De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν, ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά· χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας·

ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων [*](1 πᾶν καλόν V ἄλλων om. G 2 συντεθειμένος MAP δυεῖν V 3 πολυπλασιασθείς ABP, πολλαπλασιασθείς Μ ἀλλ’ ὁ ἕτερος F2GH 4 δυνάμεσι om. V ἡ τετράς MABP καὶ om. MABP 5 ἰδίῳ λόγῳ] διαλόγῳ M, λόγω ἰδίω Β προσθεῖναι] δειχθῆναι Β 6 καὶ τῆ V: καὶ ἡ M, τῆ (om. καὶ) ceteri γενέσει om. M 7 τέσσαρα FGH 8 πηγῆς] γῆς FG τετράδος ἐν ἀριθμοῖς Β τούτω M ἐτησίαι Η 9 τέσσαρες ΜΗ αἳ Η αἴτιαι FGH: αἰτίαι ceteri 10 μεθόπωρον V 12 κατὰ τὸ ἀναγκαῖον V: κατ’ ἀναγκαῖον ceteri 13 ἐν τετράδι Η φοσφόροις V 14 ὄντων] νοητῶν V 15 αἰσθήσεως ὁράσεων V ἀπέφαινεν VF2GP: ἀπέφηνεν ceteri ἐν τῆ ψυχὴ ABP τοῦθ’ ὀφθαλμὸς V, τοῦτο ὁ ὀφθαλμὸς R 16 τὰ ὄντα νοητὰ MABP1 δὲ VR: δ’ αὖ ceteri 17 χρεῖος] χρήζει MABP μὲν om. Β γνωρίσαι] θεωρῆσαι (θε et ῆ in ras.) F ἀσώματα] σώματα R ὀφθαλμὸς R: ὀφθαλμοῖς ὀφθαλμοὶ ceteri 18 τῶν σωματικῶν R 19 γέγονεν αἴτιον Β, γέγονεν om. Η 20 πεμφθεῖσα Η ἡ om. MAP1 21 ἀστέρων] αὐτῶν Β κίνησιν] κείνισιν V αὐτῶν] ἀστέρων Β ἐναρμόνιον αὐτῶν M ἐναρμονίαν FG πλανητῶν VM) [*](15—18 ὅπερ νοῦς—ἀντίληψιν R fol. Philonis opera vol. I 2)

v.1.p.18
εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον.

πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν, ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν.

οἵαν δ’ ἕκαστον παρέχεται τῶν εἰρημένων χρείαν τε καὶ ὠφέλειαν, δῆλον μὲν ἐκ τῆς ἐναργείας, πρὸς δ’ ἀκριβεστέραν κατάληψιν οὐκ ἄτοπον ἴσως καὶ λόγῳ τἀληθὲς ἰχνηλατῆσαι. τοῦ δὴ σύμπαντος χρόνου διανεμηθέντος εἰς δύο τμήματα, ἡμέραν τε καὶ νύκτα, τῆς μὲν ἡμέρας τὸ κράτος ὁ πατὴρ ἀνεδίδου τῷ ἡλίῳ, οἷα μεγάλῳ βασιλεῖ, τῆς δὲ νυκτὸς σελήνῃ καὶ τῷ πλήθει τῶν ἄλλων ἀστέρων.

τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ [*](1 παραφοράς F1, ἐπιφοράς Β ταὐτὰ FGH: ταῦτα ceteri καὶ om. M 2 ὁμοίως V τε om. F 3 χορίας V τοῖς VMG1: τῆς ceteri 4 ἄληκτον MABP1 ἐμπαρεῖχε scripsi: παρεῖχεν V, ἐμπαρέχει ceteri 5 ἑτέρα P 6 ἀπληστείαν V εἶχεν V εἶτα ABP προσπεριηργάζετο V 7 δὴ om. ABP1 τούτων θεῶν Wendl. 8 ἔλαβεν F κεινήσεως V αἱ om. VFGH 9 συζητήσεως H 11 εἰδέαν V ἀπιδών om. V ἡ MABP 13 οὓς om. MABP τῶ καθαρωτάτῳ FGH 14 οὐσίας] ἰδέας F2G τὸ οὐρανῶ V, τῶν οὐρανῶν F1, τὸν οὐρανὸν F2 πολλῶν χάριν καὶ ἕνεκα δημιουργιῶν M, π. χ. ἕνεκα δημιουργιῶν ABP 15 σημεῖον G εἶτα καὶ καιρῶν V ἐτησίας MFG, αἰτησίους Β 16 ἡμερῶν νυκτῶν μηνῶν ABP (probat Wendl.) γέγονεν V γέγονε χρόνου H 17 οἶν] τίνα M, ἵνα ABP δὲ MAB παρέχηται ABP παρέχεται post εἰρημένων transp. FG, post ὠφέλειαν H 18 μὲν om. V ἐναργείας Wendl.: ἐνεργείας codd. 20. 21 ἡμέρας τε καὶ νυκτός F 21 ἐνεδίδου M τῷ om. VMFGH 22 τῶν ἄλλων om. V, ἄλλων om. MABP 23 τε καὶ MABP 24. 19,1 κατ’ αὐτὸν M, καθ’ ἑαυτὸν F)

v.1.p.19
αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας.

γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας, ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος·

ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα“ οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς καιρούς“ (Gen. 1,14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις.

γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας [*](1 χρόνου καὶ κόσμου MAP, κόσμου καὶ χρόνου Β 2 σελήνης εἰς AP, σελήνην εἰς MB κέκληται] κεκλήρωται ABPF1 4 φέγγους] φωτὸς MABP ἰδίους V, ἰδίας ἐπιφανείας MABP 5 καὶ ποιότητας M, καὶ τἀς ποιότητας Β δὲ ABP ὅπερ] ὥσπερ M 6 ἐπὶ τὴν γῆν H 6. 7 μελλόντων προφαίνωσιν· ἢ γὰρ οm. Β 7 post προφαίνωσι add. καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀριθμοὺς καὶ καὶ om. M) ζώων ἐμψύχων MAP ἣ ἐκλείψεσιν] καὶ ἐκλείψεσιν FGH 8 ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν om. M ἢ ἀποκρύψεσιν scripsi: ἢ ἐπικρύψεσιν V, καὶ ἐπικρύψεσιν ceteri κεινήσεις V 10 τε om FGH νέφως εἰς V 11 πλημύρας V ἐρημίαν V 12 ὁρῶν V χειμάζοντος MABP 14 δὲ om. B καὶ ante κλόνον om. FG κεινήσεων V στοχασμῶν F 15 προεσήμειναν P ἀηθεστέρων V (Markland): ἀληθεστέρων ceteri 16 γεγόνασιν εἰς σημεῖα V: γεγόνασιν εἰς σημεῖον M, εἰς σημεῖα γεγόνασιν ceteri 17 αἰτησίους V 18 μήποτ᾿ V: μήποτε ceteri τίς] τίνος F 19 αἱ δ’] αἱ δὲ ABP, ἐν ὧ M τελεσφοροῦσαι κατορθοῦσι VM: τελεσφοροῦσι καὶ κατορθοῦσι ceteri καὶ om. VMABP 20 καὶ ante ζῴων om. Β τε om. F μέτρον F 21 ἄλλων ἀστέρων Mang. 2*)

v.1.p.20
τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός.

εἰς τοσαύτας καὶ οὕτως ἀναγκαίας διατείνουσιν ὠφελείας αἱ τῶν κατ’ οὐρανὸν φύσεις τε καὶ κινήσεις ἀστέρων· εἰς πόσα δ’ ἄλλα φαίην ἂν ἔγωγε τῶν ἡμῖν μὲν ἀδηλουμένων — οὐ γὰρ πάντα τῷ θνητῷ γένει γνώριμα —, πρὸς δὲ τὴν τοῦ ὅλου συνεργούντων διαμονήν, ἃ θεσμοῖς καὶ νόμοις, οὓς ὥρισεν ὁ θεὸς ἀκινήτους ἐν τῷ παντί, συμβαίνει πάντῃ τε καὶ πάντως ἐπιτελεῖσθαι.

Γῆς δὲ καὶ οὐρανοῦ διακοσμηθέντων τοῖς προσήκουσι κόσμοις, τῆς μὲν τριάδι, τοῦ δ’ ὡς ἐλέχθη τετράδι, τὰ θνητὰ γένη ζῳοπλαστεῖν ἐνεχείρει, τὴν ἀρχὴν ἀπὸ τῶν ἐνύδρων ποιούμενος ἡμέρᾳ πέμπτῃ, νομίσας οὐδὲν οὕτως ἕτερον ἑτέρῳ συγγενὲς ὡς ζῴοις πεντάδα. διαφέρει γὰρ ἔμψυχα ἀψύχων οὐδενὶ μᾶλλον ἢ αἰσθήσει· πενταχῆ δὲ τμητὸν αἴσθησις, εἰς ὅρασιν, εἰς ἀκοήν, εἰς γεῦσιν, εἰς ὄσφρησιν, εἰς ἁφήν· ἑκάστῃ μέντοι προσένειμεν ὁ ποιῶν καὶ ἐξαιρέτους ὕλας καὶ κριτήριον ἴδιον, ᾧ δικάσει τὰ ὑποπίπτοντα· χρώματα μὲν [ἡ] ὅρασις, φωνὰς δὲ ἀκοή, χυλοὺς δὲ γεῦσις, καὶ ὄσφρησις ἀτμούς, μαλακότητας δὲ καὶ σκληρότητας καὶ ὅσα θερμὰ ἢ ψυχρὰ λειότητάς τε καὶ τραχύτητας ἁφή.

