Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

ὥσπερ γὰρ ἑτέρως τύπτεται ὁ ἀθλητὴς καὶ ὁ δοῦλος, ὁ μὲν καθ’ ὑπόπτωσιν ἐνδιδοὺς πρὸς τὰς αἰκίας καὶ ὑπείκων, ὁ δ’ ἀθλητὴς ἀντέχων καὶ ἀντιστατῶν καὶ τὰς ἐπιφερομένας πληγὰς ἀποσειόμενος, καὶ κείρεις ἑτέρως μὲν ἄνθρωπον, ἑτέρως δὲ τὸ κῴδιον — τὸ μὲν γὰρ ἐν τῷ πάσχειν μόνον ἐξετάζεται, ὁ δ’ ἄνθρωπος καὶ ἀντιδρᾷ καὶ ὥσπερ ἀντιπέπονθε σχηματίζων ἑαυτὸν πρὸς τὸ κείρεσθαι —,

οὕτως ὁ μὲν ἀλόγιστος ἀνδραπόδων δίκην ἑτέρῳ ὑπείκει καὶ ὑποπίπτει ταῖς ἀλγηδόσιν ὡς ἀφορήτοις δεσποίναις ἀντιβλέψαι πρὸς αὐτὰς ἀδυνατῶν, ἄρρενας καὶ ἐλευθέρους σπᾶν μὴ δυνάμενος λογισμούς, παρὸ δὴ καὶ πλῆθος [*](3 Μώσης codd. μέντοι αὐτὸς coni. Wendl., μὲν αὐτὸς Piels 9 οὐ δοῦλος ὁ λέγων coni. Mang. 14 τρυπᾶσθαι Mang.: τρυπάσθω codd. 15 δουλεύειν scripsi: δουλεύῃ codd. 24 αἰσθητικῶν H 27 πληγὰς addidi 30 κείρασθαι codd., corr. Turn. 33 δὴ] δὲ L, om. Turn.)

v.1.p.158
ἄπειρον διὰ τῶν αἰσθήσεων αὐτῷ τῶν ὀδυνηρῶν ἐπαντλεῖται, ὁ δ’ ἐπιστήμων ἀθλητοῦ τρόπον μετὰ δυνάμεως καὶ ῥώμης καρτερᾶς ἀντιβὰς πρὸς τὰ ἀλγεινὰ πάντα ἀντιπνεῖ, ὡς μὴ τιτρώσκεσθαι πρὸς αὐτῶν, ἀλλ’ ἐξαδιαφορεῖν ἕκαστον, καί μοι δοκεῖ νεανιευσάμενος ἂν ἐπιφωνῆσαι τὸ τραγικὸν πρὸς τὴν ἀλγηδόνα οὕτως·
  • Πίμπρη, κάταιθε σάρκας, ἐμπλήσθητί μου
  • πίνουσα κελαινὸν αἷμα· πρόσθε γὰρ κάτω
  • γῆς εἶσιν ἄστρα, γῆ δ’ ἄνεις’ ἐς αἰθέρα,
  • πρὶν ἐξ ἐμοῦ σοι θῶπ’ ἀπαντῆσαι λόγον.
  • ὥσπερ δὲ τῇ αἰσθήσει τὰ ἀλγεινὰ πάντα παραυξήσας τέθεικεν ὁ θεός, οὕτω τῇ σπουδαίᾳ ψυχῇ πλῆθος ἄφθονον ἀγαθῶν δεδώρηται. φησὶ γοῦν ἐπὶ τοῦ τελείου Ἀβραὰμ τὸν τρόπον τοῦτον· "κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει κύριος· οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης“ (Gen. 22, 16. 17). εὖ καὶ τὸ ὅρκῳ βεβαιῶσαι τὴν ὑπόσχεσιν καὶ ὅρκῳ θεοπρεπεῖ· ὁρᾷς γὰρ ὅτι οὐ καθ’ ἑτέρου ὀμνύει θεός, οὐδὲν γὰρ αὐτοῦ κρεῖττον, ἀλλὰ καθ’ ἑαυτοῦ, ὅς ἐστι πάντων ἄριστος.

