Legum Allegoriarum Libri I-III

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera quae supersunt, Volume 1. Berlin: Reimer, 1896.

διό φησιν „ἔπλασεν ἔτι“. ὅτι δὲ τὰ πάλαι κατασκευασθέντα γένη ἦν, φανερὸν ἐξ ὧν φησιν „ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν“ οὐ κατ’ εἶδος, ἀλλὰ „κατὰ γένος.“ καὶ τοιοῦτος ἐν ἅπασιν εὑρίσκεται· πρὸ γὰρ τῶν εἰδῶν ἀποτελεῖ τὰ γένη, ὥσπερ καὶ ἐπὶ τοῦ ἀνθρώπου· προτυπώσας γὰρ τὸν γενικὸν ἄνθρωπον, ἐν ᾧ τὸ ἄρρεν καὶ τὸ θῆλυ γένος φησὶν εἶναι, ὕστερον τὸ εἶδος ἀπεργάζεται τὸν Ἀδάμ.

τοῦτο μὲν οὖν τὸ εἶδος τῶν βοηθῶν εἴρηκε, τὸ δ’ ἕτερον ὑπερτίθεται τὸ τῆς αἰσθήσεως, ἔστ’ ἂν ἐπιχειρῇ πλάττειν τὴν γυναῖκα· ἐκεῖνο δ’ ὑπερθέμενος περὶ τῆς τῶν ὀνομάτων θέσεως τεχνολογεῖ. ἔστι δὲ καὶ ἡ τροπικὴ καὶ ἡ ῥητὴ ἀπόδοσις ἀξία τοῦ θαυμάζεσθαι· ἡ μὲν ῥητή, παρόσον τὴν θέσιν τῶν ὀνομάτων προσῆψε τῷ πρώτῳ γενομένῳ ὁ νομοθέτης.

καὶ γὰρ οἱ παρ’ Ἕλλησι φιλοσοφοῦντες εἶπον εἶναι σοφοὺς τοὺς πρώτους τοῖς πράγμασι τὰ ὀνόματα θέντας· Μωυσῆς δὲ ἄμεινον, ὅτι πρῶτον μὲν οὔ τισι τῶν πρότερον, ἀλλὰ τῷ πρώτῳ γενομένῳ, ἵνα ὥσπερ αὐτὸς ἀρχὴ τοῖς ἄλλοις γενέσεως ἐπλάσθη, οὕτως καὶ αὐτὸς ἀρχὴ τοῦ διαλέγεσθαι νομισθῇ — μὴ γὰρ ὄντων ὀνομάτων, οὐδ’ ἂν διάλεκτος ἦν —, ἔπειτα ὅτι πολλῶν μὲν τιθέντων ὀνόματα διάφωνα καὶ ἄμικτα ἔμελλεν ἔσεσθαι, ἄλλων ἄλλως τιθέντων, ἑνὸς δὲ ὤφειλεν ἡ θέσις ἐφαρμόττειν τῷ πράγματι, καὶ τοῦτ’ εἶναι σύμβολον ἅπασι τὸ αὐτὸ τοῦ [*](3 ὡς καὶ Arm (coni. Mang.): ὡς om. codd. διὰ τούτων] τοῦτο Arm εἶπεν ὁ θεός Arm 4 θηρία τῆς γῆς κατὰ γένος Arm 6 οὖν om. A 7 γεννητῷ Α, νοητῷ Arm 8 ἑξημέρω M 9 καὶ] καὶ οὐχὶ Arm δὲ] δὲ ἔτι Arm 12 καὶ τοιοῦτος] καίτοι οὗτος Arm 14. 15 φασὶν Α 16 οὖν Ε; coni. Mang. 17 ἔστ’ ἄν scripsi: ὅταν codd., ἕως ἄν coni. Mang. 18. 19 ἡ ῥητὴ καὶ ἡ τροπικὴ Arm 19 τοῦ Hoeschel: τῶ MA 20 γεννωμένῳ corr. ex γενομένω A 22 Μώσης MA 23 γεννωμένῳ Α 24 ἀρχή τις Arm τοῖς ἄλλοις] τῆς ἄλλης Α αὐτὸς alterum om. Arm 26 ἦν Arm: ἦ codd. τιθέντων ὀνομάτων Α, τιθέντων om. Arm) [*](21 cf. Plato Cratyl. 390 D 401 Β)

