De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

νυνὶ μὲν γὰρ ἐν μέρει [*](1 ἀναπεπτωκυίας ABP τέλματα V: τέλμα FGHR, τὲ τέλμα ABP, τε ἅμα Μ τέλμα τε ἅμα Mang.) 2 συγκεχυμένων] συμπεφυρμένων ABP 3 μίαν καὶ ἀδιάκριτον M ὁ om. R 4 ὅσον—δένδρεσιν om. R post ἁλμυρὸν add. ἄγριον MABP καὶ om. M 5 συρρυὲν] συνρυέντων V, ῥυὲν G τὴν] γῆν R 7 ἡ om. V γλυκέα M 8 ἀφαυανθεῖσαν VM: ἀπαυανθεῖσαν ceteri 10 ἀλλ’—βρῶσίν τε om. Μ, ἑκάτερον—βρῶσίν τε om. ABP ἀλλὰ ABP παρέχει BP 11 μασθοῖς M ἐπλημύρει VG, ἐπλήμμυρεν MR στομοθεῖσαι V 12 ἀνασχεῖν ABP ἀνίκμους φύσεις MABP 13 ἀ·ρετῶσαν] ἀρετῶσαν] M, ἀρόσιμον FGL (in marg. Η) ἀπέτεινεν Η 14 ὀνόματα FGH ἐτίθετο V: ἐτίθει ceteri 15 δὲ FGH καλῶν θάλασσαν G 16 καὶ σταχυηφορεῖν om. M σταχυοφορεῖν Η, σταχυφορεῖν B 17 ἄνεισ’ V, ἀνεῖσαν M χεῖλος V 18 δὲ ABP πρὸς ἔτι V τὰς τῶν δένδρων MF εἰδέας V ἁπάσας ἰδέας Η, ἁπάσας om. B 19 ἀνέφυεν] ἀνέφαινεν FG τῶν prius om. MFGH 19. 20 ὕλης λεγομένης ABP 20 παρεῖσα M ἐβεβρείθει V, ἐπεβρίθει Η 21 κατὰ ἐναντίον V, καὶ τὸν ἐναντίον Μ τὸν νυνὶ M, τὸν νυνεὶ V: τὸν νῦν ceteri νυνεὶ V μέρη V) [*](10—12 διὸ—ἀναχεῖν R ibid.)

v.1.p.13
γίγνεται τὰ γιγνόμενα χρόνοις διαφέρουσιν, ἀλλ’ οὐκ ἀθρόα καιρῷ ἑνί· τίς γὰρ οὐκ οἶδεν ὅτι πρῶτον μέν ἐστι σπορὰ καὶ φυτεία, δεύτερον δὲ τῶν σπαρέντων καὶ φυτευθέντων αὔξησις, ἡ μὲν εἰς τὸ κάτω ῥίζας ἀποτείνουσα οἱονεὶ θεμελίους, ἡ δ’ εἰς τὸ ἄνω πρὸς ὕψος αἰρομένων καὶ στελεχουμένων; ἔπειτα βλαστοὶ καὶ πετάλων ἐκφύσεις, εἶτ’ ἐπὶ πᾶσι καρποῦ φορά· καὶ πάλιν καρπὸς οὐ τέλειος, ἀλλ’ ἔχων παντοίας μεταβολὰς κατά τε τὴν ἐν μεγέθει ποσότητα καὶ τὰς ἐν πολυμόρφοις ἰδέαις ποιότητας· ἀποτίκτεται μὲν γὰρ ὁ καρπὸς ἐοικὼς ἀμερέσι ψήγμασιν ὑπὸ βραχύτητος μόλις ὁρατοῖς, ἅπερ οὐκ ἀπὸ σκοποῦ φαίη τις ἂν εἶναι πρῶτα αἰσθητά· μετὰ δὲ ταῦτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἔκ τε τῆς ἐποχετευομένης τροφῆς, ἣ ἄρδει τὸ δένδρον, κἀκ τῆς εὐκρασίας τῶν πνευμάτων, ἃ ψυχραῖς ἅμα καὶ μαλακωτέραις αὔραις ζωπυρεῖται καὶ τιθηνεῖται, συναύξεται πρὸς ὄγκον ἐπιδιδοὺς τελειότατον· σὺν δὲ τῷ μεγέθει καὶ τὰς ποιότητας ἀλλάττει, καθάπερ ὑπὸ γραφικῆς ἐπιστήμης χρώμασι διαφόροις ποικιλλόμενος.

ἐν δὲ τῇ πρώτῃ γενέσει τῶν ὅλων, καθάπερ ἔφην, ὁ θεὸς ἅπασαν τὴν τῶν φυτῶν ὕλην ἐκ γῆς ἀνεδίδου τελείαν καρποὺς ἔχουσαν οὐκ ἀτελεῖς ἀλλ’ ἀκμάζοντας, εἰς ἑτοιμοτάτην καὶ ἀνυπέρθετον χρῆσιν καὶ ἀπόλαυσιν ζῴων τῶν αὐτίκα γενησομένων.