    ἔφασαν δέ τινες, ὡς ἀνοίκειον ἦν ὀμνύναι· ὁ ὅρκος γὰρ πίστεως ἕνεκα παραλαμβάνεται, πιστὸς δὲ μόνος ὁ θεὸς καὶ εἴ τις θεῷ φίλος, καθάπερ Μωυσῆς λέγεται „πιστὸς ἐν παντὶ τῷ οἴκῳ“ γεγενῆσθαι (Num. 12, 7). ἄλλως τε καὶ οἱ λόγοι τοῦ θεοῦ εἰσιν ὅρκοι καὶ νόμοι τοῦ θεοῦ καὶ θεσμοὶ ἱεροπρεπέστατοι· τεκμήριον δὲ τῆς ἰσχυρότητος αὐτοῦ, ὃ ἂν εἴπῃ γίνεται, ὅπερ ἦν οἰκειότατον ὅρκῳ· ὥστ’ ἀκόλουθον ἂν εἴη λέγειν, ὅτι πάντες οἱ τοῦ θεοῦ

    λόγοι εἰσὶν ὅρκοι βεβαιούμενοι ἔργων ἀποτελέσμασι. φασί γε μὴν ὅρκον εἶναι μαρτυρίαν θεοῦ περὶ πράγματος ἀμφισβητουμένου· εἰ δὴ ὄμνυσιν ὁ θεός, ἑαυτῷ μαρτυρεῖ, ὅπερ ἐστὶν ἄτοπον, ἕτερον γὰρ [*](2 καρτερᾶς AP: καρτερῶς ΒΗ 4 ἐξαδιαφορεῖν Mang.: ἔξω διαφορεῖν codd. 6 πίμπρη om. codd. κάταιθε] κάτεσθε codd. 7 πρόσθεν codd. 8 εἰσιν codd. ἄνεισ’] ἄν codd. ἐς] εἰς codd. 9 θῶπα codd. ἀπαντλῆσαι codd. 10 ἐπιτέθεικεν coni. Wendl. 13 εἵνεκα codd.: ἕνεκα Mang. 17 τὸ ὅρκῳ βεβαιῶσαι Wendl.: τῶ ὅρκῳ βεβαιώσας codd. 20 ἢν θεοῦ τὸ coui. Wendl., Mang. 21 φίλος θεῶ BH Μώσης codd. 26 ἀποτελέσματα L 28 δὴ] δὲ L) [*](6 Eur. frg. 687 Ν2. 7 πίνουσα h. l. Philo, πίνων Euripides.)

    v.1.p.159
    δεῖ εἶναι τὸν ποιούμενον τὴν μαρτυρίαν καὶ τὸν ὑπὲρ οὗ γίνεται. τί οὖν λεκτέον; πρῶτον μὲν ὡς οὐκ ἔστιν ὑπαίτιον ἑαυτῷ μαρτυρεῖν τὸν θεόν· τίς γὰρ ἂν ἄλλος γένοιτο ἱκανὸς αὐτῷ μαρτυρῆσαι; ἔπειτα πάντ’ ἐστὶν αὐτὸς ἑαυτῷ τὰ τιμιώτατα, συγγενὴς οἰκεῖος φίλος ἀρετὴ εὐδαιμονία μακαριότης ἐπιστήμη σύνεσις ἀρχὴ τέλος ὅλον πᾶν δικαστὴς γνώμη βουλὴ νόμος πρᾶξις ἡγεμονία.

    ἄλλως τε ἂν τὸ "κατ’ ἐμαυτοῦ ὤμοσα“ ὃν χρὴ τρόπον ἐκδεξώμεθα, παυσόμεθα τῆς ἄγαν σοφιστείας. μήποτ’ οὖν ἐστι τοιοῦτον· οὐδὲν τῶν δυναμένων πιστοῦν δύναται παγίως περὶ θεοῦ πιστῶσαι, οὐδενὶ γὰρ ἔδειξεν αὑτοῦ τὴν φύσιν, ἀλλ’ ἀόρατον αὐτὴν παντὶ τῷ γένει παρεσκεύασε· τίς ἂν ἰσχύσαι ἢ ὅτι ἀσώματον ἢ ὅτι σῶμα ἢ ὅτι ποιὸν ἢ ὅτι ἄποιον τὸ αἴτιον εἰπεῖν ἢ συνόλως περὶ οὐσίας ἢ ποιότητος ἢ σχέσεως ἢ κινήσεως αὐτοῦ βεβαίως ἀποφήνασθαι; ἀλλὰ περί γε ἑαυτοῦ μόνος ἰσχυριεῖται, ἐπεὶ καὶ μόνος ἀψευδῶς τὴν ἑαυτοῦ φύσιν ἠκρίβωσε.

