Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

φυσικώτατόν ἐστι τὸ κρύπτειν ὅτι ἀποδιδράσκει καὶ μὴ ἀναγγέλλειν τῷ ἠρτημένῳ τῶν αἰσθητῶν λογισμῷ Λάβαν· οἷον ἐὰν κάλλος ἰδὼν αἱρεθῇς αὐτῷ καὶ μέλλῃς πταίειν περὶ αὐτό, φύγε λαθὼν ἀπὸ τῆς φαντασίας αὐτοῦ καὶ μηκέτι ἀναγγείλῃς τῷ νῷ, τουτέστι μὴ ἐπιλογίσῃ πάλιν μηδὲ μελετήσῃς· αἱ γὰρ συνεχεῖς ὑπομνήσεις τύπους ἐγχαράττουσαι τρανοὺς βλάπτουσι τὴν διάνοιαν καὶ ἄκουσαν αὐτὴν [*](6 στρατιὰν codd., τὴν στρατιὰν Mang. 8 Μώσης codd. 13 ἀκοντὶ ABP 16 ἐπειδὴ codd.: ἐπειδὰν Mang. 17 παρὸν L 18 Μωσῆς codd. 18. 19 σεται L 24 λογισμῷ Wang.: λογισμῶν codd. 25 φύγε codd.: φεῦγε Mang. 27 ἐπιλογήση Η) [*](27 — p. 117,4 Anton. Mel. II 88 Col. 1213 Φίλωνος: αἱ συνεχεῖς ὑπομνήσεις τῆς κτὰ τὸ πάθος φαντασίας τύπους ἐγχαράττουσαι τρανεῖς βλάπτουσι τὴν διάνοιαν καὶ ἃ ἥκουσαν αὐτὴν πολλάκις περιτρέπουσιν· ἐν δὲ τούτοις σωτήριον ἡ φυγ’· τὸ δὲ μνήσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν νοῦν.)

v.1.p.117
πολλάκις περιτρέπουσιν. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ πάντων τῶν καθ’ ἡντινοῦν αἴσθησιν ὁλκῶν· ἐν γὰρ τούτοις σώτειρα ἡ λαθραία φυγή, τὸ δ’ ὑπομιμνῄσκεσθαι καὶ ἀναγγέλλειν καὶ ἀναπολεῖν κρατεῖ καὶ δουλοῦται βιαίως τὸν λογισμόν. μηδέποτ’ οὖν, ὦ διάνοια, τὸ φανὲν αἰσθητόν, εἰ μέλλεις ἁλίσκεσθαι πρὸς αὐτοῦ, ἀναγγείλῃς σαυτῇ μηδὲ ἀναπολήσῃς αὐτό, ἵνα μὴ κρατηθεῖσα κακοδαιμονῇς· ἀλλ’ ἄφετος ὁρμήσασα ἀπόδραθι ἐλευθερίαν ἀτίθασον δουλείας χειροήθους προκρίνουσα.

διὰ τί δὲ νῦν ὡς ἀγνοοῦντος τοῦ Ἰακώβ, ὅτι Σύρος ὁ Λάβαν ἐστί, φησὶν "ἔκρυψε δὲ Ἰακὼβ Λάβαν τὸν Σύρον“; ἔχει δὲ καὶ τοῦτο οὐ πάρεργον λόγον· Συρία γὰρ ἑρμηνεύεται μετέωρα· ὁ ἀσκητὴς οὖν Ἰακὼβ νοῦς, ὅτε μὲν ὁρᾷ ταπεινὸν τὸ πάθος, περιμένει λογιζόμενος αὐτὸ νικήσειν κατὰ κράτος, ὅτε δὲ μετέωρον καὶ ὑψαυχενοῦν καὶ ὑπέρογκον, ἀποδιδράσκει τε ὁ νοῦς ὁ ἀσκητὴς πρῶτος, εἶτα καὶ τὰ αὐτοῦ πάντα μέρη τῆς ἀσκήσεως, ἀναγνώσεις, μελέται, θεραπεῖαι, τῶν καλῶν μνῆμαι, ἐγκράτεια, τῶν καθηκόντων ἐνέργειαι, καὶ διαβαίνει τὸν τῶν αἰσθητῶν ποταμὸν τὸν ἐπικλύζοντα καὶ βαπτίζοντα τῇ φορᾷ τῶν παθῶν τὴν ψυχήν, καὶ ὁρμᾷ διαβὰς εἰς τὸν ὑψηλὸν καὶ μετέωρον τόπον τὸν λόγον τῆς τελείας ἀρετῆς·

„ὥρμησε γὰρ εἰς τὸ ὄρος Γαλαάδ", ἑρμηνεύεται δὲ μετοικία μαρτυρίας, τοῦ θεοῦ μετοικίσαντος τὴν ψυχὴν ἀπὸ τῶν κατὰ Λάβαν παθῶν καὶ μαρτυρήσαντος αὐτῇ μετανάστασιν, ὅτι λυσιτελὴς καὶ συμφέρουσα, καὶ ἀπὸ τῶν ταπεινὴν καὶ χαμαίζηλον ἀπεργαζομένων τὴν ψυχὴν κακῶν εἰς ὕψος καὶ μέγεθος ἀρετῆς προάγοντος.