ὁ μὲν δὴ προστάττει τῇ γῇ ταῦτα γεννῆσαι· ἡ δ’ ὥσπερ ἐκ πολλοῦ κυοφοροῦσα καὶ ὠδίνουσα τίκτει πάσας μὲν τὰς σπαρτῶν, πάσας δὲ τὰς δένδρων, ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας. ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχοντες, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις.

ἐβουλήθη γὰρ ὁ θεὸς δολιχεύειν τὴν φύσιν ἀπαθανατίζων τὰ γένη καὶ μεταδιδοὺς [*](1 γίνεται FGH γινόμενα FGH ἑνί] εἶεν M 2 εἶδεν M 3 φθτευθέντων καὶ σπαρέντων M εἰς] ὡς P 3. 4 ἀποτίνουσα V 4 καὶ] ἢ ABP 5 πᾶσιν V 6 ἔχων ἐν ἑαυτῷ MABP ἔ εἰδέαις V 8 ἀμερέσιν V 9 ὁρατοῖς V (Mang.): ὁρατὸς ceteri τις ἂν V: ἂν om. ceteri 10 ταῦτα V 10. 11 ἐποχευομένης V, ἀποχετευομένης G 11 ἣ F1H: ἲν (sic) V, ἥν ceteri 12 ὃ om. M ζωοπυρεῖται M 13 συναύξεται V: καὶ συναύξεται ceteri ἐπιδοὺς Η 19 τῇ γῇ om. R ταῦτα τῇ γῇ Μ γεννῆσαι] γενέσθαι R δὲ VHR 20 ὠδείνουσα V τὰς σπαρτῶν] τῶν σπαρτῶν ABP, τὰς τῶν σπαρτῶν R 20. 21 τὰς τῶν δένδρων R 21 ἔτι δὲ] καὶ M ἔτι δὲ καρπῶν om. ABP ἀμυθήτων VFHR εἰδέας V 22 τροφὴ Β παρασκευὴ B ἀεὶ om. R 23 περιέχοντες V: περιέχουσαι ceteri 25 ἀπαθανατίζων V: ἀθανατίζων ceteri) [*](19—22 ὁ μὲν—γένεσιν R ibid. 24—14,1 ἐβουλήθη—ἀιδιότητος)

v.1.p.14
αὐτοῖς ἀιδιότητος· οὗ χάριν καὶ ἀρχὴν πρὸς τέλος ἦγε καὶ ἐπέσπευδε καὶ τέλος ἐπ’ ἀρχὴν ἀνακάμπτειν ἐποίει· ἔκ τε γὰρ φυτῶν ὁ καρπός, ὡς ἂν ἐξ ἀρχῆς τέλος, καὶ ἐκ καρποῦ τὸ σπέρμα περιέχοντος ἐν ἑαυτῷ πάλιν τὸ φυτόν, ὡς ἂν ἐκ τέλους ἀρχή.

Τῇ δὲ τετάρτῃ ἡμέρᾳ μετὰ τὴν γῆν τὸν οὐρανὸν ἐποίκιλλε διακοσμῶν, οὐκ ἐπειδὴ τοῦτον ἐν ὑστέρῳ γῆς ἔταττε, τῇ μὲν ἐλάττονι φύσει προνομίαν διδούς, τὴν δὲ κρείττονα καὶ θειοτέραν δευτερείων ἀξιῶν, ἀλλ’ εἰς ἔνδειξιν ἐναργεστάτην κράτους ἀρχῆς. προλαβὼν γὰρ περὶ τῶν οὔπω γεγονότων ἀνθρώπων, οἷοι τὰς γνώμας ἔσονται, στοχασταὶ τῶν εἰκότων καὶ πιθανῶν, ἐν οἷς πολὺ τὸ εὔλογον, ἀλλ’ οὐχὶ τῆς ἀκραιφνοῦς ἀληθείας, καὶ ὅτι πιστεύσουσι μᾶλλον τοῖς φαινομένοις ἢ θεῷ σοφιστείαν πρὸ σοφίας θαυμάσαντες, κατιδόντες τε αὖθις τὰς ἡλίου καὶ σελήνης περιόδους, δι’ ὧν θέρη χειμῶνες καὶ ἔαρος καὶ μετοπώρου τροπαί, τῶν ἐκ γῆς ἀνὰ πᾶν ἔτος φυομένων καὶ γιγνομένων ἁπάντων αἰτίας ὑπολήψονται τὰς τῶν κατ’ οὐρανὸν ἀστέρων περιπολήσεις, ἵνα μηδενὶ γενητῷ τὰς πρώτας ἀνατιθέναι τινὲς τολμῶσιν ἢ διὰ θράσος ἀναίσχυντον ἢ δι’ ἀμαθίαν ὑπερβάλλουσαν, ἀναδραμέτωσαν, φησί,