    βεβαιωτὴς οὖν ἰσχυρότατος ἑαυτοῦ τὸ πρῶτον, ἔπειτα καὶ τῶν ἔργων αὑτοῦ μόνος ὁ θεός, ὥστ’ εἰκότως ὤμνυε καθ’ ἑαυτοῦ πιστούμενος ἑαυτόν, ὃ μὴ δυνατὸν ἦν ἄλλῳ. διὸ καὶ ἀσεβεῖς ἂν νομισθεῖεν οἱ φάσκοντες ὀμνύναι κατὰ θεοῦ· εἰκότως γὰρ οὐδεὶς ὄμνυσι κατ’ αὐτοῦ, ὅτι γε οὐ περὶ τῆς φύσεως αὐτοῦ διαγνῶναι δύναται, ἀλλ’ ἀγαπητόν, ἐὰν κατὰ τοῦ ὀνόματος αὐτοῦ δυνηθῶμεν, ὅπερ ἦν τοῦ ἑρμηνέως λόγου· οὗτος γὰρ ἡμῶν τῶν ἀτελῶν ἂν εἴη θεός, τῶν δὲ σοφῶν καὶ τελείων ὁ πρῶτος.

    καὶ Μωυσῆς μέντοι τὴν ὑπερβολὴν θαυμάσας τοῦ ἀγενήτου φησίν· „καὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ“ (Deut. 6, 13), οὐχὶ αὐτῷ· ἱκανὸν γὰρ τῷ γενητῷ πιστοῦσθαι καὶ μαρτυρεῖσθαι λόγῳ θείῳ· ὁ δὲ θεὸς αὑτοῦ πίστις ἔστω καὶ μαρτυρία βεβαιοτάτη.

    τὸ δὲ "οὗ εἵνεκα ἐποίησας τὸ ῥῆμα τοῦτο“ (Gen. 22, 16) σύμβολόν ἐστιν εὐσεβείας· τὸ γὰρ ἕνεκα θεοῦ μόνου πάντα πράττειν εὐσεβές. παρὸ καὶ ἀφειδοῦμεν τοῦ ἀγαπητοῦ τέκνου τῆς ἀρετῆς, τοῦ εὐδαιμονῆσαι, παραχωροῦντες αὐτὸ τῷ δημιουργῷ, ἄξιον τὸ γέννημα κρίνοντες κτῆμα θεοῦ νομίζεσθαι, ἀλλὰ μὴ γενητοῦ [*](5 πᾶς BH 8 δυνάμεων L πιστοῦν Mang.: πιστεύειν codd. 9 πιστῶσαι Mang.: πιστεῦσαι codd., om. Turn. αὐτοῦ codd. 10 παρεσκεύασεν Η τίς γὰρ coni. Wendl. ἰσχύσαι scripsi: ἰσχύσῃ codd. 11 ἡ ὅτι σῶμα om. L 13 μόνος (post ἑαυτοῦ) scripsi: μόνου codd. 14 βεβαιωτὴς Mang.: βεβαιότης codd. ἰσχυρότατος scripsi: εὐχάριστος codd., εἷς ἄριστος coni. Diels 15 αὐτοῦ codd. 18 καὶ αὐτοῦ Mang.: καθ’ ἑαυτοῦ codd. οὐ] οὐδὲ coni. Wendl. 19 κατὰ addidi 21 Μώσης codd. 22 ἀγεννήτου codd. 23 γεννητῷ codd. 24 αὐτοῦ codd. 27 εὐσεβές Mang.: εὐθές eodd. 28 αὐτὸ] αὐτῶ L 29 κτῆμα om. P γεννητοῦ codd.)

    v.1.p.160
    τινος.

