De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

οὗτος μὲν οὖν τὰς ἐπιφερομένας πληγὰς ἑκατέρᾳ τῶν χειρῶν ἀποσείεται καὶ τὸν αὐχένα περιάγων ὧδε κἀκεῖσε τὸ μὴ τυφθῆναι φυλάσσεται, πολλάκις δὲ καὶ δακτύλοις ποδῶν ἄκροις ἐπιβεβηκὼς καὶ πρὸς ὕψος αὑτὸν ἐξάρας ἢ στείλας καὶ συναγαγὼν ἔμπαλιν κατὰ κενοῦ φέρειν τὰς χεῖρας τὸν ἀντίπαλον ἠνάγκασε σκιαμαχίᾳ τι παραπλήσιον δρῶντα· ὁ δὲ οἰκέτης ἢ ὁ χαλκὸς μηδὲν ἀντιδρῶν ὑπέρριπται πάντα πεισόμενος, ὅσα ἂν ὁ διατιθεὶς ἐργάσασθαι διανοῆται.

τοῦτο μὲν οὖν τὸ πάθος μήτε σώματι μήτε πολὺ μᾶλλον ψυχῇ δεξώμεθά ποτε, τὸ δ’ ἀντιπεπονθὸς ἐκεῖνο — ἐπειδὴ πάσχειν ἀνάγκη τὸ θνητόν —, ἵνα μὴ καθάπερ οἱ θηλυδρίαι κεκλασμένοι καὶ παρειμένοι καὶ προαναπίπτοντες μετ’ ἐκλύσεως ψυχικῶν δυνάμεων ἐξασθενῶμεν, ἀλλ’ ἐρρωμένοι τοῖς διανοίας τόνοις ἐπελαφρίζειν κἀπικουφίζειν ἰσχύωμεν τὴν φορὰν τῶν ἐπαρτωμένων δεινῶν.

ἐπειδὴ τοίνυν θνητὸς οὐδεὶς οὐδενὸς ἐπιδέδεικται παγίως καὶ βεβαίως κύριος, οἱ δὲ λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν, ὀνομάζονται, ἀνάγκη δ’ ὡς ὑπήκοον καὶ δοῦλον, οὕτως ἡγεμόνα ἐν τῷ παντὶ εἶναι καὶ κύριον, γένοιτ’ ἂν ὁ τῷ ὄντι ἄρχων καὶ ἡγεμὼν εἷς ὁ θεός, ᾧ λέγειν ἦν πρεπῶδες, ὅτι πάντα

αὐτοῦ κτήματα. καὶ ὡς μεγαλοπρεπῶς ἅμα καὶ θεοπρεπῶς διεξέρχεται περὶ τούτων, κατανοήσωμεν τὸ „ὅλα μου, φησίν, ἐστίν“. ὅλα δ’ ἐστὶν ἅ φησι „δῶρα καὶ δόματα καὶ καρπώματα, ἃ διατηροῦντες [*](1 ὃ addidi 2 καὶ ἢ AP, καὶ om. F ἀγωνιζομένου AP 4 τυπτηθῆναι UF φυλάττεται UF περὶ δακτύλοις F δακτύλοις] δικτύοις Η 5 καὶ πρὸς UF : καὶ om. ceteri αὐτὸν MGUF ἐπάρας AP 6 φέρει UF ἀναγκάσαι UF 7 τι scripsi: τινὶ codd. παραπλήσια F ἡ ὁ χαλκὸς om. AP χαλκεὺς F 8 ὑπερίπταται UF διατιθεὶς] διανοηθεὶς UF 9 σώματι] ὄμ ματι APUF 10 ποτὲ δεξώμεθα transp. UF 11 καθάπερ — παρειμένοι] θηλυδρίαι καθάπερ καὶ τεθλασμένοι καὶ παράνομοι καὶ παρεπόμενοι UF 13 τοῖς GH: ταῖς AP, τὰς M, τοῖς τῆς UF διανοίαις AP τόνοις om. AP ἐπικουφίζειν καὶ ἐπελαφρίζειν transp. UF 14 ἐπαρτωμένων Α, ἀπαρτωμένων UF 16 ὀνομάζονται D: νομίζονται codd. 17 γένοιτο δ’ ἄν UF ὁ om. F 18 εἷς om. UF ἣν] ἐστὶ U, ἐστὶν F 19. 20 διεξέρχεται ἄμα καὶ θεοπρεπῶς transp. U 20 κατανοήσωμεν: νοήσωμεν:— hic desinunt UF; addit U subscriptionem φίλωνος περὶ τῶν Χερουβὶμ τῆς φλογίνης ῥομφαίας: τὸ — ἅ φησι (21) in lacuna om. M, τὸ ὅλα μου, φησίν, ἐστίν om. AP 21 ἅ φησι] ἄφεσιν· ἀλλ’ οὐ AP δόματα] δόγματα GH) [*](15 — 16 Dv p. 434 Anton. Mel. II 21 Col. 1064 Φίλωνος: οἱ λεγόμενοι δεσπόται δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν, ὀνομάζονται.)