ταῖς διανοίαις ἐπὶ τὴν [*](1 αὐτοῖς] ἀνθρώποις Β πρὸς τὸ τέλος FH ἐπέσπευδεν V, ἔσπευδε MABP 2 τε] μὲν M 3 τὸ τέλος GH καρπῶν FGH περιέχον ABPG, περιέχον(??) F 4 πάλιν] πᾶν VM τοῦ φυτοῦ M ἀρχῆς M 6 διακοσμῶν om. R τῆς γῆς MABP ἔταττεν VM 7 δευτερίων V 8 ἐναρα γεστάτου Β 9 οἷοι FGHR: οἱ V, οἳ ceteri 10 πολὺ] τὸ πολὺ FH εὔλογον Α, ἄλογον ΒΡ2 οὐχὶ] οὐ F 11 πιστεύουσι BL μᾶλλον τοῖς φαινομένοις φθεγγο VR: τοῖς φαινομένοις μᾶλλον FGHP, μᾶλλον τοῖς φθεγγομένοις M, τοῖς φαινομένοις μᾶλλον Α, τοῖς φθεγγομένοις μᾶλλον Β ἢ θέῳ] ἦθος M σοφιστείας M 12 θαυμάζοντες F2G 13 χειμὼν V καὶ ἔαρος καὶ καὶ μεθοπώρου (sic) V, καὶ ἀέρος (sic) καὶ μετοπώρου M: ἔαρος καὶ μετοπώρου ABP, ἔαρος μετοπώρου FGH 14 ἀνάπαν V γινομένων GH, γενομένων F 16 τινὲς τολμῶσιν VM: τολμῶσιν αἰτίας τινὲς R, τινὲς τολμῶσιν αἰτίας ceteri ἢ—ἀναίσχυντον om. M 17 ἁμαρτίαν M) [*](5—12 Τῇ δὲ—θαυμάσαντες R ibid. 12 sqq. Ambros. Hexaem. III 627 enim plerique dicere: nisi clementior solis calor tepefecerit terras et quodam modo radiis suis foverit, non poterit germinare terra: et propterea gentes divinum honorem deputant soli . . . audi ergo Deum velut hanc vocem emiftentein: conticescat ineptus sermo hominum qui futuius est, facessat vana opinio. antequam solis fiat luminare, herba nascatur, antiquior eius sit praerogativa quam solis; ne error hominum convalescat, germinet prius terra quam fotus solis accipiat. sciant omnes solem auctorem non esse nascentium. Dei clementia terram relaxat, Dei indulgentia prorumpere facit fructus. cf. IV 1,3 15—17 ἶνα—ὑπερβάλλουσαν R fol. 90v)

v.1.p.15
πρώτην τῶν ὅλων γένεσιν, ὅτε πρὸ ἡλίου καὶ σελήνης παντοῖα μὲν φυτά, παντοίους δὲ καρποὺς ἤνεγκεν ἡ γῆ, καὶ θεασάμενοι ταῖς διανοίαις ἐλπιζέτωσαν ὅτι καὶ αὖθις οἴσει κατὰ πρόσταξιν τοῦ πατρός, ὅταν αὐτῷ δοκῇ μὴ προσδεηθέντι τῶν κατ’ οὐρανὸν ἐκγόνων, οἷς δυνάμεις μὲν ἔδωκεν, οὐ μὴν αὐτοκρατεῖς· οἷα γὰρ ἡνίοχος ἡνιῶν ἢ κυβερνήτης οἰάκων ἐνειλημμένος ἄγει ᾗ ἂν ἐθέλῃ κατὰ νόμον καὶ δίκην ἕκαστα μηδενὸς προσδεόμενος ἄλλου· πάντα γὰρ θεῷ δυνατά.

ἥδ’ ἐστὶν αἰτία δι’ ἣν προτέρα μὲν ἐβλάστησε καὶ ἐχλοηφόρησεν ἡ γῆ. ὁ δ’ οὐρανὸς διεκοσμεῖτο αὖθις ἐν ἀριθμῷ τελείῳ τετράδι, ἣν δεκάδος τῆς παντελείας οὐκ ἂν διαμάρτοι τις ἀφορμὴν εἶναι λέγων καὶ πηγήν· ὃ γὰρ ἐντελεχείᾳ δεκάς, τοῦτο τετράς, ὡς ἔοικε, δυνάμει· εἰ γοῦν οἱ ἀπὸ μονάδος ἄχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα γεννήσουσιν, ἥτις ὅρος τῆς ἀπειρίας τῶν ἀριθμῶν ἐστι, περὶ ὃν ὡς καμπτῆρα εἱλοῦνται καὶ ἀνακάμπτουσι.

