De Cherubim

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ταύτῃ καὶ ἄψυχα ἐμψύχων καὶ ἄλογα λογικῶν καὶ δένδρα ἀνθρώπων καὶ ἄνθρωποι φυτῶν καὶ ἡμέρων ἀτίθασα καὶ ἀγρίων χειροήθη καὶ ἄρρεν θήλεος καὶ θῆλυ ἄρρενος καὶ συνελόντι φράσαι χερσαῖα ἐνύδρων καὶ ἔνυδρα ἀεροπόρων καὶ πτηνὰ τῶν προειρημένων καὶ προσέτι γῆς μὲν οὐρανός, οὐρανοῦ δὲ γῆ, ἀὴρ δὲ ὕδατος, ὕδωρ δὲ πνεύματος, καὶ πάλιν αἱ μεταξὺ φύσεις ἀλλήλων τε καὶ τῶν ἄκρων καὶ αἱ ἄκραι τῶν μέσων καὶ ἑαυτῶν ἐρῶσι·

χειμών γε μὴν θέρους καὶ θέρος χειμῶνος καὶ ἔαρ ἀμφοῖν καὶ μετόπωρον ἔαρος καὶ ἕκαστον ἑκάστου καὶ ὡς ἔπος εἰπεῖν πάντα πάντων ἐπιδεᾶ τε καὶ χρεῖα, ἵνα τὸ ὅλον, οὗ μέρη ταῦτα, παντελὲς ἔργον ἄξιόν τε εἴη τοῦ

δημιουργοῦ, ὅδε ὁ κόσμος. οὕτως οὖν αὐτὰ συνθεὶς τὸ μὲν [*](1 τῶ θεῶ AP αὔχημα] ἡ χρῆμα D 2 ἀσπάζεται γένος D: γένος oin. codd., γένος ἀσπάζεται Mang. 4 προσθήσεται GH 6 κτήσει] κτίσις AP 7 χρῆσις AP ἐστίν Η 8 πέπρακται L, πέπραται Turn. ἄν seclusi 9 κτίσις AP γεννητὰ AP II ἶνα AP τῷ] τὸ AP 12 TrXTjataCr) MG: πλησιάζει AP, πλησιάζοι Η ἀλλήλων Η 15 ἀντίκτησιν M ὑπομένοντι AP, ἀπονέμοντα coni. Markland 17 ἀτίθασσα AP 20 προσέτι M: πρὸς τοὺς ἐπὶ AP, πρὸς τοῖς ἔτι GH, πρὸς τούτοις ἔτι v γῆς μὲν οὐρανός codd.: γῆ μὲν οὐρανοῦ v οὐρανοῦ ii M: οὐρανὸς ἑ ceteri γῆ MAP: AP: γῆς GH 21 τε om. H 22 ἐρῶσι] χρῄζουσι coni. Markland 26 αὑτὰς AP) [*](1 — 3 Dr fol. 143v τοῦ αὐτοῦ Φίλωνος) περὶ τῶν Χερουβίμ: τὸ δουλεύειν — τιμιώτερον.)

v.1.p.197
κράτος ἁπάντων ἀνῆψεν ἑαυτῷ, τὴν δὲ χρῆσιν καὶ ἀπόλαυσιν ἔνειμε τοῖς ὑπηκόοις ἑαυτῶν τε καὶ ἀλλήλων· καὶ γὰρ ἑαυτοὺς καὶ ὅσα περὶ ἡμᾶς χρῆσιν ἔχομεν· ἐγὼ γοῦν ἐκ ψυχῆς καὶ σώματος συνεστώς, νοῦν λόγον αἴσθησιν ἔχειν δοκῶν, οὐδὲν αὐτῶν ἴδιον εὑρίσκω·

