De Cherubim
Philo Judaeus
Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.
ἐπειδὴ γάρ φαμεν εἶναι γυναῖκα τροπικῶς αἴσθησιν, ἀλλοτριώσει δ’ αἰσθήσεως καὶ σώματος ἐπιστήμη συνίσταται, τοὺς σοφίας ἐραστὰς αἴσθησιν ἀποδοκιμάζοντας μᾶλλον ἢ αἱρουμένους ἐπιδείξεται· καὶ μήποτ’ εἰκότως· αἱ γὰρ τούτοις συνοικοῦσαι λόγῳ μέν εἰσι γυναῖκες, ἔργῳ δὲ ἀρεταί, Σάρρα μὲν ἄρχουσα καὶ ἡγεμονίς, Ῥεβέκκα δὲ ἐπιμονὴ τῶν καλῶν, Λεία δὲ ἀνανενευμένη καὶ κοπιῶσα ἐπὶ τῇ συνεχείᾳ τῆς ἀσκήσεως, ἣν ἐκνένευκε καὶ ἀποστρέφεται πᾶς ἄφρων ἀρνούμενος, Σεπφώρα δὲ ἡ Μωυσέως ἀπὸ γῆς εἰς οὐρανὸν ἀνατρέχουσα καὶ τὰς ἐκεῖ θείας καὶ εὐδαίμονας φύσεις κατανοοῦσα, καλεῖται δὲ ὀρνίθιον.
ἵνα δὲ τὴν ἀρετῶν κύησιν καὶ ὠδῖνα εἴπωμεν, ἀκοὰς ἐπιφραξάτωσαν οἱ δεισιδαίμονες τὰς ἑαυτῶν ἢ μεταστήτωσαν· τελετὰς γὰρ ἀναδιδάσκομεν θείας τοὺς τελετῶν ἀξίους τῶν ἱερωτάτων μύστας, οὗτοι δ’ εἰσὶν οἱ τὴν ἀληθῆ καὶ οὖσαν ὄντως ἀκαλλώπιστον εὐσέβειαν μετὰ ἀτυφίας ἀσκοῦντες· ἐκείνοις δὲ οὐχ ἱεροφαντήσομεν κατεσχημένοις ἀνιάτῳ κακῷ, τύφῳ ῥημάτων καὶ ὀνομάτων γλισχρότητι καὶ τερθρείαις ἐθῶν, ἄλλῳ δὲ οὐδενὶ τὸ
εὐαγὲς καὶ ὅσιον παραμετροῦσιν. ἀρκτέον οὖν τῆς τελετῆς ὧδε. ἀνὴρ μὲν γυναικί, ἄνθρωπος δ’ ἄρρην ἀνθρώπῳ θηλείᾳ τὰς ἐπὶ γενέσει παίδων ὁμιλίας ἐπακολουθῶν τῇ φύσει συνέρχεται ποιησόμενος· ἀρεταῖς δὲ πολλὰ καὶ τέλεια τικτούσαις θέμις οὐκ ἔστιν ἀνδρὸς ἐπιλαχεῖν θνητοῦ· μὴ δεξάμεναι δὲ παρά τινος ἑτέρου γονήν, ἐξ ἑαυτῶν μόνον οὐδέποτε [*](1. 2 προσέθετο UF 2 τὸν Ἅβελ τὸν ἀδελφὸν αὐτοῦ transp. H ἀρετὴν μὲν AP o ὁ νομοθέτης μεμαρτύρηκε transp. UF γνωρίζον τὰς U, γνωρίσοντας F, γνωρίζων τὰς MAPH 4 Μωσῆν MAPGH 6 δὲ HU ἐπιστήμων F 7 αἴσθησιν corr. Turn. : ἔστησεν codd. ἐπιδείξεται G, ἐπιδέξεται AP 8 αἱ] ὅτι αἱ APGH 9 ἔργω δ’ AP 10 δέ] δὲ καὶ F ἀνανενευμένη F: ἀναωενεσμένη M, ἀνανευομένη U, ἀνενηνεγμένη ceteri 12 Μωσέως AP, Μωυσέος GF 13 καλεῖτε F ὄρνεον UF 14 ὠδῖνας F 14. 15 οἱ δεισιδαίμονες UF: οἱ om. ceteri 15 ἡ G, ἡ ona. II μεταστησάτωσαν F 16 τῶν om. UF δὲ F 18 δ’ AP κατϊσχημένοις MAPF 10 τερθρίαις Α, τερθρίας UF ἐθνῶν L δ’ AP 20 παραμετροῦσιν ἢ ταύτῃ FL2 τελευτῆς U 21 μὲν] τις U ἄνθρωπος — θηλείᾳ] καλὸν κτῆμα διὰ UFL2 τἀς] εἰς τἀς MAPGH 22 ποιησόμενον H 215 τέλει καὶ πολλὰ UF 24 μὴ δεξαμέναις Η, μὴ δεξαμένοις G, μηδ’ ἐξεῖναι M δὲ] 64 εἶναι AP γονὴν scripsi: ἐπιγονήν codd. ante ἐξ add. μὴ δεξάμεναι δέ M μόνον] μέν μόνων H)
τίς οὖν ὁ σπείρων ἐν αὐταῖς τὰ καλὰ πλὴν ὁ τῶν ὄντων πατήρ, ὁ ἀγένητος θεὸς καὶ τὰ σύμπαντα γεννῶν; σπείρει μὲν οὖν οὗτος, τὸ δὲ γέννημα τὸ ἴδιον, ὃ ἔσπειρε, δωρεῖται· γεννᾷ γὰρ ὁ θεὸς οὐδὲν αὑτῷ, χρεῖος ἅτε ὢν οὐδενός, πάντα δὲ τῷ λαβεῖν δεομένῳ.
