήσονται· τὴν πρὸς θεὸν καὶ ἀρετὴν ἀρέσκειαν ὥσπερ τινὰ ἔντονον καὶ σφοδρὰν ἁρμονίαν οὐ δυνηθὲν τὸ πάσης ψυχῆς ὄργανον ἐνεγκεῖν ἀνείθη καὶ ἐχαλάσθη πολλάκις, ὡς ἀπὸ τῶν ἄκρων ἐπὶ τὰς μέσας καταβῆναι τέχνας· ἀλλ’ ὅμως κἂν ταῖς μέσαις πολὺς ὁ κάματος·
ἴδε τοὺς τῶν ἐγκυκλίων καὶ τῶν λεγομένων προπαιδευμάτων ἀσκητὰς ἅπαντας· ἴδε τοὺς γεωπόνους καὶ ὅσοι τὸν βίον ἔκ τινων ἐπιτηδεύσεων πορίζουσιν· οὗτοι τῶν φροντίδων οὐ μεθ’ ἡμέραν οὐ νύκτωρ ἀφίστανται, [*](1 ἁπάσης Pap UFD: πάσης ceteri ἐνέδειξεν D καλῶν] ἀγαθῶν D 2 θνητῶν Pap o φωτὸς ἄνευ transp. H ὀμμάτων] σχημάτων M 4 ὄψεων UF 5 τὸ om. Pap τὸ φῶς] σοφῶς G ὦ συνάγεται UFL2, ὦι καὶ συνάγεται Pap: ὡς οὖν ἀπαιτεῖ ceteri; ᾦ συνάπτεται coni. Mang. χρώματα Pap 6 ἐπὶ σκότους] ἐπισκοτοῦσα UF δὲ F, δ’ U: γὰρ ceteri, om. Pap 7 καὶ om. Pap UF 7. 8 ἀντιλαμβάνεσθαι ἀδυνατεῖ scripsi: ὁτιοῦν ἀντιλαμβάνεσθαι ἀδυνατεῖ MAGHP, ἀδυνατεῖ λαμβάνεσθαι Pap UF 8 προσχρησάμενος F συνεργως Pap 9 ἱδρυνθεὶς FL2 11 ἔαν Pap θέλῃς Pap MAG 12 τοῦτο UF πόνῳ om. P 13 εὐσέβεια δὲ HP τυχεῖν θεοῦ transp. U 14 δέ] μὲν Α ἐμπόνοις MAUF 15 φρόνησις δὲ AP καὶ ante ἀνδρεία om. F ἀνδρία AG 16 οὐ τῆ ῥαστώνη ταῦτα ληπτά U: οὐθέτερα λημπτα Pap, οὕτη (sic) ληπτά F, οὐχ ἀπλῶς ληπταί ceteri δ’ UF συνεχέσιν Pap 17 ἀξευμαρισθήσονται coni. Mang. τον θέον Pap καὶ om. F ἀρέτης Pap καὶ ἀρέσκειαν G 18 ἔντονον Pap UF: σύντονον ceteri ψυχῆς om. L 19 ἀνέθη MGP, ἀνείθη Α 20 κἀν AF: κἄν ceteri 21 ἴδε καὶ F 22 γεωπόνους Pap UF: γεηπόνους ceteri ἐπιτηδεύσεων Pap UF: ἐπιτηδευμάτων ceteri)
πολλάκις. ἀλλ’ ὥσπερ τοῖς ψυχὴν τὴν ἑαυτῶν ἵλεων σπουδάζουσι λαβεῖν θεραπευτέον ἐξ ἀνάγκης τὰς ψυχῆς ἀρετάς, οὕτως καὶ τοῖς ἵλεων τὸ σῶμα ἔχειν προαιρουμένοις θεραπευτέον ὑγίειαν καὶ τὰς συγγενεῖς αὐτῇ δυνάμεις, καὶ δῆτα θεραπεύουσι μετ’ ἀνηνύτων καὶ ἀπαύστων πόνων οἷς φροντὶς εἰσέρχεται τῶν ἐν αὐτοῖς δυνάμεων, ἐξ ὧν συνεκρίθησαν.
πάντ’ οὖν ὁρᾷς τὰ ἀγαθὰ ἐκ πόνου καθάπερ ἐκ ῥίζης μιᾶς ἐκπεφυκότα καὶ βλαστάνοντα· ὃν μήποτε ὑπομείνῃς μεθέσθαι, λήσῃ γὰρ ἅμ’ αὐτῷ καὶ σωρὸν ἀθρόον ἀγαθῶν μεθέμενος. ὁ μὲν γὰρ τοῦ σύμπαντος ἡγεμὼν οὐρανοῦ τε καὶ κόσμου καὶ ἔχει καὶ παρέχει οἷς ἂν ἐθέλῃ τὰ ἀγαθὰ μετὰ πάσης εὐμαρείας, ἐπεὶ καὶ τὸν τοσοῦτον κόσμον ἄνευ πόνων πάλαι μὲν εἰργάζετο, νυνὶ δὲ καὶ εἰσαεὶ συνέχων οὐδέποτε λήγει — θεῷ γὰρ τὸ ἀκάματον ἁρμοδιώτατον —, θνητῷ δὲ οὐδενὶ κτῆσιν ἀγαθοῦ δίχα πόνων ἡ φύσις δεδώρηται, ἵνα καὶ ταύτῃ