ποῦ γάρ μου τὸ σῶμα πρὸ γενέσεως ἦν; ποῖ δὲ καὶ χωρήσει μεταστάντος μου; ποῦ δὲ καὶ τοῦ δοκοῦντος ὑφεστάναι τῶν ἡλικιῶν αἱ διαφοραί; ποῦ τὸ βρέφος, ποῦ ὁ παῖς, ποῦ ὁ ἀντίπαις, ποῦ ὁ ἄρτι ἡβῶν, ποῦ τὸ μειράκιον, ὁ πρωτογένειος, ὁ νεανίας, ὁ τέλειος ἀνήρ; πόθεν δὲ ἦλθεν ἡ ψυχή, ποῖ δὲ χωρήσει, πόσον δὲ χρόνον ἡμῖν ὁμοδίαιτος ἔσται; τίς δέ ἐστι τὴν οὐσίαν, ἔχομεν εἰπεῖν; πότε δὲ καὶ ἐκτησάμεθα αὐτήν; πρὸ γενέσεως; ἀλλ’ οὐχ ὑπήρχομεν· μετὰ τὸν θάνατον; ἀλλ’ οὐκ ἐσόμεθα οἱ μετὰ σωμάτων σύγκριτοι ποιοί, ἀλλ’ εἰς παλιγγενεσίαν ὁρμήσομεν οἱ μετὰ ἀσωμάτων σύγκριτοι ποιοί.

ἀλλὰ νῦν ὅτε ζῶμεν κρατούμεθα μᾶλλον ἢ ἄρχομεν καὶ γνωριζόμεθα μᾶλλον ἢ γνωρίζομεν· οἶδε γὰρ ἡμᾶς οὐ γνωριζομένη πρὸς ἡμῶν καὶ ἐπιτάγματα ἐπιτάττει, οἷς ἐξ ἀνάγκης ὑπηρετοῦμεν ὡς οἰκέται δεσποίνῃ· ἀπόλειψίν τε ὅταν ἐθέλῃ πρὸς τὸν ἄρχοντα χρηματίσασα μεταναστήσεται ἔρημον καταλιποῦσα ζωῆς τὸν ἡμέτερον οἶκον, κἂν ἐπιμένειν βιαζώμεθα, διαλύσεται· λεπτομερὴς γὰρ αὐτῆς ἡ φύσις, ὡς μηδεμίαν ἐμπαρέχειν λαβὴν σώματι.

ὁ δὲ νοῦς ἐμόν ἐστιν διαίτημα; ὁ ψευδῶν εἰκαστικός, ὁ πλάνης, ὁ οἰητικός, ὁ παρανοῶν, ὁ μωραίνων, ὁ εὑρισκόμενος ἄνους ἐν ἐκστάσει καὶ μελαγχολίᾳ καὶ μακρῷ γήρᾳ; ἀλλ’ ὁ λόγος κτῆμα ἐμόν; ἢ τὰ φωνῆς ὄργανα; μικρὰ νόσου πρόφασις οὐ τὴν γλῶτταν ἐπήρωσεν, οὐ τὸ στόμα καὶ τῶν πάνυ λογίων ἀπέρραψεν; οὐχὶ δεινοῦ προσδοκία καταπλήξασα μυρίους ἀχανεῖς [*](3 εἰς χρῆσιν Mang., sed cf. De vict. offer. 6 (II 256 M.) ἐγὼ γοῦν Η: ἔγωγ’ οὑν ceteri 5 ποῖ scripsi: ποῦ codd. μου addidi 6 ἡλιακῶν Η 7 ὁ ante ἀντίπαις om. codd., add. Richter 8 πόθεν δὲ MAP: δὲ om. GH 9 ποὶ] ποῦ H χωρίσει H ἡμῖν χρόνον transp. H 10 ἔχωμεν L 11. 12 ἀλλ’ οὐκ — ποιοί om. AP 12 μετὰ om. M 13 ὁρμήσωμεν H οἱ — ποιοί om. M μετὰ ἀσωμάτων Turn. : μετὰ σώματα ἀσωμάτων AP, μετὰ ἀσώματα ἀσωμάτων GH ἀσύγκριτοι coni. Mang. ποιοί] ποῖοι codd., om. v 15 οἶδεν M γνωριζομένην Α 16 ἀπόλειψιν H: ἀπολείψειν ceteri 17 τε om. AP1 ὅταν] ὅτ’ ἄν G, οἷς γὰρ ἂν APi χρηματίσασα MGH, χρηματήσασα AP: γρηματίσουσα v, χρηματίσαι coni. Maog. 19 διαλήσεται Mang. ἡ φύσις αὐτῆς transp. H μηδὲ μίαν M 20 ἐμόν ἐστιν om. AP, ἐστιν om. GH διαίτημα MAP: ἐνδιαίτημα GH, κτῆμα coni. Mang.; fort. ἴδιον κτῆμα 21 ὁ ψ. εἴκ’.] οὐ ψευδονομαστικός ΑΡ1 οὐ πλάνης AP1 ὁ ante οἰητικός add. Mang. ὁ παρανοῶν] ὁ γε ἄρα νοῶν AP 22 καὶ ante μακρῷ om. MAP 23 ἢ om. M ἡ τὰ] ἡ δὲ AP νόσω AP 24 ἐπλήρωσεν AP 25 δεινοῦ om. AP1)