παρέξω δὲ τῶν λεγομένων ἐγγυητὴν ἀξιόχρεων τὸν ἱερώτατον Μωυσῆν· τὴν γὰρ Σάρραν εἰσάγει τότε κύουσαν, ὅτε ὁ θεὸς αὐτὴν μονωθεῖσαν ἐπισκοπεῖ (Gen. 21, 1), τίκτουσαν δ’ οὐκέτι τῷ τὴν ἐπίσκεψιν πεποιημένῳ, ἀλλὰ τῷ σοφίας τυχεῖν γλιχομένῳ, οὗτος δὲ Ἀβραὰμ ὀνομάζεται.
γνωριμώτερον δ’ ἐπὶ τῆς Λείας ἐκδιδάσκει λέγων, ὅτι τὴν μὲν μήτραν ἀνέῳξεν αὐτῆς ὁ θεός (Gen. 29, 31) — ἀνοιγνύναι δὲ μήτραν ἀνδρὸς ἴδιον —, ἡ δὲ συλλαβοῦσα ἔτεκεν οὐ θεῷ — ἱκανὸς γὰρ μόνος καὶ αὐταρκέστατος ἑαυτῷ —, ἀλλὰ τῷ κάματον ἀναδεχομένῳ ὑπὲρ τοῦ καλοῦ Ἰακώβ, ὥστε τὴν ἀρετὴν δέχεσθαι μὲν παρὰ τοῦ αἰτίου τὰ θεῖα σπέρματα, τίκτειν δέ τινι τῶν ἑαυτῆς ἐραστῶν, ὃς ἂν τῶν μνηστήρων ἁπάντων προκριθῇ.
πάλιν Ἰσαὰκ τοῦ πανσόφου τὸν θεὸν ἱκετεύσαντος, ἐκ τοῦ ἱκετευθέντος ἔγκυος ἡ ἐπιμονὴ Ῥεβέκκα γίνεται (Gen. 25, 21). χωρὶς δὲ ἱκετείας καὶ δεήσεως τὴν πτηνὴν καὶ μετάρσιον ἀρετὴν Σεπφώραν Μωυσῆς λαβὼν εὑρίσκει κύουσαν ἐξ οὐδενὸς θνητοῦ τὸ παράπαν (Exod. 2, 22).