v.1.p.94

τυγχάνοντος ἢ τοῦ σημαινομένου. ὁ δὲ ἠθικὸς λόγος τοιοῦτός ἐστιν· τὸ „τί“ πολλάκις τίθεμεν ἀντὶ τοῦ „διὰ τί“, οἷον τί λέλουσαι, τί περιπατεῖς, τί διαλέγῃ, πάντα γὰρ ταῦτα ἀντὶ τοῦ „διὰ τί“. ὅταν οὖν λέγῃ „ἰδεῖν τί καλέσει", ἄκουε ἴσον τῷ, διὰ τί καλέσει καὶ προσκαλέσεται καὶ ἀσπάσεται τούτων ἕκαστον ὁ νοῦς· πότερον ἕνεκα τοῦ ἀναγκαίου μόνον, ὅτι κατέζευκται τὸ θνητὸν ἐξ ἀνάγκης πάθεσι καὶ κακίαις, ἢ καὶ ἕνεκα τοῦ ἀμέτρου καὶ περιττοῦ; καὶ πότερον διὰ τὰς τοῦ γηγενοῦς χρείας ἢ διὰ τὸ κρίνειν αὐτὰ βέλτιστα καὶ θαυμασιώτατα;

οἷον ἡδονῇ χρῆσθαι δεῖ τὸ γεγονός· ἀλλ’ ὁ μὲν φαῦλος ὡς ἀγαθῷ τελείῳ χρήσεται, ὁ δὲ σπουδαῖος ὡς μόνον ἀναγκαίῳ· χωρὶς γὰρ ἡδονῆς οὐδὲν γίνεται τῶν ἐν τῷ θνητῷ γένει. πάλιν τὴν τῶν χρημάτων κτῆσιν ὁ μὲν φαῦλος τελειότατον ἀγαθὸν κρίνει, ὁ δὲ σπουδαῖος ἀναγκαῖον καὶ χρήσιμον αὐτὸ μόνον. εἰκότως οὖν ὁ θεὸς ἰδεῖν καὶ καταμαθεῖν βούλεται, πῶς ἕκαστον τούτων προσκαλεῖται καὶ ἀποδέχεται ὁ νοῦς, εἴτε ὡς ἀγαθὰ εἴτε ὡς ἀδιάφορα ἢ ὡς κακὰ μέν, χρειώδη δὲ ἄλλως.

διὸ καὶ πᾶν ὃ ἂν προσεκαλέσατο καὶ ἠσπάσατο ὡς ψυχὴν ζῶσαν ἰσότιμον αὐτὸ ἡγησάμενος ψυχῇ, τοῦτο ὄνομα οὐ τοῦ κληθέντος ἐγίνετο μόνον, ἀλλὰ καὶ τοῦ καλέσαντος· οἷον, εἰ ἀπεδέξατο ἡδονήν, ἐκαλεῖτο ἡδονικός, εἰ ἐπιθυμίαν, ἐπιθυμητικός, εἰ ἀκολασίαν, ἀκόλαστος, εἰ δειλίαν, δειλός, καὶ οὕτως ἐπὶ τῶν ἄλλων· ὥσπερ γὰρ ἀπὸ τῶν ἀρετῶν ὁ κατ’ αὐτὰς ποιὸς καλεῖται φρόνιμος ἢ σώφρων ἢ δίκαιος ἢ ἀνδρεῖος, οὕτως ἀπὸ τῶν κακιῶν ἄδικος καὶ ἄφρων καὶ ἄνανδρος, ἐπειδὰν τὰς ἕξεις προσκαλέσηται καὶ δεξιώσηται.

„Καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσε· καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ“ καὶ τὰ ἑξῆς (Gen. 2, 21). τὸ ῥητὸν ἐπὶ τούτου μυθῶδές ἐστι· πῶς γὰρ ἂν παραδέξαιτό τις, ὅτι γέγονεν ἐκ πλευρᾶς ἀνδρὸς γυνὴ ἢ συνόλως ἄνθρωπος; τί δὲ ἐκώλυεν, ὥσπερ ἐκ γῆς ἄνδρα ἐδημιούργει τὸ αἴτιον, οὕτως καὶ γυναῖκα δημιουργῆσαι; ὅ τε γὰρ ποιῶν ὁ αὐτὸς ἦν ἥ τε ὕλη σχεδὸν ἄπειρος, ἐξ ἧς πᾶσα ποιότης κατεσκευάζετο.