    εὖ δὲ τὸ φάναι "εὐλογῶν εὐλογήσω“ (ib. 17)· πολλὰ γὰρ εὐλόγιστα δρῶσί τινες, ἀλλ’ οὐκ ἐπ’ εὐλογίαις, ἐπεὶ καὶ ὁ φαῦλος ἔνια δρᾷ τῶν καθηκόντων οὐκ ἀφ’ ἕξεως καθηκούσης, καὶ ὁ μεθύων μέντοι καὶ μεμηνὼς ἔστιν ὅτε νηφάλια φθέγγεταί τε καὶ ποιεῖ, ἀλλ’ οὐκ ἀπὸ νηφούσης διανοίας, καὶ οἱ ἔτι κομιδῇ νήπιοι παῖδες οὐκ ἀπὸ λογικῆς ἕξεως — οὔπω γὰρ αὐτοὺς ἡ φύσις λογικοὺς πεπαίδευκε — πολλὰ πράττουσι καὶ λέγουσιν ὧν οἱ λογικοί. βούλεται δὲ ὁ νομοθέτης τὸν σοφὸν μὴ σχετικῶς καὶ εὐαλώτως καὶ ὡς ἂν ἐκ τύχης εὐλόγιστον δοκεῖν εἶναι, ἀλλ’ ἀπὸ ἕξεως καὶ διαθέσεως εὐλογίστου.

    οὐκ ἐξήρκεσεν οὖν τῇ βαρυδαίμονι αἰσθήσει χρῆσθαι πλουσίως ταῖς λύπαις, ἀλλὰ καὶ „τῷ στεναγμῷ". ἔστι δὲ στεναγμὸς σφοδρὰ καὶ ἐπιτεταμένη λύπη· πολλάκις γὰρ ἀλγοῦμεν οὐχὶ στένοντες· ὅταν δ’ ἐπιστένωμεν, ἀνιαρῶς καὶ πάνυ ὀμβρηρῶς χρώμεθα ταῖς λύπαις. τὸ δὲ στένειν ἐστὶ διττόν· ἓν μὲν ὃ γίνεται περὶ τοὺς ἐπιθυμοῦντας καὶ ὀρεγομένους τῶν ἀδικιῶν καὶ μὴ τυγχάνοντας, ὃ δὴ καὶ φαῦλόν ἐστιν· ἕτερον δὲ ὃ γίνεται περὶ τοὺς μετανοοῦντας καὶ ἀχθομένους ἐπὶ τῇ πάλαι τροπῇ καὶ λέγοντας Κακοδαίμονες ἡμεῖς, ὅσον ἄρα χρόνον ἐλελήθειμεν νοσοῦντες ἀφροσύνης νόσον καὶ ἀνοίας καὶ ἀδικίας ἐπιτηδευμάτων.

    τοῦτο δ’ οὐ γίνεται, ἐὰν μὴ τελευτήσῃ καὶ ἀποθάνῃ ἐκ τῆς ψυχῆς ὁ βασιλεὺς τῆς Αἰγύπτου, ὁ ἄθεος καὶ φιλήδονος τρόπος· "μετὰ γὰρ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Αἰγύπτου“· εἶτ’ εὐθὺς ἀποθανούσης κακίας στενάζει ὁ ὁρῶν τὸν θεὸν [καὶ] τὴν ἑαυτοῦ τροπήν, „κατεστέναξαν γὰρ οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν σωματικῶν καὶ Αἰγυπτιακῶν ἔργων“ (Exod. 2, 23)· ἐπεὶ ζῶν γε ὁ βασιλεὺς καὶ φιλήδονος τρόπος ἐν ἡμῖν γεγηθέναι τὴν ψυχὴν ἀναπείθει ἐφ’ οἷς ἁμαρτάνει, ὅταν δὲ τελευτήσῃ, στένει.

    διὸ καὶ ἐκβοᾷ πρὸς τὸν δεσπότην ἱκετεύουσα, μηκέτι τραπῆναι μηδὲ ἀτελῆ τὴν τελείωσιν λαβεῖν· πολλαῖς γὰρ ψυχαῖς μετανοίᾳ χρῆσθαι βουληθείσαις οὐκ ἐπέτρεψεν ὁ θεός, ἀλλ’ ὥσπερ ὑπὸ παλιρροίας εἰς τοὔμπαλιν ἀνεχώρησαν τρόπον τινὰ τῆς Λὼτ γυναικὸς (Gen. 19, 26) τῆς λιθουμένης διὰ τὸ Σοδόμων ἐρᾶν καὶ εἰς τὰς κατεστραμμένας ὑπὸ τοῦ θεοῦ φύσεις