περιέχει δ’ ἡ τετρὰς καὶ τοὺς λόγους τῶν κατὰ μουσικὴν συμφωνιῶν, τῆς τε διὰ τεττάρων καὶ διὰ πέντε καὶ διὰ πασῶν καὶ προσέτι δὶς διὰ πασῶν, ἐξ ὧν σύστημα τὸ τελειότατον ἀπογεννᾶται· τῆς μὲν διὰ τεττάρων ὁ λόγος ἐπίτριτος, τῆς δὲ διὰ πέντε ἡμιόλιος, διπλάσιος δὲ τῆς διὰ πασῶν, τετραπλάσιος δὲ τῆς δὶς διὰ πασῶν· οὓς ἅπαντας ἡ τετρὰς ἔχει περιλαβοῦσα, τὸν μὲν ἐπίτριτον ἐν τῷ τέσσαρα πρὸς τρία, τὸν δ’ ἡμιόλιον ἐν τῷ τρία πρὸς δύο, τὸν δὲ διπλάσιον ἐν τῷ δύο πρὸς ἓν ἢ τέσσαρα πρὸς δύο, τὸν δὲ τετραπλάσιον ἐν τῷ τέσσαρα πρὸς [*](1 ὅτι FL 1. 2 παντοῖα φοιτᾶ καὶ παντοίους καρποὺς R 4 μὴ VM: μηδὲν ceteri οἷς καὶ δυνάμεις MABP 5 ἡνίων V 6 ἐπιλημμένος V, ἐπειλημμένος ABPR ἄν] ἐὰν V θέλῃ M, ἐθέλοι ABP 7 ἄλλου] ἀλλ’ οὑ V 8 πρότερον F ἐβλάστησεν V δὲ ΑΒ 9 ἢν] δι’ ἣν V παντελοῦς FGH 10 ἀφορμὴν εἶναι λέγων V: εἶναι λέγων ἀφορμήν τε ceteri ὃ γὰρ] οἷσ’ αρ᾿ V ἐνδελεχείᾳ Μ 11 δεκάς, τοῦτο] δ’ ἑκάστου τὸ V ἔοικεν V γοῦν] οὖν FH οἱ om. VF ἄχρι τετράδος om. ΜΑΒP 12 ἑξῆς] ἐξ ἧς VFP δεκάδα] δέκα V τῆς] τις F 13 ἐστιν V ὃν] ὧν V ἐνκαμπτῆρα BP post εἱλοῦνται add. καὶ ἀναστρέφονται F 14 δὴ (sic) V 15 τεσσάρων M 15. 16 καὶ προσέτι δὶς διὰ πασῶν om. V 16 τὸ om. ABP μὲν V: μὲν γὰρ ceteri 17 τεσσάρων M 18 τετραπλάσιος—πασῶν om. ε ι BF1GH οὓς ἄν πάντας ΜΑΒP 19 ἔχοι M παραλαβοῦσα Α, παραλαβοῦσα P2H τὸ μὲν ΑΒ, τὸν μὲν οὑν M 20 τὸ δ’ MABP τὸ δὲ ABP 21 ἡ πρὸς ἓν V ἡ] ἡ V τὸ δὲ ABP) [*](1—2 πρὸ—ἤνεγκεν R ibid. 5—7 οἶα—δυνατά R ibid. 1112 Lyd. de mens. II c. 8 . . . ὅθεν καὶ ἀποτελεσματικὸς καλεῖται ὁ τέταρτος ἀριθμός). εἰ γὰρ ἀπὸ μονάδος μέχρι τετράδος ἑξῆς συντεθεῖεν ἀριθμοί, δεκάδα ἀποτελοῦσιν.)

v.1.p.16

ἕν. ἔστι δὲ καὶ δύναμις ἄλλη τετράδος λεχθῆναί τε καὶ νοηθῆναι θαυμασιωτάτη. πρώτη γὰρ αὕτη τὴν τοῦ στερεοῦ φύσιν ἔδειξε, τῶν πρὸ αὐτῆς ἀριθμῶν τοῖς ἀσωμάτοις ἀνακειμένων· κατὰ μὲν γὰρ τὸ ἓν τάττεται τὸ λεγόμενον ἐν γεωμετρίᾳ σημεῖον, κατὰ δὲ τὰ δύο γραμμή, διότι ῥύσει μὲν ἑνὸς δυάς, ῥύσει δὲ σημείου συνίσταται γραμμή· γραμμὴ δ’ ἐστὶ μῆκος ἀπλατές· πλάτους δὲ προσγενομένου γίνεται ἐπιφάνεια, ἣ τέτακται κατὰ τριάδα· ἐπιφανείᾳ δὲ πρὸς τὴν τοῦ στερεοῦ φύσιν ἑνὸς δεῖ τοῦ βάθους, ὃ προστεθὲν τριάδι γίνεται τετράς. ὅθεν καὶ μέγα χρῆμα συμβέβηκεν εἶναι τὸν ἀριθμὸν τοῦτον, ὃς ἐκ τῆς ἀσωμάτου καὶ νοητῆς οὐσίας ἤγαγεν εἰς ἔννοιαν ἡμᾶς τριχῆ διαστατοῦ σώματος τοῦ φύσει πρῶτον αἰσθητοῦ.

ὁ δὲ μὴ συνεὶς τὸ λεγόμενον ἔκ τινος παιδιᾶς εἴσεται πάνυ συνήθους. οἱ καρυατίζοντες εἰώθασι τρία ἐν ἐπιπέδῳ κάρυα προτιθέντες ἐπιφέρειν ἕν, σχῆμα πυραμοειδὲς ἀπογεννῶντες· τὸ μὲν οὖν ἐν ἐπιπέδῳ τρίγωνον ἵσταται μέχρι τριάδος, τὸ δ’ ἐπιτεθὲν τετράδα μὲν ἐν ἀριθμοῖς, ἐν δὲ σχήμασι πυραμίδα γεννᾷ, στερεὸν ἤδη σῶμα.