v.1.p.191
προσοίσετε ἐν ταῖς ἐμαῖς ἑορταῖς ἐμοί“ (Num. 28, 2), πάνυ ἐκδήλως παριστὰς ὅτι τῶν ὄντων τὰ μὲν χάριτος μέσης ἠξίωται, ἣ καλεῖται δόσις, τὰ δὲ ἀμείνονος, ἧς ὄνομα οἰκεῖον δωρεά, τὰ δὲ τοιαῦτα γέγονεν, ὡς μὴ μόνον δύνασθαι καρποφορεῖν ἀρετάς, ἀλλὰ καὶ δι’ ὅλων ἤδη πεφυκέναι καρπὸς ἐδώδιμος, ᾧ μόνῳ ψυχὴ τοῦ φιλοθεάμονος τρέφεται.

ὁ δὴ ταῦτα διδαχθεὶς καὶ διατηρεῖν καὶ διαφυλάττειν ἐν διανοίᾳ δυνάμενος ἄμωμον καὶ κάλλιστον ἱερεῖον οἴσει θεῷ πίστιν ἐν οὐ θνητῶν ἑορταῖς· ἑαυτῷ γὰρ τὰς ἑορτὰς προσκεκλήρωκε δόγμα τιθεὶς ἀναγκαιότατον τοῖς φιλοσοφίας θιασώταις.

τὸ δὲ δόγμα τοῦτ’ ἐστί· μόνος ὁ θεὸς ἀψευδῶς ἑορτάζει· καὶ γὰρ μόνος γήθει καὶ μόνος χαίρει καὶ μόνος εὐφραίνεται καὶ μόνῳ τὴν ἀμιγῆ πολέμου συμβέβηκεν εἰρήνην ἄγειν· ἄλυπός ἐστι καὶ ἄφοβος καὶ ἀκοινώνητος κακῶν, ἀνένδοτος, ἀνώδυνος, ἀκμής, εὐδαιμονίας ἀκράτου μεστός· τελειοτάτη ἡ τούτου φύσις, μᾶλλον δὲ αὐτὸς ἄκρα καὶ τέλος καὶ ὅρος εὐδαιμονίας ὁ θεός, μετέχων μὲν οὐδενὸς ἑτέρου πρὸς βελτίωσιν, τὸ δὲ ἴδιον μεταδεδωκὼς ἅπασι τοῖς ἐν μέρει τῆς τοῦ καλοῦ πηγῆς, ἑαυτοῦ· τὰ γὰρ ἐν κόσμῳ καλὰ οὔποτ’ ἂν ἐγεγένητο τοιαῦτα, μὴ πρὸς ἀρχέτυπον τὸ πρὸς ἀλήθειαν καλὸν τὸ ἀγένητον καὶ μακάριον καὶ ἄφθαρτον ἀπεικονισθέντα.

