De Sacrificiis Abelis Et Caini

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ταῦτ’ ἐστὶ κυρίως εἰπεῖν τὰ ψυχῆς ἐλευθερίας ἐφιεμένης σῶστρά τε καὶ λύτρα. μήποτε δὲ καὶ δόγμα εἰσηγεῖται σφόδρα ἀναγκαῖον, ὅτι πᾶς σοφὸς λύτρον ἐστὶ τοῦ φαύλου, μηδ’ ἂν πρὸς ὀλίγον χρόνον ἐξαρκέσαντος, εἰ μὴ ἐλέῳ καὶ προμηθείᾳ χρώμενος ἐκεῖνος προὐνόει τῆς διαμονῆς αὐτοῦ, καθάπερ ἰατρὸς τοῦ νοσοῦντος ἀντιτεταγμένος τοῖς ἀρρωστήμασι καὶ πρᾳότερα κατασκευάζων αὐτὰ ἢ συνόλως ἀναιρῶν, εἰ μή που μετὰ φορᾶς ἀνεπισχέτου βιασάμενα καὶ τὴν τῆς θεραπείας ὑπερβάλλοι φροντίδα.

οὕτως γὰρ καὶ Σόδομα φθείρεται, μηδενὸς οἷα ἐπὶ πλάστιγγος ἀμυθήτῳ πλήθει κακῶν ἀντιρρέψαι δυνηθέντος ἀγαθοῦ· ὡς εἴ γε ὁ πεντηκοστὸς λόγος εὑρέθη, καθ’ ὃν ἄφεσις ψυχῇ δουλείας καὶ παντελὴς ἐλευθερία προκηρύττεται (Lev. 25, 10), ἤ τις τῶν μετ’ αὐτὸν ἀριθμῶν, οὓς ὁ σοφὸς Ἀβραὰμ καταλέγεται μέχρι τῆς κατὰ παιδείαν ὁρίζων δεκάδος τὴν ὕφεσιν, οὐκ ἂν οὕτως ἀκλεῶς ὁ νοῦς ἐφθάρη (Gen. 18, 24 sqq.).

πειρᾶσθαι μέντοι δεῖ καὶ τοὺς πάντως ὑπὸ τῆς ἐν αὐτοῖς διαφθαρησομένους κακίας ὡς οἷόν τε διασῴζειν μιμουμένους τοὺς ἀγαθοὺς τῶν ἰατρῶν, οἵ, κἂν ὁρῶσιν ἀδύνατον τοῖς κάμνουσι τὸ σῴζεσθαι, προσφέρουσι τὴν θεραπείαν ὅμως ἄσμενοι, τοῦ μὴ τῇ παρ’ αὐτοὺς [*](1 καταλειποντα Pap ταῦτα HP ἐστιν Pap 2 εἰπεῖν] ἔπειτα UF τὰ ψύχης Pap: τὰ om. MGUF, ante κυρίως transp. AHP ἐφιέμενοι Pap τε καὶ Pap UF: τε om. ceteri 3 εἰσηγῆται Α 4 ἐστιν Pap ἑ προμηθία MA προενόει U 6 ἀντιτεταγμένου H καὶ] καὶ ἡ Η 7 πραότερον Pap 7. 8 μεταφορᾶς MHF 8 βιασάμενα Pap F, βιασόμενα U: βιασαμένης ceteri ὑπερβάλοι PF 9 οὕτω G γὰρ] γὰρ ἂν GHP, δὲ UF Σόδομα] σῶμα HPF 10 ἀντιρέψαι UFG, ἀντιτρέψαι MA εἴ γε ἢ F, εἴ γε εἰ U 11 εὑρεθῇ MAHPF ὃν] ἢν UF ψυχῇ] η ψύχη Pap, ψυχῆς F, ψυχικῆς U (Mang.) δούλας HP 12 αποκερυττεται Pap ἥτις MAGP τῶν] τὸν U μετ’ αὐτῶν APU, μέτα νῆτον Pap ἀριθμὸν U 13 οὑς ὁ] οὐ Pap καταλέγεται Pap UF: καταλέγει ceteri 15 μέντοι γε GHP καὶ] εἰ καὶ GHP μὴ πάντως Mang. (ex ed. Paris. II) 17 κάμνουσιν Pap 18 ὅμως] ὅπως Pap UF τοῦ om. Pap παρ’ αὑτοὺς] ἄνη οὕτως Pap) [*](3 sqq. Amhros. l. l. ΙΙ 3, 11 . . . redemptor Levites est, quia vir sapiens redemptio insipientis est, qui tamquam medicus aegrum insipientis animum fovet et quaedam aspergit solidiora menti prudentiae medicamina. 9 sqq. ibid. . . . deuique et Sodoma, si habuisset quinquaginta iustos, non esset eversa, et si decem habuisset, esset redempta, eo quod sermo remissionis peccatorum animam servitute exuat et disciplinae plenitudo perfectae mentem non sinat edaci libidinum vapore consumi.)

v.1.p.252
ὀλιγωρίᾳ δοκεῖν συμβῆναί τι τῶν παρὰ γνώμην· εἰ δέ τι καὶ μικρὸν ὅσον ὑγείας σπέρμα ἐμφαίνοιτο, τοῦτο ὥσπερ ἐμπύρευμα πάσαις ἐπιμελείαις ζωπυρητέον· ἐλπὶς γὰρ μηκυνθέντος καὶ συναυξηθέντος ἀμείνονι καὶ ἀπταιστοτέρῳ χρήσασθαι τῷ βίῳ.