ταῦτα, ὦ μύσται κεκαθαρμένοι τὰ ὦτα, ὡς ἱερὰ ὄντως μυστήρια ψυχαῖς ταῖς ἑαυτῶν παραδέχεσθε καὶ μηδενὶ τῶν ἀμυήτων ἐκλαλήσητε, ταμιευσάμενοι δὲ παρ’ ἑαυτοῖς φυλάττετε θησαυρόν, οὐκ ἐν ᾧ χρυσὸς καὶ ἄργυρος, οὐσίαι φθαρταί, κατάκεινται, ἀλλὰ τῶν ὄντων κτημάτων τὸ καλλιστεῦον, ἡ περὶ τοῦ αἰτίου καὶ ἀρετῆς καὶ τρίτου τοῦ γεννήματος ἀμφοῖν ἐπιστήμη. ἐὰν δέ τινι τῶν τετελεσμένων [*](1 αὐτοῖς APH 2 ὄντων] ὅλων H ἀγέννητος codd. σπείρει — δωρεῖται (3) om. F 3 γὰρ] μὲν γὰρ DF ὁ θεὸς om. F 4 αὐτῶ PG, ἑαυτῶ F οὐθενός MAPG 5 λεγομένων] δεομένων UF ἀξιόχρεων om. UF 6 τότε κύουσαν τεκοῦσαν UF ὅτι U ὁ et αὐτὴν om. F 7 τίκτουσαν UF: τίκτουσα ceteri δὲ F 8 τυχεῖν] λαχεῖν F Ἄβραμ MH 9 δὲ UF ἀναδιδάσκει UF 10 αὐτῆς ἀνέῳξεν transp. UF ἀνοιγῆναι AP, ἀνοῖξαι UF 14 αὐτῆς Η 15 τὸν θεὸν UF: τὸν om. ceteri 16 ἔγγυος PG, ἔγκυμος F, ἐγκύμων U ἡ ‘Pεβέκκα G γίγνεται U 17 δ’ AP ἱκεσίας F, ἱκετηρίας L τὴν om. F Σεμπφώραν U 18 Μώσης MAPGH θνητοῦ τὸ παράπαν UF: τὸ παράπαν om. ceteri 19 μύσται] μύσι καὶ ἱεροφάνται UF ὡς om. UF 20 παραδέχεσθαι H 21 ἐκλαλήσατε Mang. φυλάπεται U 22 φθαρτακεῖνται (sic) F ὄντων] ὄντως coni. Markland, πάντων Mang. 23 καλλιστεῦον] καλλιστεῦον κτῆμα U, κάλλιστον κτῆμα F ἡ] ἢ F περὶ om. UF καὶ ante ἀρετῆς om. F τρίτον APF 24 ἀμφοῖν] ἀπ’ ἀμφοῖν UF ἐπιστήμης codd., corr. Turn. τινι] τινες APH)
καὶ γὰρ ἐγὼ παρὰ Μωυσεῖ τῷ θεοφιλεῖ μυηθεὶς τὰ μεγάλα μυστήρια ὅμως αὖθις Ἱερεμίαν τὸν προφήτην ἰδὼν καὶ γνούς, ὅτι οὐ μόνον μύστης ἐστὶν ἀλλὰ καὶ ἱεροφάντης ἱκανός, οὐκ ὤκνησα φοιτῆσαι πρὸς αὐτόν· ὁ δ’ ἅτε τὰ πολλὰ ἐνθουσιῶν χρησμόν τινα ἐξεῖπεν ἐκ προσώπου τοῦ θεοῦ λέγοντα πρὸς τὴν εἰρηνικωτάτην ἀρετὴν ταῦτα· „οὐχ ὡς οἶκόν με ἐκάλεσας καὶ πατέρα καὶ ἄνδρα τῆς παρθενίας σου“ (Ier. 3, 4) ; ἐμφαντικώτατα παριστὰς ὅτι ὁ θεὸς καὶ οἶκός ἐστιν, ἀσωμάτων ἰδεῶν ἀσώματος χώρα, καὶ τῶν συμπάντων πατήρ, ἅτε γεγεννηκὼς αὐτά, καὶ σοφίας ἀνὴρ σπέρμα τῷ θνητῷ γένει καταβαλλόμενος εὐδαιμονίας εἰς ἀγαθὴν καὶ παρθένον γῆν.
ἀμιάντῳ γὰρ καὶ ἀψαύστῳ καὶ καθαρᾷ φύσει, τῇ πρὸς ἀλήθειαν παρθένῳ, διαλέγεσθαι πρεπῶδες θεόν, ἐναντίως ἡμῖν· ἀνθρώπων μὲν γὰρ ἡ ἐπὶ γενέσει τέκνων σύνοδος τὰς παρθένους γυναῖκας ἀποφαίνει· ὅταν δὲ ὁμιλεῖν ἄρξηται ψυχῇ θεός, πρότερον αὐτὴν οὖσαν γυναῖκα παρθένον αὖθις ἀποδείκνυσιν, ἐπειδὴ τὰς ἀγεννεῖς καὶ ἀνάνδρους ἐπιθυμίας, αἷς ἐθηλύνετο, ἐκποδὼν ἀνελὼν τὰς αὐθιγενεῖς καὶ ἀκηράτους ἀρετὰς ἀντεισάγει· Σάρρᾳ γοῦν οὐ διαλέξεται, πρὶν ἐκλιπεῖν ἐκείνην τὰ γυναικεῖα πάντα (Gen. 18, 11) καὶ ἀναδραμεῖν εἰς ἁγνευούσης παρθένου