De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

πιστὸς δὲ τούτου μάρτυς ὁ νομοθέτης αὐτός· τὸν γὰρ ἀφροσύνης ἐπώνυμον Ἠσαῦ εἰσαγαγὼν χρόνῳ πρεσβύτερον τῷ γενέσει μὲν νεωτέρῳ ἐπωνύμῳ δὲ ἀσκήσεως τῶν καλῶν Ἰακὼβ χαρίζεται τὰ πρεσβεῖα· ὁ δὲ οὐ πρότερον αὐτὰ φέρεσθαι διαγνώσεται, ἢ καθάπερ ἐν ἀγῶνι τὸν ἀντίπαλον ἀπειπεῖν χεῖρας ὑπ’ ἀσθενείας καθέντα καὶ τὰ βραβεῖα καὶ τὸν στέφανον παραχωρῆσαι τῷ πόλεμον ἄσπονδον καὶ ἀκήρυκτον πρὸς τὰ πάθη πεποιημένῳ· „ἀπέδοτο“