καὶ διὰ τοῦτο καὶ τὸ „σάββατον“ — ἑρμηνεύεται δ’ ἀνάπαυσις — „θεοῦ“ φησιν εἶναι Μωυσῆς πολλαχοῦ τῆς νομοθεσίας (Exod. 20, 10 al.), οὐχὶ ἀνθρώπων, ἁπτόμενος φυσιολογίας ἀναγκαίας — τὸ γὰρ ἐν τοῖς οὖσιν ἀναπαυόμενον, εἰ δεῖ τἀληθὲς εἰπεῖν, ἕν ἐστιν ὁ θεός —, ἀνάπαυλαν δὲ οὐ τὴν ἀπραξίαν καλῶν, ἐπειδὴ φύσει δραστήριον τὸ τῶν ὅλων αἴτιον παῦλαν οὐδέποτε ἴσχον τοῦ ποιεῖν τὰ κάλλιστα, ἀλλὰ τὴν ἄνευ κακοπαθείας μετὰ πολλῆς εὐμαρείας ἀπονωτάτην ἐνέργειαν·

ἥλιον μὲν γὰρ καὶ σελήνην καὶ τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον, ἅτε καὶ οὐκ ὄντα αὐτεξούσια καὶ κινούμενα καὶ φερόμενα συνεχῶς, θέμις εἰπεῖν κακοπαθεῖν· καὶ τοῦ καμάτου μαρτύριον ἐναργέστατον αἱ ἐτήσιοι ὧραι· τά τε γὰρ συνεκτικώτατα τῶν ἐν οὐρανῷ τὰς κινήσεις ἐναλλάττει, τοτὲ μὲν βορείους τοτὲ δὲ νοτίους τοτὲ δὲ ἀλλοίας ποιούμενα τὰς περιφοράς, [*](1 προσοίσεται Α 2 παριστᾶ(??) Α ἠξίωνται AP 3 δὲ alterum om. M 4 ἀρετάς om. AP 5 δὴ] δὲ Η 7 ἐν om. AP καὶ τὰς Mang. 9 δὲ om. G ὁ ἀψευδῶς ἑορτάζων AP 10 fort. γηθεῖ scribeudum II ἄλυπος M: ἀλλ’ αὐτὸς AP, om. GH 12 ἀκμῆς M 13 τούτου] τοῦ θεοῦ? δ’ AP 14 δ’ AP 16 ἄν om. AP ἐγεγένητο scripsi: ἐγεγένηντο M, ἐγένοντο ceteri 17 ἀγέννητον AP 22 καλῶν M: καλῶ GH, τῶν καλῶν AP 23 παῦλαν add. M: om. ceteri 27 ἐτησίαι AP 28. 29 τότε — τότε — τότε M 29 νοτείους AP δ’ ἀλλοίας H ἀλλοίας] ἄλλας coni, Mang.)

v.1.p.192
ὅ τε ἀὴρ ἀλεαινόμενος καὶ ψυχόμενος καὶ πάσας τροπὰς τρεπόμενος ἐκ τῶν ἰδίων παθημάτων ἐλέγχεται κάμνων, ἐπεὶ τὸ συνεκτικώτατον μεταβολῆς αἴτιον κάματος·

εὔηθες δ’ ἐστὶ περὶ τῶν χερσαίων ἢ καθ’ ὕδατος μακρηγορεῖν τὰς καθόλου καὶ κατὰ μέρη τροπὰς αὐτῶν ἐπὶ μήκιστον διεξιόντα· ταῦτα γὰρ πολὺ πλείω τῶν μεταρσίων κατὰ τὸ εἰκὸς ἀσθένειαν ἐνδέχεται, ἅτε πλεῖστον μετέχοντα τῆς ὑστάτης καὶ γεώδους οὐσίας.

ἐπειδὴ τοίνυν τὰ μὲν τρεπόμενα καμάτῳ πέφυκε μεταβάλλειν, ἄτρεπτος δὲ καὶ ἀμετάβλητος ὁ θεός, ἀκμὴς ἂν εἴη φύσει· τὸ δ’ ἀσθενείας ἀμέτοχον, κἂν πάντα ποιῇ, δι’ αἰῶνος ἀναπαυόμενον οὔποτε λήξει· ὥστε οἰκειότατον μόνῳ θεῷ τὸ ἀναπαύεσθαι. ἐδείχθη δὲ καὶ τὸ ἑορτάζειν ἐπιβάλλον αὐτῷ· μόνου ἄρα καὶ ἑβδόμαι καὶ ἑορταὶ τοῦ αἰτίου, ἀνθρώπων δὲ συνόλως οὐδενός.

