De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

τί οὖν καὶ τὸ ἐν τούτοις ἀληθές; κακίαν ἀρετῆς χρόνῳ μὲν εἶναι πρεσβυτέραν, δυνάμει δὲ καὶ ἀξιώματι νεωτέραν. ὅταν μὲν οὖν ἡ γένεσις ἀμφοῖν εἰσάγηται, προεκτρεχέτω ὁ Κάιν· ὅταν δὲ ἐπιτηδεύσεων σύγκρισις ἐξετάζηται, φθανέτω ὁ Ἄβελ.