v.1.p.198
ἐποίησε;

καὶ μὴν οὐδὲ τῆς αἰσθήσεως ἡγεμὼν εὑρίσκομαι, τάχα δέ που καὶ δοῦλος ἀκολουθῶν ᾗ ἂν ἄγῃ, πρὸς χρώματα, πρὸς σχήματα, πρὸς φωνάς, πρὸς ὀσμάς, πρὸς χυλούς, πρὸς τὰ ἄλλα σώματα. δι’ ὧν ἁπάντων δεδηλῶσθαι νομίζω, ὅτι τοῖς ἀλλοτρίοις κτήμασι χρώμεθα, καὶ οὔτε δόξαν οὔτε πλοῦτον οὔτε τιμὰς οὔτε ἀρχὰς οὔθ’ ὅσα περὶ σῶμα ἢ ψυχὴν ἴδια κεκτήμεθα, ἀλλ’ οὐδ’ αὐτὸ τὸ ζῆν·

χρῆσιν δὲ ἔχοντες ἐὰν μὲν γνῶμεν, ἐπιμελησόμεθα ὡς θεοῦ κτημάτων, προλαβόντες ὅτι τῷ δεσπότῃ νόμος ὅταν θέλῃ τὰ ἑαυτοῦ κομίζεσθαι· οὕτως γὰρ τὰς ἐπὶ ταῖς ἀφαιρέσεσιν ἀνίας ἐπικουφιοῦμεν· νυνὶ δὲ οἱ πολλοὶ νομίζοντες ἑαυτῶν πάντα κτήματα κατὰ τήν τινος ἀπουσίαν καὶ ἔνδειαν εὐθὺς περιπαθοῦσι.

γίνεται οὖν οὐ μόνον ἀληθὲς ἀλλὰ καὶ τῶν μάλιστα συντεινόντων εἰς παρηγορίαν τὸ τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ τοῦ γεννήσαντος ἔργα τε εἶναι καὶ κτήματα. τὸ δὲ ἔργον τὸ ἴδιον ὁ κεκτημένος δεδώρηται, ὅτι οὐ δεῖται· ὁ δὲ χρώμενος οὐχὶ κέκτηται, ὅτι κύριος εἷς ἁπάντων καὶ δεσπότης ἐστίν, ὃς ὀρθότατα ἐρεῖ· „ἐμὴ πᾶσά ἐστιν ἡ γῆ“ — ἴσον τῷ, τὸ γενητὸν ἅπαν ἐμόν —, „ὑμεῖς δὲ προσήλυτοι καὶ πάροικοι ἐναντίον ἐμοῦ“ (Lev. 25, 23).

πρὸς μὲν γὰρ ἀλλήλους οἱ γενόμενοι πάντες αὐτοχθόνων καὶ εὐπατριδῶν ἔχουσι λόγον, πάντες ἰσοτιμίαν καὶ ἰσοτέλειαν καρπούμενοι, πρὸς δὲ θεὸν ἐπηλύτων καὶ παροίκων· ἕκαστος γὰρ ἡμῶν ὥσπερ εἰς ξένην πόλιν ἀφῖκται τόνδε τὸν κόσμον, ἧς πρὸ γενέσεως οὐ μετεῖχε, καὶ ἀφικόμενος παροικεῖ, μέχρις ἂν τὸν ἀπονεμηθέντα τοῦ βίου χρόνον διαντλήσῃ.