ἴθι γάρ, εἰ θέλεις, συνεπίσκεψαι τὰς ἀοιδίμους πανηγύρεις ἡμῶν. ὅσαι μὲν δὴ κατ’ ἔθνη βαρβαρικά τε καὶ ἑλληνικὰ ἐκ μυθικῶν πλασμάτων συνέστησαν ἄλλαι παρ’ ἄλλοις κενὸν τῦφον ἔχουσαι τὸ τέλος, ἀφείσθωσαν· καὶ γὰρ οὐδ’ ὁ σύμπας ἀνθρώπων βίος ἐξαρκέσει πρὸς τὸ τὰς ἐνυπαρχούσας ἀτοπίας ἑκάσταις ἀκριβῶσαι· ἃ δ’ ἂν ἀντὶ πολλῶν εἴποι τις ἐφ’ ἁπάσας ὀλίγα στοχαζόμενος τοῦ καιροῦ, λεκτέον.

πάσης ἑορτῆς τε καὶ πανηγύρεως τῶν παρ’ ἡμῖν τὰ θαυμαστὰ καὶ περιμάχητα ἔργα ταῦτα· ἄδεια ἄνεσις ἐκεχειρία μέθη παροινία κῶμοι χλιδὴ θρύψις θυραυλίαι παννυχίδες, ἀπρεπεῖς ἡδοναί, μεθημερινοὶ γάμοι, βιαιόταται ὕβρεις, ἀσκήσεις ἀκρασίας, ἀφροσύνης μελέται, ἐπιτηδεύσεις αἰσχρῶν, φθορὰ παντελὴς τοῦ καλοῦ, νυκτεγερσίαι πρὸς ἀπλήστους ἐπιθυμίας, ὕπνος ἐν ἡμέρᾳ, ὁπότε καιρὸς ἐγρηγόρσεως, φύσεως ἔργων ἐναλλαγή·

τότε ἀρετὴ μὲν ὡς βλαβερὸν γελᾶται, κακία δὲ ὡς ὠφέλιμον ἁρπάζεται, τότε τὰ μὲν πρακτέα ἄτιμα, τὰ δὲ μὴ πρακτέα ἐπίτιμα, τότε μουσικὴ μὲν καὶ φιλοσοφία καὶ πᾶσα παίδευσις, τὰ τῆς θείας ψυχῆς θεῖα ὡς ἀληθῶς ἀγάλματα, ἀφωνίαν ἴσχει, αἱ δὲ [*](1 ἀλεαινόμενος MAP: αὐαινόμενος GH τροπὰς τρεπόμενος M: τρεπόμενος τροπάς AP, τροπὰς ἀλεαινόμενος GH 7 τἄ μὲν τρεπόμενα GII: τὰ μετατρεπόμενα AP, τὰ τρεπόμενα M 9 κἀν GII: Κάιν M, καὶ AP ποιεῖ MAP 10 ὥ θεῶ AP 11 ἐπιβάλλον MAP: ἐπιβάλλειν GH μόνον AP αἰτίου] ἀστείου AP 12 ἴσθι MG θέλῃς AP συνεπισκέψασθαι L, συνεπίσκεψαι ceteri Ih τῦφον MH 16 ἑκάσταις Weudl, : ἑκάστοις codd. 17 ἆ δ’ scripsi: ἅς δ’ MGH, ἀλλ’ AP ἄν addidi 18 πάσης om. AP τῶν om. AP 19 ἐκκεχειρία codd. 20 ἀτρεπεῖς AP 22 νυκτεργασίαι P 24 γελάτερον (sic) AP 25 δ’ AP πρακταῖα AP 26 πρακταῖα AP 27 αἱ δὲ Ε; coui. Mang.) [*](21 μεθημερινοὶ γάμοι ex Demosth. De cor. § 129.)

v.1.p.193
μαστροπεύουσαι καὶ προξενοῦσαι τὰς ἡδονὰς γαστρὶ καὶ τοῖς μετὰ γαστέρα ῥητορεύουσι.