πρὸς δὲ τούτοις οὐδ’ ἐκεῖνο ἀγνοητέον, ὅτι πρῶτος ἀριθμῶν ὁ τέτταρα τετράγωνός ἐστιν ἰσάκις ἴσος, μέτρον δικαιοσύνης καὶ ἰσότητος, καὶ ὅτι μόνος ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, συνθέσει μὲν ἐκ δυοῖν καὶ δυοῖν, δυνάμει δὲ πάλιν ἐκ τοῦ [*](1 δεχθῆναι V 2 ἔδειξεν V 4 σημεῖον V: εἶναι σημεῖον ceteri 5 διότι—γραμμή VF2G: διότι φύσει ἐκ (διὰ M) σημείου συνίσταται ἡ γραμμή MABP, om. F1G δ’ ἐστὶ V: δέ ἐστι ceteri προσγινομένου BG 7 ἐπιφανείᾳ scripsi: ἐπιφάνειαι V, ἐπιφάνεια ceteri τοῦ ocq. F 8 δεῖ (corr. ex δὴ) V: δέεται M, δεῖται ceteri οὗ προστεθέντος coni. Wendl. τῇ τριάδι M 9 ὃς] ὡς Μ 10 ἡμᾶς εἰς ἔννοιαν Η 11 τοῦ Wendl.: τῇ codd. συνεὶς V: συνιεὶς ceteri τὸ λεγόμενον om. M 12 εἴσεται] εὑρεταὶ (sic) M οἱ τὰ κάρυα παίζοντες MABP 13 κάρυα προτιθέντες VR: προτιθέντες κάρυα FGP, προστιθέντες κάρυα Η, κάρυα ante τρία transp. M, κάρυα om. ΑΒ 14 ἐν om. V 14. 15 τὸ ἐπιτεθὲν δὲ G 15 σχήμασι VMFG: σχήματι ceteri 15. 16 στερρὸν Η 16 οὐδ’] οὐδὲ Μ, οὐκ V 17 ὁ τέτταρα] ὅτι πάρα V ἰσάκις ἴσος] ἱκανὸς ἰσάκις ἴσοις V, ἴσος om. ΑBP1 μέτρον FGH: ἰσόμετρον V, ὃ ἰσόμετρον καὶ MABP 18 πέφυκεν V) [*](12—16 οἱ καρυατίζοντες—σῶμα R fol. 89v, tum pergit: ἔστι δὲ ὁ τούτων ἰσάκις καὶ ἴσος καὶ ὡσανεὶ ἠμιόλιος, μέτρον τε ἰσότητος ἔχων μηδὲν διαφέρον τῶν πλανητῶν. ἀλλὰ τίς δύναται τὴν ἀκριβεστέραν κατάληψιν ἰχνηλατῆσαι τῶν δεδημιουργημένων; 16—17,2 loann. Lyd. de mens. II c. 8: περὶ δὲ τοῦ κατ’ ἀριθμὸν ἀξιώματος ὁ ἀριθμὸς τετράγωνός ἐστι· μόνος γὰρ ἰσάκις ἴσος ἰσομερὴς ἐκ τῶν αὐτῶν καὶ συνθέσει καὶ δυνάμει πέφυκε γεννᾶσθαι, σύνθεσιν μὲν οὑν ἐκ δυεῖν καὶ δυεῖν, δύναμιν δὲ ἐκ τοῦ δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν.)

v.1.p.17
δὶς δύο, πάγκαλόν τι συμφωνίας εἶδος ἐπιδεικνύμενος, ὃ μηδενὶ τῶν ἄλλων ἀριθμῶν συμβέβηκεν· αὐτίκα γοῦν ὁ ἓξ συντιθέμενος ἐκ δυοῖν τριάδων οὐκέτι γεννᾶται πολυπλασιασθεισῶν, ἀλλ’ ἕτερος, ὁ ἐννέα.

πολλαῖς δὲ καὶ ἄλλαις κέχρηται δυνάμεσι τετράς, ἃς ἀκριβέστερον καὶ ἐν τῷ περὶ αὐτῆς ἰδίῳ λόγῳ προσυποδεικτέον. ἀπόχρη δὲ κἀκεῖνο προσθεῖναι, ὅτι καὶ τῇ τοῦ παντὸς οὐρανοῦ τε καὶ κόσμου γενέσει γέγονεν ἀρχή· τὰ γὰρ τέτταρα στοιχεῖα, ἐξ ὧν τόδε τὸ πᾶν ἐδημιουργήθη, καθάπερ ἀπὸ πηγῆς ἐρρύη τῆς ἐν ἀριθμοῖς τετράδος· καὶ πρὸς τούτοις αἱ ἐτήσιοι ὧραι τέτταρες αἱ ζῴων καὶ φυτῶν αἴτιαι γενέσεως, τετραχῆ τοῦ ἐνιαυτοῦ διανεμηθέντος εἰς χειμῶνα καὶ ἔαρ καὶ θέρος καὶ μετόπωρον.