ἔγωγ’ οὖν ὅταν τινὰ τῶν σπουδαίων διαιτώμενον κατ’ οἰκίαν ἢ κατὰ πόλιν θεάσωμαι, τὴν οἰκίαν ἢ τὴν πόλιν ἐκείνην εὐδαιμονίζω καὶ οἴομαι τήν τε τῶν παρόντων ἀγαθῶν ἀπόλαυσιν βέβαιον καὶ τὴν τῶν ἀπόντων προσδοκίαν τελεσφορουμένην σχήσειν, τοῦ θεοῦ τὸν ἀπεριόριστον καὶ ἀπερίγραφον πλοῦτον αὑτοῦ διὰ τοὺς ἀξίους καὶ τοῖς ἀναξίοις δωρουμένου· καὶ εὔχομαι ὡς πολυχρονιωτάτους αὐτούς, ἐπειδὴ ἀγήρως οὐκ ἔνεστι, γενέσθαι, νομίζων ἐπὶ τοσοῦτον παραμένειν ἀνθρώποις τὰ ἀγαθά, ἐφ’ ὅσον ἂν οὗτοι χρόνον ζῆν δυνηθῶσιν.

ὅταν οὖν ἢ ἴδω ἢ ἀκούσω τινὰ αὐτῶν τεθνεῶτα, σφόδρα κατηφῶ καὶ ἄχθομαι καὶ οὐ μᾶλλον αὐτοὺς ἢ τοὺς ζῶντας ὀλοφύρομαι· τοῖς μὲν γὰρ ἀκολουθίᾳ φύσεως τὸ ἀναγκαῖον ἀποβῆναι τέλος, βίον μὲν εὐδαίμονα εὐκλεᾶ δὲ θάνατον ἐνδεξαμένοις, τοὺς δὲ ἐρήμους μεγάλης καὶ δυνατῆς χειρός, δι’ ἣν ἐσῴζοντο, ἀπολειφθέντας ταχὺ δὴ μάλα τῶν ἰδίων αἰσθήσεσθαι κακῶν, εἰ μὴ πάλιν ἀντὶ τῶν [*](2 τοῦτο om. UF, τούτω Α ὥσπερ] ὅσον Α ἐμπυρεύματα UF πόσαις Α 3 μὴ κινηθέντος Α συναυξηθέντος Pap UF: αὐξηθέντος ceteri 4 τῶ βίω UF: τῷ om. ceteri ἐγώ γ’ οὖν F, ἐγὼ γοῦν I) 5 κατ’ οἰκίαν διαιτώμενον trausp. UF 6 ἡ UFD: καὶ ceteri καὶ η πόλιν Pap οἶμαι D 6. 7 ἀπόλαυσιν ἀγαθῶν transp. U, ἀπόλαυσιν ἀγαθὸν F 7 τῶν ἀπόντων Pap: τῶν ἀπὸ τῶν UF, τῶν ἁπάντων D, ἀπάντων HP, ἀπ’ αὐτῶν MAG ἀπόντων correxit Turn.) προσδοκιῶν UF 8 σχέσιν U, ἔχειν D τὸν] τὸ F ἀπερίγραπτον DR αὐτοῦ MAGHPD, αὐτὸν UF 9 τοὺς om. HP1 καὶ ante εὔχομαι om. Pap ’ εὔχομαί γε Η 10 ἐπειδὴ ’δε Pap ἔνεστιν Pap, ἔνεστι UF: ἔστι ceteri νομίζων om. Pap 11 παραμενεῖν coni. Wendl. τἀγαθά GHP, τὰ καλά Α 12 δυνηθῶσι τὰ καλά Mang. οὖν] γοῦν U, γ’ οὖν F ἢ ἴδω Pap F: ἡ om. ceteri εἴδω Α 13 κατὴφιῶ U 14 φύσεως] ψύχης (?) Pap 15 εὐδαίμονα μὲν transp. F ενδεξαμενοις Pap (coni. Mang.): ἐνδειξαμένοις codd. 16 ἀποληφθέντας Α 17 δὴ] δεῖ U) [*](4—9 DR fol. 33v DL fol. 37v (τοῦ αὐτοῦ εἰς τόν Ἄβελ) Anton. Mel. II 41 Col. Φίλωνος): ἐγὼ γοῦν — δωρουμένου. 4 sqq. Ambros. l. l. ΙΙ 3,12... quara beata civitas quae plurimos iustos habet, quam celebrabilis ore omnium!] quomodo benedicitur tota de parte et beatus atque perpetuus eius status aestimatur! quam gaudeo, cum aliquos mites ac sapientes diu vivere video . . . non enim ipsis gaudeo . . ., sed quia prosunt pluribus. similiter durn aliquis huius modi decedit, quamvis longa senectute depositus, afficior, quia destituitur grex iuvenum muro senili.)

v.1.p.253
προτέρων ἡ φύσις ὥσπερ δένδρῳ τοὺς ἤδη πεπανθέντας καρποὺς ἀποβάλλοντι νέους ἑτέρους ἀναβλαστῆσαι παρασκευάσει πρὸς τροφὴν καὶ ἀπόλαυσιν τῶν χρῆσθαι δυναμένων.

ὥσπερ οὖν τῶν πόλεων τὸ ἐχυρώτατον εἰς διαμονὴν ἄνδρες εἰσὶν ἀγαθοί, οὕτως καὶ τῆς περὶ ἕκαστον ἡμῶν πόλεως, ἣ συνέστηκεν ἐκ ψυχῆς καὶ σώματος, τὸ βεβαιότατον εἰς ἵδρυσιν ἔλαχον οἱ φρονήσεως καὶ ἐπιστήμης ἐρασταὶ λόγοι, οὓς ὁ νομοθέτης μεταφορᾷ χρώμενος λύτρα καὶ πρωτοτόκους καλεῖ δι’ ἃς εἶπον αἰτίας ἤδη.