τοιαῦται τῶν λεγομένων εὐδαιμόνων αἱ ἑορταί. καὶ μέχρι μὲν ἐν οἰκίαις ἢ χωρίοις βεβήλοις ἀσχημονοῦσιν, ἧττον ἁμαρτάνειν μοι δοκοῦσιν· ἐπειδὰν δὲ ὥσπερ χειμάρρου φορὰ πάντῃ νεμηθεῖσα καὶ ἱερῶν τοῖς ἁγιωτάτοις προσπελάσασα βιάσηται, τὰ ἐν τούτοις εὐαγῆ πάντα εὐθὺς ἔρριψεν, ὡς ἀπεργάσασθαι θυσίας ἀνιέρους, ἱερεῖα ἄθυτα, εὐχὰς ἀτελεῖς, ἀμυήτους μυήσεις, ἀνοργιάστους τελετάς, νόθον εὐσέβειαν, κεκιβδηλευμένην ὁσιότητα, ἁγνείαν ἄναγνον, κατεψευσμένην ἀλήθειαν, βωμολόχον θεραπείαν θεοῦ.

καὶ πρὸς τούτοις ἔτι τὰ μὲν σώματα λουτροῖς καὶ καθαρσίοις ἀπορρύπτονται, τὰ δὲ ψυχῆς ἐκνίψασθαι πάθη, οἷς καταρρυπαίνεται ὁ βίος, οὔτε βούλονται οὔτε ἐπιτηδεύουσι· καὶ λευχειμονοῦντες μὲν εἰς τὰ ἱερὰ βαδίζειν σπουδάζουσιν ἀκηλιδώτους ἐσθῆτας ἀμπεχόμενοι, διάνοιαν δὲ κεκηλιδωμένην ἄχρι τῶν ἀδύτων εἰσάγοντες οὐκ αἰδοῦνται.

κἂν μέν τι τῶν θρεμμάτων μὴ παντελὲς καὶ ὁλόκληρον εὑρίσκηται, ἔξω περιρραντηρίων ἀπελαύνεται βωμοῖς οὐκ ἐώμενον προσαχθῆναι, καίτοι ταῖς σωματικαῖς λώβαις ἁπάσαις κεχρημένον ἀκουσίοις· κατατετρωμένοι δὲ τὰς ψυχὰς ἐκ νοσημάτων χαλεπῶν, ἃ κακίας ἀμήχανος δύναμις προσέβαλε, μᾶλλον δὲ ἠκρωτηριασμένοι καὶ ἐκτετμημένοι τὰ κάλλιστα, φρόνησιν καρτερίαν δικαιοσύνην εὐσέβειαν, τὰς ἄλλας ὅσας τὸ ἀνθρώπειον γένος χωρεῖν πέφυκεν ἀρετάς, καὶ καθ’ ἑκούσιον γνώμην ἐνδεδεγμένοι τὰς λύμας, ὅμως ἱερουργεῖν τολμῶσι νομίζοντες τὸν τοῦ θεοῦ ὀφθαλμὸν τὰ ἐκτὸς μόνα ὁρᾶν ἡλίου συνεργοῦντος, ἀλλ’ οὐχὶ πρὸ τῶν ἐμφανῶν τὰ ἀφανῆ καταθεᾶσθαι φωτὶ χρώμενον ἑαυτῷ·