Τοσαύτης οὖν ἀξιωθέντος ἐν τῇ φύσει προνομίας τοῦ λεχθέντος ἀριθμοῦ, κατὰ τὸ ἀναγκαῖον ὁ ποιητὴς διεκόσμει τὸν οὐρανὸν τετράδι παγκάλῳ καὶ θεοειδεστάτῳ κόσμῳ τοῖς φωσφόροις ἄστροις· εἰδώς τε ὅτι τῶν ὄντων ἄριστον τὸ φῶς ἐστιν, ὄργανον αὐτὸ τῆς ἀρίστης τῶν αἰσθήσεων ὁράσεως ἀπέφαινεν· ὅπερ γὰρ νοῦς ἐν ψυχῇ, τοῦτ’ ὀφθαλμὸς ἐν σώματι· βλέπει γὰρ ἑκάτερος, ὁ μὲν τὰ νοητά, ὁ δὲ τὰ αἰσθητά· χρεῖος δὲ ὁ μὲν νοῦς ἐπιστήμης εἰς τὸ γνωρίσαι τὰ ἀσώματα, ὀφθαλμὸς δὲ φωτὸς εἰς τὴν τῶν σωμάτων ἀντίληψιν, ὃ πολλῶν μὲν καὶ ἄλλων ἀγαθῶν αἴτιον γέγονεν ἀνθρώποις, διαφερόντως δὲ τοῦ μεγίστου, φιλοσοφίας·

ὑπὸ γὰρ φωτὸς ἄνω παραπεμφθεῖσα ἡ ὅρασις καὶ κατιδοῦσα φύσιν ἀστέρων καὶ κίνησιν αὐτῶν ἐναρμόνιον, ἀπλανῶν τε καὶ πλανήτων [*](1 πᾶν καλόν V ἄλλων om. G 2 συντεθειμένος MAP δυεῖν V 3 πολυπλασιασθείς ABP, πολλαπλασιασθείς Μ ἀλλ’ ὁ ἕτερος F2GH 4 δυνάμεσι om. V ἡ τετράς MABP καὶ om. MABP 5 ἰδίῳ λόγῳ] διαλόγῳ M, λόγω ἰδίω Β προσθεῖναι] δειχθῆναι Β 6 καὶ τῆ V: καὶ ἡ M, τῆ (om. καὶ) ceteri γενέσει om. M 7 τέσσαρα FGH 8 πηγῆς] γῆς FG τετράδος ἐν ἀριθμοῖς Β τούτω M ἐτησίαι Η 9 τέσσαρες ΜΗ αἳ Η αἴτιαι FGH: αἰτίαι ceteri 10 μεθόπωρον V 12 κατὰ τὸ ἀναγκαῖον V: κατ’ ἀναγκαῖον ceteri 13 ἐν τετράδι Η φοσφόροις V 14 ὄντων] νοητῶν V 15 αἰσθήσεως ὁράσεων V ἀπέφαινεν VF2GP: ἀπέφηνεν ceteri ἐν τῆ ψυχὴ ABP τοῦθ’ ὀφθαλμὸς V, τοῦτο ὁ ὀφθαλμὸς R 16 τὰ ὄντα νοητὰ MABP1 δὲ VR: δ’ αὖ ceteri 17 χρεῖος] χρήζει MABP μὲν om. Β γνωρίσαι] θεωρῆσαι (θε et ῆ in ras.) F ἀσώματα] σώματα R ὀφθαλμὸς R: ὀφθαλμοῖς ὀφθαλμοὶ ceteri 18 τῶν σωματικῶν R 19 γέγονεν αἴτιον Β, γέγονεν om. Η 20 πεμφθεῖσα Η ἡ om. MAP1 21 ἀστέρων] αὐτῶν Β κίνησιν] κείνισιν V αὐτῶν] ἀστέρων Β ἐναρμόνιον αὐτῶν M ἐναρμονίαν FG πλανητῶν VM) [*](15—18 ὅπερ νοῦς—ἀντίληψιν R fol. Philonis opera vol. I 2)

v.1.p.18
εὖ διατεταγμένας περιφοράς, τῶν μὲν κατὰ ταὐτὰ καὶ ὡσαύτως περιπολούντων, τῶν δ’ ἀνομοίως τε καὶ ὑπεναντίως διτταῖς περιόδοις χρωμένων, χορείας τε πάντων ἐμμελεῖς νόμοις τοῖς μουσικῆς τελείας διακεκοσμημένας, ἄλεκτον ἐμπαρεῖχε τῇ ψυχῇ τέρψιν τε καὶ ἡδονήν· ἡ δ’ ἑστιωμένη θεαμάτων ἐπαλλήλων, ἐξ ἑτέρων γὰρ ἦν ἕτερα, πολλὴν ἀπληστίαν εἶχε τοῦ θεωρεῖν· εἶθ’, οἷα φιλεῖ, προσπεριειργάζετο, τίς ἡ τῶν ὁρατῶν δὴ τούτων οὐσία καὶ εἰ ἀγένητοι πεφύκασιν ἢ γενέσεως ἔλαβον ἀρχὴν καὶ τίς ὁ τρόπος τῆς κινήσεως καὶ τίνες αἱ αἰτίαι δι’ ὧν ἕκαστα οἰκονομεῖται· ἐκ δὲ τῆς τούτων ζητήσεως τὸ φιλοσοφίας συνέστη γένος, οὗ τελειότερον ἀγαθὸν οὐκ ἦλθεν εἰς τὸν ἀνθρώπινον βίον.