διὰ τί δὲ οὐκ ἐξ ἄλλου μέρους, τοσούτων ὑπαρχόντων, ἀλλ’ ἐκ πλευρᾶς ἐτύπου τὴν γυναῖκα; ποτέραν δὲ πλευρὰν ἔλαβεν — ἵνα καὶ δύο μόνας ἐμφαίνεσθαι φῶμεν, πρὸς γὰρ ἀλήθειαν [*](2 ἐστι Α λέλουσαι] λαλεῖς Arm 4 ἰδεῖν τί καλέσῃ Mang. 8 αὖ τὰ Arm 9 γεγονός M: γένος AArm 10 μόνον om. Arm 11 τῶν ante ἐν om. Arm χρημάτων] κτημάτων Α 12 φαῦλος add. Arm: om. codd. 13 πῶς] ὡς Α 14 τοῦτον Α 15 χρειώδη om. in lacuna Α 17 οὐ τοῦ] αὐτοῦ Α 18. 19 εἰ δ’ ἐπιθυμίαν Α 20 ἀπὸ] ἐπὶ AArm 22 ἕξεις] ἑξῆς Α 23 ὕπνωσεν αὐτόν Arm 26 ἀνδρὸς] ἄνανδρος M 27 τὴν γυναῖκα Arm 30 ποτέραν δὲ πλευρὰν codd. et Arm: ποτέρας δὲ πλευρᾶς Mang. 31 ἔλαβεν addidi)

v.1.p.95
οὐδὲ πλῆθος αὐτῶν ἐδήλωσεν — ; ἆρά γε τὴν εὐώνυμον ἢ τὴν δεξιάν; εἴ γε μὴν ἀνεπλήρου σαρκὶ τὴν ἑτέραν, ἡ ἀπολειπομένη οὐκ ἦν σαρκίνη δήπου; καὶ μὴν ἀδελφαί γ’ εἰσὶ καὶ συγγενεῖς πᾶσι τοῖς μέρεσιν αἱ ἡμῶν πλευραὶ καὶ σαρκὸς γεγόνασι.

τί οὖν λεκτέον; πλευρὰς ὁ βίος ὀνομάζει τὰς δυνάμεις· λέγομεν γὰρ πλευρὰς ἔχειν τὸν ἄνθρωπον ἴσον τῷ δυνάμεις, καὶ εὔπλευρον εἶναι τὸν ἀθλητὴν ἀντὶ τοῦ ἰσχυρόν, καὶ πλευρὰς ἔχειν τὸν κιθαρῳδὸν ἀντὶ τοῦ δύναμιν ἐρρωμένην ἐν τῷ ᾄδειν.

τούτου προειρημένου κἀκεῖνο λεκτέον, ὅτι ὁ γυμνὸς καὶ ἀνένδετος σώματι νοῦς — περὶ γὰρ τοῦ μήπω ἐνδεδεμένου ἐστὶν ὁ λόγος — πολλὰς ἔχει δυνάμεις, ἑκτικὴν φυτικὴν ψυχικὴν λογικὴν διανοητικήν, ἄλλας μυρίας κατά τε εἴδη καὶ γένη. ἡ μὲν ἕξις κοινὴ καὶ τῶν ἀψύχων ἐστὶ λίθων καὶ ξύλων, ἧς μετέχει καὶ τὰ ἐν ἡμῖν ἐοικότα λίθοις ὀστέα. ἡ δὲ φύσις διατείνει καὶ ἐπὶ τὰ φυτά· καὶ ἐν ἡμῖν δέ ἐστιν ἐοικότα φυτοῖς, ὄνυχές τε καὶ τρίχες· ἔστι δὲ ἡ φύσις ἕξις ἤδη κινουμένη.

ψυχὴ δέ ἐστι φύσις προσειληφυῖα φαντασίαν καὶ ὁρμήν· αὕτη κοινὴ καὶ τῶν ἀλόγων ἐστίν· ἔχει δὲ καὶ ὁ ἡμέτερος νοῦς ἀναλογοῦν τι ἀλόγου ψυχῇ. πάλιν ἡ διανοητικὴ δύναμις ἰδία τοῦ νοῦ ἐστι, καὶ ἡ λογικὴ κοινὴ μὲν τάχα καὶ τῶν θειοτέρων φύσεων, ἰδία δὲ ὡς ἐν θνητοῖς ἀνθρώπου· αὕτη δὲ διττή, ἡ μὲν καθ’ ἣν λογικοί ἐσμεν νοῦ μετέχοντες, ἡ δὲ καθ’ ἣν διαλεγόμεθα.