ὁ γὰρ τοῦ ὄντος ὀφθαλμὸς φωτὸς ἑτέρου πρὸς κατάληψιν οὐ δεῖται, αὐτὸς δ’ ὢν ἀρχέτυπος αὐγὴ μυρίας ἀκτῖνας ἐκβάλλει, ὧν οὐδεμία ἐστὶν αἰσθητή, νοηταὶ δ’ ἅπασαι· παρὸ καὶ μόνος ὁ νοητὸς θεὸς [*](1 τέχναι post προξενοῦσαι addere mavult Wendl. 2 τοιαῦτα AP αἱ ἑορταί M: om. ceteri 3 μέχρις MAP ἐν addidi ἀσχημονοῦσιν codd. : ἐνασχημονοῦσιν Mang. (coni. Turn.) 5 ἀνωτάτοις AP 6. 7 θυσίας ἀθύτους, ἱερεῖα ἀνίερα coni. Mang. 7 ἄθυτα αὐτά G 10 ἀπορρύπτεται AP, ἀπορρύπτοντας H 11 ἐκνήψασθαι M, πάθη ἐκνίψασθαι transp. GH καταρυπαίνεται MG 13 κεκηλινδωμένην A, καικηλινδωμένην P 14 κἄν] καὶ AP μέν τι] μέντοι ΑP 16 καίτοι ταῖς scripsi: καὶ τοιαύταις codd., κἀν τοιαύταις Mang. in textu, καίτοι ταύταις in corrigendis 16. 17 ἀκουσίοις κεχρημένον transp. Η 18 προσέβαλε G: προέβαλε H, ἔβαλε M, om. AP καὶ μᾶλλον AP δὲ om. codd., add. Turn. 19 δικαιοσύνην bis Η δικαιοσύνην τ’ Mang. εὐσέβειαν om. Η 20 καὶ om. P 21 ἐνδεδεγμένοι M: ἐνδεδυμένοι AP, ἐκδεδεγμένοι G, ἐκδεδειγμένοι H 23 πρὸ τῶν ἐμφανῶν] πρῶτον ἐμφαίνων AP χρώμενος AP 25 δ’] γε Η αὑγὴ om. AP ἐμβάλλει AP οὐδὲ μία M 26 ἅπασαι codd.: αἱ ἅπασαι Mang.)

v.1.p.194
αὐταῖς χρῆται, τῶν δὲ γενέσεως μεμοιραμένων οὐδείς· αἰσθητὸν γὰρ τὸ

γενόμενον, αἰσθήσει δὲ ἀκατάληπτος ἡ νοητὴ φύσις. ἐπειδὴ τοίνυν ἀοράτως τόδε τῆς ψυχῆς χωρίον εἰσδύεται, παρασκευάζωμεν τὸν τόπον ἐκεῖνον ὡς ἔνεστι κάλλιστον, ἀξιόχρεων ἐνδιαίτημα θεοῦ γενησόμενον· εἰ δὲ μή, λήσεται μεταναστὰς εἰς ἕτερον οἶκον, ὃς ἂν ἄμεινον αὐτῷ δοκῇ δεδημιουργῆσθαι.

εἰ γὰρ βασιλεῖς ὑποδέχεσθαι μέλλοντες λαμπροτέρας κατασκευάζομεν τὰς ἰδίας οἰκίας, μηδενὸς τῶν εἰς κόσμον ὀλιγωροῦντες, ἀλλὰ πᾶσιν ἀδεῶς καὶ ἀφθόνως χρώμενοι, τοῦ τὴν καταγωγὴν ἡδίστην ἅμα καὶ μετὰ τοῦ πρέποντος ἀξιώματος αὐτοῖς γενέσθαι στοχαζόμενοι, τῷ βασιλέων βασιλεῖ καὶ τῶν συμπάντων ἡγεμόνι θεῷ δι’ ἡμερότητα καὶ φιλανθρωπίαν ἀξιώσαντι τὸ γενητὸν ἐπισκέψεως καὶ ἀπ’ οὐρανοῦ περάτων μέχρι γῆς ἐσχάτων ἐπ’ εὐεργεσίᾳ τοῦ γένους ἡμῶν κατελθόντι ποδαπὸν οἶκον ἄρα χρὴ κατασκευάζεσθαι;

λίθων μὲν ἢ ξυλίνης ὕλης; ἄπαγε, ἀλλ’ οὐδ’ εἰπεῖν εὐαγές· οὐδὲ γάρ, εἰ πᾶσα γῆ χρυσὸς ἤ τι χρυσοῦ τιμαλφέστερον μεταβαλοῦσα ἐξαίφνης γένοιτο κἄπειτα δημιουργῶν τέχναις στοὰς καὶ προπύλαια καὶ ἀνδρῶνας καὶ προτεμενίσματα καὶ νεὼς κατασκευαζόντων ἀναλωθείη, γένοιτ’ ἂν βάσις αὐτοῦ τοῖς