πρὸς δὴ τὴν τοῦ νοητοῦ φωτὸς ἰδέαν ἐκείνην ἀπιδών, ἣ λέλεκται κατὰ τὸν ἀσώματον κόσμον, ἐδημιούργει τοὺς αἰσθητοὺς ἀστέρας, ἀγάλματα θεῖα καὶ περικαλλέστατα, οὓς ὥσπερ ἐν ἱερῷ καθαρωτάτῳ τῆς σωματικῆς οὐσίας ἵδρυε τῷ οὐρανῷ, πολλῶν χάριν· ἑνὸς μὲν τοῦ φωσφορεῖν, ἑτέρου δὲ σημείων, εἶτα καιρῶν τῶν περὶ τὰς ἐτησίους ὥρας, καὶ ἐπὶ πᾶσιν ἡμερῶν μηνῶν ἐνιαυτῶν, ἃ δὴ καὶ μέτρα χρόνου γέγονε καὶ τὴν ἀριθμοῦ φύσιν ἐγέννησεν.

οἵαν δ’ ἕκαστον παρέχεται τῶν εἰρημένων χρείαν τε καὶ ὠφέλειαν, δῆλον μὲν ἐκ τῆς ἐναργείας, πρὸς δ’ ἀκριβεστέραν κατάληψιν οὐκ ἄτοπον ἴσως καὶ λόγῳ τἀληθὲς ἰχνηλατῆσαι. τοῦ δὴ σύμπαντος χρόνου διανεμηθέντος εἰς δύο τμήματα, ἡμέραν τε καὶ νύκτα, τῆς μὲν ἡμέρας τὸ κράτος ὁ πατὴρ ἀνεδίδου τῷ ἡλίῳ, οἷα μεγάλῳ βασιλεῖ, τῆς δὲ νυκτὸς σελήνῃ καὶ τῷ πλήθει τῶν ἄλλων ἀστέρων.

τὸ δὲ μέγεθος τῆς περὶ τὸν ἥλιον δυνάμεως καὶ ἀρχῆς ἐμφανεστάτην πίστιν ἔχει τὴν λεχθεῖσαν ἤδη· εἷς γὰρ ὢν καὶ μόνος ἰδίᾳ καὶ καθ’ [*](1 παραφοράς F1, ἐπιφοράς Β ταὐτὰ FGH: ταῦτα ceteri καὶ om. M 2 ὁμοίως V τε om. F 3 χορίας V τοῖς VMG1: τῆς ceteri 4 ἄληκτον MABP1 ἐμπαρεῖχε scripsi: παρεῖχεν V, ἐμπαρέχει ceteri 5 ἑτέρα P 6 ἀπληστείαν V εἶχεν V εἶτα ABP προσπεριηργάζετο V 7 δὴ om. ABP1 τούτων θεῶν Wendl. 8 ἔλαβεν F κεινήσεως V αἱ om. VFGH 9 συζητήσεως H 11 εἰδέαν V ἀπιδών om. V ἡ MABP 13 οὓς om. MABP τῶ καθαρωτάτῳ FGH 14 οὐσίας] ἰδέας F2G τὸ οὐρανῶ V, τῶν οὐρανῶν F1, τὸν οὐρανὸν F2 πολλῶν χάριν καὶ ἕνεκα δημιουργιῶν M, π. χ. ἕνεκα δημιουργιῶν ABP 15 σημεῖον G εἶτα καὶ καιρῶν V ἐτησίας MFG, αἰτησίους Β 16 ἡμερῶν νυκτῶν μηνῶν ABP (probat Wendl.) γέγονεν V γέγονε χρόνου H 17 οἶν] τίνα M, ἵνα ABP δὲ MAB παρέχηται ABP παρέχεται post εἰρημένων transp. FG, post ὠφέλειαν H 18 μὲν om. V ἐναργείας Wendl.: ἐνεργείας codd. 20. 21 ἡμέρας τε καὶ νυκτός F 21 ἐνεδίδου M τῷ om. VMFGH 22 τῶν ἄλλων om. V, ἄλλων om. MABP 23 τε καὶ MABP 24. 19,1 κατ’ αὐτὸν M, καθ’ ἑαυτὸν F)

v.1.p.19
αὑτὸν ἥμισυ τμῆμα τοῦ σύμπαντος χρόνου κεκλήρωται τὴν ἡμέραν, οἱ δ’ ἄλλοι πάντες μετὰ σελήνης θάτερον ὃ κέκληται νύξ· καὶ τοῦ μὲν ἀνατείλαντος αἱ φαντασίαι τῶν τοσούτων ἀστέρων οὐκ ἀμαυροῦνται μόνον, ἀλλὰ καὶ ἀφανίζονται τῇ τοῦ φέγγους ἀναχύσει, καταδύντος δὲ τὰς ἰδίας ἄρχονται διαφαίνειν ἀθρόοι ποιότητας.