ἔστιν οὖν καὶ ἄλλη δύναμις ἐν ψυχῇ τούτων ἀδελφή, ἡ αἰσθητική, περὶ ἧς ἐστιν ὁ λόγος· οὐδὲν γὰρ ἄλλο νῦν ὑπογράφει ἢ γένεσιν τῆς κατ’ ἐνέργειαν αἰσθήσεως· καὶ κατὰ λόγον· μετὰ γὰρ νοῦν εὐθὺς ἔδει δημιουργηθῆναι αἴσθησιν βοηθὸν αὐτῷ καὶ σύμμαχον. τελεσιουργήσας οὖν ἐκεῖνον τὸ δεύτερον καὶ τῇ τάξει καὶ τῇ δυνάμει πλάττει δημιούργημα, τὴν κατ’ ἐνέργειαν αἴσθησιν, πρὸς συμπλήρωσιν τῆς ὅλης ψυχῆς καὶ πρὸς τὴν τῶν ὑποκειμένων ἀντίληψιν. πῶς οὖν γεννᾶται;

ὡς αὐτὸς πάλιν φησίν, ὅταν ὑπνώσῃ ὁ νοῦς· τῷ γὰρ ὄντι ὑπνώσαντος νοῦ γίνεται αἴσθησις, καὶ γὰρ ἔμπαλιν ἐγρηγορότος νοῦ σβέννυται· τεκμήριον δέ· ὅταν τι βουλώμεθα ἀκριβῶς νοῆσαι, εἰς ἐρημίαν ἀποδιδράσκομεν, καταμύομεν τὰς ὄψεις, τὰ ὦτα ἐπιφράττομεν, ἀποταττόμεθα ταῖς αἰσθήσεσιν. οὕτως μέν, ὅταν [*](2 ἀνεπεπλήρου P 3 γ’ om. AP, γ’ εἰσὶ om. Arm 4 σαρκὸς] σάρκες Arm 6 εὔπλευρον ρον MArm: ἔμπλευρον AP 8 ὁ om. AP 10 ψυχικὴν] φυσικὴν Arm λογικὴν om. Arm 11 ἡ μὲν γὰρ Arm ἕξις] λέξις A, (??)έξις P κοινὴ om. Arm 14 codd.: εἰσιν Mang. 17 ἀλόγῳ Arm 19 ἐν θνητοῖς MArm: εὖ θνητῆς AP 20 νοῦ μετέχοντες] νοῦν μὲν ἔχοντες Arm ἔστιν οὖν καὶ Arm: οὖν καὶ om. codd. 22 ἄλλω AP 25 δημιούργημα MArm: δημιούργημά τι Α, δημιουργήματι P 28 γίνεται] κινεῖται coni. Mang. 29 ἐγρηγορότως AP 30 ἀκριβῶς Arm ut vid.: ἀκριβὲς codd.)

v.1.p.96
ἀναστῇ καὶ ἐγρηγόρσει χρῆται ὁ νοῦς, φθείρεται αἴσθησις.

ἴδωμεν δὲ καὶ θάτερον, πῶς ὕπνῳ χρῆται ὁ νοῦς. περιαναστάσης καὶ ζωπυρηθείσης αἰσθήσεως, ὅταν ἡ ὄψις γραφέων ἢ πλαστῶν ἔργα εὖ δεδημιουργημένα καθορᾷ, οὐχ ὁ νοῦς ἄπρακτός ἐστι νοητὸν ἐπινοῶν οὐδέν; τί δ’ ὅταν ἡ ἀκοὴ προσέχῃ φωνῆς ἐμμελείᾳ, δύναται ὁ νοῦς λογίζεσθαί τι τῶν οἰκείων; οὐδαμῶς. καὶ μὴν πολὺ πλέον ἄπρακτος γίνεται, ὅταν ἡ γεῦσις ἐξαναστᾶσα λάβρως ἐμπιπλῆται τῶν γαστρὸς ἡδονῶν.

διὸ καὶ Μωυσῆς φοβηθείς, μή ποτε ὁ νοῦς μὴ μόνον κοιμηθῇ, ἀλλὰ καὶ τελείως ἀποθάνῃ, φησὶν ἐν ἑτέροις· „καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου· καὶ ἔσται, ὅταν διακαθιζάνῃς, ὀρύξεις ἐν αὐτῷ καὶ ἐπαγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου“ (Deut. 23, 13), πάσσαλον συμβολικῶς φάσκων τὸν ἐξορύσσοντα λόγον τὰ κεκρυμμένα τῶν πραγμάτων.

κελεύει δ’ αὐτὸν φορεῖν ἐπὶ τοῦ πάθους, ὃ ἀνεζῶσθαι χρὴ καὶ μὴ ἐᾶν κεχαλάσθαι καὶ ἀνεῖσθαι· τοῦτο δὲ πρακτέον, ὅταν ὁ νοῦς τοῦ τόνου τῶν νοητῶν ἀποστὰς ὑφιῆται πρὸς τὰ πάθη καὶ διακαθιζάνῃ ἐνδιδοὺς καὶ ἀγόμενος ὑπὸ τῆς σωματικῆς ἀνάγκης.