διὰ τοῦτο ὁ φίλος τῶν αἰσθήσεων καὶ κατ’ αὐτὰς ἀλλὰ μὴ κατὰ νοῦν ἐνεργῶν Λάβαν ἀγανακτεῖ καὶ διώκει καί φησιν· „ἵνα τί κρυφῇ ἀπέδρας“ (Gen. 31, 26), ἀλλ’ οὐ παρέμεινας τῇ τοῦ σώματος ἀπολαύσει καὶ τῷ δόγματι τῷ τὰ περὶ σῶμα καὶ τὰ ἐκτὸς ἀγαθὰ κρίνοντι; ἀλλὰ καὶ φεύγων ἀπὸ τῆσδε τῆς δόξης ἐσύλησάς μου καὶ τὸ φρονεῖν, Λείαν τε καὶ Ῥαχήλ· αὗται γάρ, ἡνίκα παρέμενον τῇ ψυχῇ, φρένας ἐνεποίουν ταύτῃ, μεταναστᾶσαι δὲ ἀμαθίαν καὶ ἀπαιδευσίαν αὐτῇ κατέλιπον· διὸ καὶ ἐπιφέρει ὅτι „ἐκλοποφόρησάς με“ (ibid.), τουτέστι τὸ φρονεῖν ἔκλεψας.

τί οὖν ἦν τὸ φρονεῖν, ἐξηγήσεται· ἐπιφέρει γάρ· „καὶ ἀπήγαγες τὰς θυγατέρας μου ὡς αἰχμαλώτιδας· καὶ εἰ ἀνήγγειλάς μοι, ἐξαπέστειλα ἄν σε“ (ibid.). οὐκ ἂν ἐξαπέστειλας τὰ μαχόμενα ἀλλήλοις· εἰ γὰρ ἐξαπέστειλας ὄντως καὶ [*](1 πολλάκις addidi ex Ant. Mel. περιτρέπουσιν Ant. Mel. : προτρέπουσιν codd. 5 σαυτῇ· scripsi: ἑαυτῇ codd. 7 ἀτίθασσον codd. 10 μετέωρος coni. Mang. 15 ποταμῶν AP 17 τόπον addidi λόγον] λόφον coni. Mang. 25 τὰ addidi; τῷ περὶ σῶμα καὶ ἐκτὸς τὰ coni. Wendl. 33 ἐξαπέστειλα (pro priore ἐξαπέστειλας) H)

v.1.p.118
ἠλευθέρους τὴν ψυχήν, περιεῖλες ἂν αὐτῆς τοὺς σωματικοὺς καὶ αἰσθητικοὺς ἅπαντας ἤχους· οὕτως γὰρ ἀπολυτροῦται κακιῶν καὶ παθῶν διάνοια. νυνὶ δὲ λέγεις μέν, ὡς ἐξαποστέλλεις ἐλευθέραν, διὰ δὲ τῶν ἔργων ὁμολογεῖς, ὅτι κατέσχες ἂν ἐν δεσμωτηρίῳ· εἰ γὰρ „μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας“ καὶ τῶν καθ’ ἑκάστην αἴσθησιν ἡδονῶν προὔπεμπες, οὐκ ἂν ὄντως ἐξαπέστειλας.

οὐ γὰρ μόνον σέ, ὦ σωμάτων καὶ χρωμάτων ἑταῖρε Λάβαν, ἀποδιδράσκομεν, ἀλλὰ καὶ πάντα τὰ σά, ἐν οἷς καὶ αἱ τῶν αἰσθήσεων φωναὶ ταῖς τῶν παθῶν ἐνεργείαις συνηχοῦσαι· μεμελετήκαμεν γάρ, εἴ γε ἀρετῆς ἐσμεν ἀσκηταί, μελέτην ἀναγκαίαν, ἣν καὶ Ἰακὼβ ἐμελέτησεν, ἀπολλύναι καὶ διαφθείρειν τοὺς ἀλλοτρίους τῆς ψυχῆς [τοὺς] θεούς, τοὺς χωνευτοὺς θεούς, οὓς ἀπηγόρευκε Μωυσῆς δημιουργεῖν (Lev. 19, 4)· οὗτοι δ’ εἰσὶν ἀρετῆς μὲν καὶ εὐπαθείας διάλυσις, κακίας δὲ καὶ παθῶν σύστασίς τε καὶ πῆξις, τὸ

γὰρ χεόμενον διαλυθὲν αὖθις πήγνυται. λέγει δὲ οὕτως· „καὶ ἔδωκαν Ἰακὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους, οἳ ἦσαν ἐν ταῖς χερσὶν αὐτῶν, καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν, καὶ κατέκρυψεν αὐτὰ Ἰακὼβ ὑπὸ τὴν τερέβινθον τὴν ἐν Σικίμοις“ (Gen. 35, 4). οὗτοι δ’ εἰσὶ τῶν φαύλων θεοί. ὁ δὲ Ἰακὼβ οὐ λέγεται λαμβάνειν, ἀλλὰ κρύπτειν καὶ ἀπολλύναι· πάντῃ διηκριβωμένως· ὁ γὰρ ἀστεῖος οὐδὲν λήψεται πρὸς περιουσίαν τῶν ἀπὸ κακίας, ἀλλὰ κρύψει καὶ ἀφανιεῖ λάθρᾳ·

καθάπερ καὶ Ἀβραὰμ τῷ Σοδόμων βασιλεῖ τεχνάζοντι ἀλόγου φύσεως ποιήσασθαι ἀντίδοσιν πρὸς λογικήν, ἵππου πρὸς ἄνδρας, φησὶ μηδὲν λήψεσθαι τῶν ἐκείνου, ἀλλ’ „ἐκτενεῖν“ τὴν ψυχικὴν πρᾶξιν, ὅπερ διὰ συμβόλου „χεῖρα“ ὠνόμασε, „πρὸς τὸν θεὸν τὸν ὕψιστον“ (Gen. 14, 22), μὴ γὰρ λήψεσθαι „ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος“ ἀπὸ πάντων τῶν ἐκείνου, ἵνα μὴ εἴπῃ πλούσιον πεποιηκέναι τὸν ὁρῶντα πενίαν ἀρετῆς τῆς πλουσίας ἀντιδιδούς.