γεγόνασι δ’ ὅπερ αὐτὸς εἶπεν οὐ μόνον, ἵνα φῶς ἐκπέμπωσιν ἐπὶ γῆν, ἀλλὰ καὶ ὅπως σημεῖα μελλόντων προφαίνωσιν· ἢ γὰρ ἀνατολαῖς αὐτῶν ἢ δύσεσιν ἢ ἐκλείψεσιν ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν ἢ ταῖς ἄλλαις περὶ τὰς κινήσεις διαφοραῖς ἄνθρωποι τὰ ἀποβησόμενα στοχάζονται, καρπῶν φορὰς καὶ ἀφορίας, ζῴων τε γενέσεις καὶ φθοράς, αἰθρίας καὶ νεφώσεις, νηνεμίας καὶ βίας πνευμάτων, ποταμῶν πλημμύρας καὶ κενώσεις, θαλάττης ἠρεμίαν καὶ κλύδωνα, ὡρῶν τῶν ἐτησίων ὑπαλλαγὰς ἢ θέρους χειμαίνοντος ἢ χειμῶνος φλέγοντος ἢ ἔαρος μετοπωρίζοντος ἢ μετοπώρου ἐαρίζοντος·

ἤδη δὲ καὶ κλόνον καὶ σεισμὸν γῆς ἐκ τῶν κατ’ οὐρανὸν κινήσεων στοχασμῷ προεσήμηνάν τινες καὶ μυρία ἄλλα τῶν ἀηθεστέρων, ὡς ἀψευδέστατα λελέχθαι ὅτι „γεγόνασιν εἰς σημεῖα“ οἱ ἀστέρες, προσέτι μέντοι καὶ „εἰς καιρούς“ (Gen. 1,14)· καιροὺς δὲ τὰς ἐτησίους ὥρας ὑπείληφεν εἶναι, καὶ μήποτ’ εἰκότως· ἔννοια γὰρ καιροῦ τίς ἂν εἴη πλὴν χρόνος κατορθώσεως; αἱ δ’ ὧραι πάντα τελεσφοροῦσαι κατορθοῦσι, σπορὰς καὶ φυτείας καρπῶν καὶ ζῴων γενέσεις τε καὶ αὐξήσεις.

γεγόνασι δὲ καὶ πρὸς μέτρα χρόνων· ἡλίου γὰρ καὶ σελήνης καὶ τῶν ἄλλων τεταγμέναις περιόδοις ἡμέραι καὶ μῆνες καὶ ἐνιαυτοὶ συνέστησαν. εὐθύς τε τὸ χρησιμώτατον, ἡ ἀριθμοῦ φύσις, ἐδείχθη, χρόνου παραφήναντος αὐτήν· ἐκ γὰρ μιᾶς ἡμέρας [*](1 χρόνου καὶ κόσμου MAP, κόσμου καὶ χρόνου Β 2 σελήνης εἰς AP, σελήνην εἰς MB κέκληται] κεκλήρωται ABPF1 4 φέγγους] φωτὸς MABP ἰδίους V, ἰδίας ἐπιφανείας MABP 5 καὶ ποιότητας M, καὶ τἀς ποιότητας Β δὲ ABP ὅπερ] ὥσπερ M 6 ἐπὶ τὴν γῆν H 6. 7 μελλόντων προφαίνωσιν· ἢ γὰρ οm. Β 7 post προφαίνωσι add. καὶ μηνῶν καὶ ἐνιαυτῶν ἀριθμοὺς καὶ καὶ om. M) ζώων ἐμψύχων MAP ἣ ἐκλείψεσιν] καὶ ἐκλείψεσιν FGH 8 ἢ πάλιν ἐπιτολαῖς ἢ ἀποκρύψεσιν om. M ἢ ἀποκρύψεσιν scripsi: ἢ ἐπικρύψεσιν V, καὶ ἐπικρύψεσιν ceteri κεινήσεις V 10 τε om FGH νέφως εἰς V 11 πλημύρας V ἐρημίαν V 12 ὁρῶν V χειμάζοντος MABP 14 δὲ om. B καὶ ante κλόνον om. FG κεινήσεων V στοχασμῶν F 15 προεσήμειναν P ἀηθεστέρων V (Markland): ἀληθεστέρων ceteri 16 γεγόνασιν εἰς σημεῖα V: γεγόνασιν εἰς σημεῖον M, εἰς σημεῖα γεγόνασιν ceteri 17 αἰτησίους V 18 μήποτ᾿ V: μήποτε ceteri τίς] τίνος F 19 αἱ δ’] αἱ δὲ ABP, ἐν ὧ M τελεσφοροῦσαι κατορθοῦσι VM: τελεσφοροῦσι καὶ κατορθοῦσι ceteri καὶ om. VMABP 20 καὶ ante ζῴων om. Β τε om. F μέτρον F 21 ἄλλων ἀστέρων Mang. 2*)

v.1.p.20
τὸ ἓν καὶ ἐκ δυοῖν τὰ δύο καὶ ἐκ τριῶν τὰ τρία καὶ ἐκ μηνὸς τὰ τριάκοντα καὶ ἐξ ἐνιαυτοῦ τὸ ἰσάριθμον ταῖς ἐκ δώδεκα μηνῶν ἡμέραις πλῆθος καὶ ἐξ ἀπείρου χρόνου ὁ ἄπειρος ἀριθμός.