καὶ οὕτως ἔχει· ὅταν ἐν ταῖς ἁβροδιαίτοις συνουσίαις ἐπιλάθηται ὁ νοῦς ἑαυτοῦ κρατηθεὶς τοῖς ἐπὶ τὰς ἡδονὰς ἄγουσι, δεδουλώμεθα καὶ ἀκατακαλύπτῳ τῇ ἀκαθαρσίᾳ χρώμεθα· ἐὰν δὲ ὁ λόγος ἰσχύσῃ ἀνακαθᾶραι τὸ πάθος, οὔτε πίνοντες μεθυσκόμεθα οὔτε ἐσθίοντες ἐξυβρίζομεν διὰ κόρον, ἀλλὰ δίχα τοῦ ληρεῖν νηφάλια σιτούμεθα.

οὐκοῦν ἥ τε τῶν αἰσθήσεων ἐγρήγορσις ὕπνος ἐστὶ τοῦ νοῦ ἥ τε τοῦ νοῦ ἐγρήγορσις ἀπραξία τῶν αἰσθήσεων, καθάπερ καὶ ἡλίου ἀνατείλαντος μὲν ἀφανεῖς αἱ τῶν ἄλλων ἀστέρων λάμψεις, καταδύντος δὲ ἔκδηλοι· ἡλίου δὴ τρόπον ὁ νοῦς ἐγρηγορὼς μὲν ἐπισκιάζει ταῖς αἰσθήσεσι, κοιμηθεὶς δὲ αὐτὰς ἐξέλαμψε.

τούτων εἰρημένων ἐφαρμοστέον τὰς λέξεις. „ἐπέβαλε“ φησίν „ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ, καὶ ὕπνωσεν“ (Gen. 2, 21)· ὀρθῶς· ἡ γὰρ ἔκστασις καὶ τροπὴ τοῦ νοῦ ὕπνος ἐστὶν αὐτοῦ· ἐξίσταται δέ, ὅταν μὴ πραγματεύηται τὰ ἐπιβάλλοντα αὐτῷ νοητά· ὅτε δ’ οὐκ ἐνεργεῖ ταῦτα, κοιμᾶται. εὖ δὲ τὸ φάναι ὅτι ἐξίσταται, τοῦτο δ’ ἐστὶ τρέπεται, οὐ παρ’ ἑαυτόν, ἀλλὰ παρὰ τὸν ἐπιβάλλοντα καὶ ἐπιφέροντα καὶ ἐπιπέμποντα τὴν τροπὴν θεόν.

καὶ γὰρ οὕτως ἔχει· εἰ γοῦν παρ’ ἐμὲ ἦν τὸ τρέπεσθαι, ὁπότε [*](1. 2 φθείρεται — ὁ νοῦς om. AP 2 περιαναστάσεις P 7 ἐμπιπλῆται P, ἐμπίμπληται MA 9 καὶ prius om. Arm ἐπὶ] ὑπὸ Arm 13 πάθους] στήθους coni. Mang. 15 ὑφίηται MArm: ὑφίκται P, ὑφῖκται, ὑφῆκται Mang. 19 ἀνακαθάραι MP 21 τοῦ νοῦ Arm (coni. Diels): τοῦ om. codd. 23 καταδύντος MArm: καταδύναντος AP 21 τἀς αἰσθήσεις coni. Mang. 25 αὐτὰς Arm (coni. Mang.): αὐτὸς codd. 30 τοῦτο δ’ ἐστὶ Wendl.: τοῦτο δὲ ὅτι codd. τοῦτο δὲ τροπὴ Arm παρ’ ἑαυτῶ AP 32 ἐμοὶ AP)

v.1.p.97
ἐβουλόμην, ἂν ἐχρώμην αὐτῷ, καὶ ὁπότε μὴ ἐπροῃρούμην, ἄτρεπτος διετέλουν· νυνὶ δὲ καὶ ἀντιφιλονεικεῖ μοι ἡ τροπή, καὶ πολλάκις βουλόμενος καθῆκόν τι νοῆσαι ἐπαντλοῦμαι ταῖς παρὰ τὸ καθῆκον ἐπιρροίαις, καὶ ἔμπαλιν ἔννοιάν τινος λαμβάνων αἰσχροῦ ποτίμοις ἐννοίαις ἀπερρυψάμην ἐκεῖνο, θεοῦ τῇ ἑαυτοῦ χάριτι γλυκὺ νᾶμα ἀντὶ ἁλμυροῦ ἐπεισχέαντος τῇ ψυχῇ.