    ἀνατρέχειν. ἀλλὰ νυνί γέ φησιν ὅτι "ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεόν“ (Exod. 2, 23), μαρτυρῶν τῇ τοῦ ὄντος χάριτι· εἰ γὰρ μὴ [*](6 πεπαίδευκε] ἀπέδειξε coni. Mang. 12. 13 δ’ ἐπιστένωμεν codd.: δὲ στένωμεν Mang. 13 ἀνιαρῶς Turn.: ἀνιαροῖς codd., νεαρῶς coni. Wendl. ἀνιαραῖς καὶ πάνυ ὀδυνηραῖς coni. Diels 1.5 φαύλων coni. Mang. 18 ἐλελήθειμεν scripsi ἐληλήθαμεν —sic— Mang.): ἐληλύθειμεν ΑΒΗ, ἐληλύθημεν Ρ 22 καὶ seclusi 30 τῆς Λὼτ] καὶ Δῶτ’ L αἰθουμένης Ρ 32 ὅτι] ὅτε ΑΒΡ)

    v.1.p.161
    δυνατῶς πρὸς ἑαυτὸν ἐκάλεσε τὸν ἱκέτην λόγον, οὐκ ἂν ἀνέβη, τουτέστιν οὐκ ἂν ἀνεβιβάσθη καὶ ηὐξήθη καὶ μετεωρεῖν ἤρξατο φυγὼν τὴν ταπεινότητα τῶν γηίνων. διὸ καὶ ἐν τοῖς ἑξῆς φησιν· "ἰδοὺ κραυγὴ τῶν υἱῶν Ἰσραὴλ ἥκει πρὸς μέ“ (Exod. 3, 9).

    πάνυ καλῶς τὸ φθάσαι μέχρι θεοῦ τὴν ἱκεσίαν· οὐκ ἂν δὲ ἔφθασεν, εἰ μὴ ὁ καλῶν χρηστὸς ἦν. ἐνίαις δὲ ψυχαῖς προαπαντᾷ· "ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε“ (Exod. 20, 24). ὁρᾷς ὅση τοῦ αἰτίου ἡ χάρις φθάνοντος τὴν ἡμετέραν μέλλησιν καὶ προαπαντῶντος εἰς εὐεργεσίαν παντελῆ τῆς ψυχῆς. καὶ χρησμός ἐστι δογματικὸς τὸ λεγόμενον· ἐὰν γὰρ ἔλθῃ εἰς τὴν διάνοιαν ἔννοια θεοῦ, εὐθὺς εὐλογιστεῖ τε καὶ πάσας τὰς νόσους αὐτῆς ἰᾶται.

    ἡ δέ γε αἴσθησις αἰεὶ λυπεῖται καὶ στένει καὶ τίκτει μετ’ ὀδύνης καὶ ἀλγηδόνων ἀνηκέστων τὸ αἰσθάνεσθαι, ὡς καὶ αὐτός φησιν· „ἐν λύπαις τέξῃ τέκνα“ (Gen. 3, 16)· τίκτει δὲ ἡ μὲν ὅρασις τὸ ὁρᾶν, ἡ δὲ ἀκοὴ τὸ ἀκούειν, ἡ δὲ γεῦσις τὸ γεύεσθαι, καὶ συνόλως ἡ αἴσθησις τὸ αἰσθάνεσθαι· ἀλλ’ οὐκ ἄνευ χαλεπῆς ἀνίας τῷ ἄφρονι ἕκαστον τούτων ποιεῖται, ἐπιλύπως γὰρ οὗτος καὶ ὁρᾷ καὶ ἀκούει καὶ γεύεται καὶ ὀσφραίνεται καὶ κοινῶς αἰσθάνεται.

    ἔμπαλιν δὲ τὴν ἀρετὴν εὑρήσεις μετὰ χαρᾶς ὑπερβαλλούσης [καὶ] κυοφοροῦσαν καὶ τὸν σπουδαῖον σὺν γέλωτι καὶ εὐθυμίᾳ γεννῶντα καὶ τὸ γέννημα ἀμφοῖν αὐτὸ γέλωτ’ ὄν. ὡς μὲν οὖν ὁ σοφὸς χαίρων ἀλλ’ οὐ λυπούμενος γεννᾷ, μαρτυρήσει λέγων οὕτως ὁ θεῖος λόγος· "εἶπεν ὁ θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται Σάρα, ἀλλὰ Σάρρα αὐτῆς ἔσται τὸ ὄνομα· εὐλογήσω αὐτὴν καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον“ (Gen. 17,15. 16)· εἶτ’ ἐπιλέγει· "καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον καὶ ἐγέλασε καὶ εἶπεν Εἰ τῷ ἑκατονταετεῖ γενήσεται, καὶ ἡ Σάρρα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται“ (ib. 17) ;