παντοῖα οὖν ἰχθύων γένη καὶ κητῶν κελεύει συνίστασθαι κατὰ τόπους διαφέροντα καὶ τοῖς μεγέθεσι καὶ ταῖς ποιότησιν· ἄλλα γὰρ ἐν ἄλλοις πελάγεσιν, ἔστι δ’ ὅτε καὶ ταὐτά· πλὴν οὐ πανταχοῦ πάντα διεπλάττετο, καὶ μήποτ’ εἰκότως· χαίρει γὰρ τὰ μέν τινα τεναγώδει καὶ οὐ πάνυ βαθείᾳ θαλάττῃ, τὰ δ’ ὑποδρόμοις καὶ λιμέσι μήτ’ ἐπὶ γῆν ἀνέρπειν μήτε [*](1 καὶ ante ἐκ δυοῖν om. Β 2 ἰσάριθμον] εἰς ἀριθμὸν M 4 ἀνατείνουσιν V 8 ἀκεινήτους V συμβαίνειν ABPH πάντη τε] πάντοτε F 8. 9 ἐπιτελεῖται ABP 11 γένει A 13 ἕτερον οὕτως ἑτέρου F, οὕτω στερρὸν ἑτέρω M, οὕτως om. ABP διαφέρειν Α 14 γὰρ] δὲ M τμητὸν] διαιρετὸν MABP 15 εἰς ante ἀκοὴν, γεῦσιν, ὄσφρησιν om. FGH εἰς ἁφήν] καὶ εἰς ἁφήν FGH, καὶ ἁφήν L 16 ὁ ποιῶν] ὁποίων M post ὁ ποιῶν add. περὶ αἰσθήσεων ζώων διαθέσεις MABP καὶ ante ἐξαιρ.] ὢν M 17 ᾧ] ὃ G ἡ seclusi δὲ V: δ’ ceteri 18 χιλοὺς ABPH δ’ ἡ γεῦσις ABP καὶ om. FGH ἀτμοὺς ὄσφρησις FGH δὲ om. F 10 ἢ] καὶ FGH 20 κητῶν] κτηνῶν M 21 διαφέροντας V, διαφερόντων FGH ποιότησι γ’ 22 ἔστιν δέ V ταῦτα V, τὰ αὐτὰ MABP 23 μήποτε FGH τὰ μέν τινα V: τινα om. ceteri τεναγώδει V: τενάγει M, ἐν τεναγώδει ceteri 24 λιμέσιν V μήτε AP ἐπὶ γῆς F) [*](6 DR fol. 36r et DL fol. 40v: τοῦ αὐτοῦ (scil. Φίλωνος): οὑ πάντα τῷ θνητῷ γένει γνώριμα. —19 Orig. De princip. I 1,7 (t. XXI p. 38 Lomm.) unicuique corporeo sensui substantia quaedam sensibilis subiacet propria, in quam sensus ipse corporalis intenditur; verbi gratia visui subiacent colores habitus- magnitudo, auditui voces et sonus, odoratui nidores boni vel mali odores, gustui sapores, tactui calida vel frigida, dura vel mollia, aspera vel levia. 5 Ambros. Hexaem. V 14, 45 Pulchre autem post descriptionem piscium de iis avibus quae assuetae sunt aquis sermo successit . . . secunda quoque cognatio omnibus avibus et piscibus est eo quod volautis usus species sit natantis. )

v.1.p.21
πόρρω γῆς ἐπινήχεσθαι δυνάμενα, τὰ δὲ κατὰ μέσον καὶ βαθὺ πέλαγος διαιτώμενα τὰς προκεχυμένας ἄκρας ἢ νήσους ἢ πέτρας ἐκτρέπεται· καὶ τὰ μὲν εὐδίᾳ καὶ γαλήνῃ σφριγᾷ, τὰ δὲ κλύδωνι καὶ κυματώσει· ταῖς γὰρ συνεχέσι πληγαῖς γυμναζόμενα καὶ βίᾳ τὴν φορὰν ἀνωθοῦντα κραταιότερά τέ ἐστι καὶ πιαίνεται μᾶλλον. εὐθὺς δὲ καὶ τὰ γένη τῶν πτηνῶν ἐδημιούργει ὡς ἀδελφὰ τῶν καθ’ ὕδατος — ἑκάτερα γὰρ νηκτά — μηδεμίαν ἰδέαν τῶν ἀεροπόρων ἀτελῆ καταλιπών.

Ἤδη δ’ ὕδατος καὶ ἀέρος τὰ προσήκοντα τῶν ζῴων γένη καθάπερ τινὰ κλῆρον οἰκεῖον ἀπειληφότων, πάλιν ἐκάλει τὴν γῆν εἰς τὴν τοῦ ὑπολειφθέντος μέρους γένεσιν — ὑπολέλειπτο δὲ μετὰ τὰ φυτὰ ζῴων τὰ χερσαῖα — καί φησιν· ἐξαγαγέτω ἡ γῆ κτήνη καὶ θηρία καὶ ἑρπετὰ καθ’ ἕκαστον γένος (Gen. 1,24). ἡ δὲ τὰ προσταχθέντα αὐτίκα ἀνίησι τῇ τε κατασκευῇ διαφέροντα καὶ ταῖς ῥώμαις καὶ ταῖς ἐνυπαρχούσαις βλαπτικαῖς ἢ ὠφελητικαῖς δυνάμεσιν.