    οὗτος μὲν δὴ φαίνεται γεγηθὼς καὶ γελῶν, ὅτι μέλλει γεννᾶν τὸ εὐδαιμονεῖν, τὸν Ἰσαάκ· γελᾷ δὲ καὶ ἡ ἀρετὴ Σάρρα, μαρτυρήσει δὲ ὁ αὐτὸς λέγων ὧδε· "ἐξέλιπε Σάρρᾳ γίνεσθαι τὰ γυναικεῖα, καὶ ἐγέλασε τῇ διανοίᾳ καὶ εἶπεν Οὔπω μοι γέγονε τὸ εὐδαιμονεῖν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου“ θεῖος λόγος „πρεσβύτερός ἐστιν“ (Gen. 18, 11. 12), ᾧ προσεῖναι τοῦτο ἀνάγκη καὶ πιστεύειν καλὸν ὑπισχνουμένῳ. καὶ τὸ γέννημα δ’ ἐστὶ γέλως καὶ χαρά· τοῦτο γὰρ [*](1 ἐκάλεσεν H 10 εὐθὺς εὐλογιστεῖται ΑΡ, εὐλογιστεῖται εὐθὺς BH, εὐλογιστεῖ τε corr. Turn. αὐτῆς AP: αὑτῆς BH 13 τέξει Η 15 ἀνίας] ἀνοίας L 18 καὶ prius seclusi τὸν codd.: τὸ Mang. 19 γεννῶντα Mang.: γεννῶσαν codd. 20 γέλωτ᾿ scripsi: γέλως codd. 21 καὶ εἶπεν v, καὶ om. codd. 25 γενήσεται codd.: γενήσεται υἱός v ἐννενήκοντα AB 26 γελῶν codd.: γελᾶν Mang.)

    v.1.p.162
    καὶ Ἰσαὰκ ἑρμηνεύεται.

    λυπείσθω τοιγαροῦν αἴσθησις, ἀρετὴ δ’ αἰεὶ χαιρέτω· καὶ γὰρ γεννηθέντος τοῦ εὐδαιμονεῖν φησι σεμνυνομένη· „γέλωτα ἐποίησέ μοι ὁ κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι“ (Gen. 21, 6). ἀναπετάσαντες οὖν ὦτα, ὦ μύσται, παραδέξασθε τελετὰς ἱερωτάτας· ὁ γέλως ἐστὶν ἡ χαρά, τὸ δὲ „ἐποίησεν“ ἴσον τῷ ἐγέννησεν, ὥστ’ εἶναι τὸ λεγόμενον τοιοῦτον· Ἰσαὰκ ἐγέννησεν ὁ κύριος· αὐτὸς γὰρ πατήρ ἐστι τῆς τελείας φύσεως, σπείρων ἐν ταῖς ψυχαῖς καὶ γεννῶν τὸ εὐδαιμονεῖν.

    „Καὶ πρὸς τὸν ἄνδρα σου“ φησίν „ἡ ἀποστροφή σου“ (Gen. 3,16). δύο αἰσθήσεως ἄνδρες εἰσίν, ὁ μὲν νόμιμος, ὁ δὲ φθορεύς· ἀνδρὸς μὲν γὰρ φθορέως τρόπον τὸ μὲν ὁρατὸν κινεῖ τὴν ὅρασιν, ἡ δὲ φωνὴ τὴν ἀκοήν, ὁ δὲ χυλὸς τὴν γεῦσιν, καὶ τῶν ἄλλων ἕκαστον· ταῦτα δ’ ἀποστρέφει καὶ καλεῖ τὴν ἄλογον αἴσθησιν πρὸς ἑαυτὰ καὶ κατακρατεῖ καὶ κυριεύει· τό τε γὰρ κάλλος τὴν ὅρασιν ἐδουλώσατο ὅ τε ἡδὺς χυλὸς τὴν γεῦσιν καὶ τῶν ἄλλων ἕκαστον αἰσθητῶν τὴν κατ’ αὐτὸ αἴσθησιν·