De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

νυνὶ μὲν γὰρ ἐν μέρει [*](1 ἀναπεπτωκυίας ABP τέλματα V: τέλμα FGHR, τὲ τέλμα ABP, τε ἅμα Μ τέλμα τε ἅμα Mang.) 2 συγκεχυμένων] συμπεφυρμένων ABP 3 μίαν καὶ ἀδιάκριτον M ὁ om. R 4 ὅσον—δένδρεσιν om. R post ἁλμυρὸν add. ἄγριον MABP καὶ om. M 5 συρρυὲν] συνρυέντων V, ῥυὲν G τὴν] γῆν R 7 ἡ om. V γλυκέα M 8 ἀφαυανθεῖσαν VM: ἀπαυανθεῖσαν ceteri 10 ἀλλ’—βρῶσίν τε om. Μ, ἑκάτερον—βρῶσίν τε om. ABP ἀλλὰ ABP παρέχει BP 11 μασθοῖς M ἐπλημύρει VG, ἐπλήμμυρεν MR στομοθεῖσαι V 12 ἀνασχεῖν ABP ἀνίκμους φύσεις MABP 13 ἀ·ρετῶσαν] ἀρετῶσαν] M, ἀρόσιμον FGL (in marg. Η) ἀπέτεινεν Η 14 ὀνόματα FGH ἐτίθετο V: ἐτίθει ceteri 15 δὲ FGH καλῶν θάλασσαν G 16 καὶ σταχυηφορεῖν om. M σταχυοφορεῖν Η, σταχυφορεῖν B 17 ἄνεισ’ V, ἀνεῖσαν M χεῖλος V 18 δὲ ABP πρὸς ἔτι V τὰς τῶν δένδρων MF εἰδέας V ἁπάσας ἰδέας Η, ἁπάσας om. B 19 ἀνέφυεν] ἀνέφαινεν FG τῶν prius om. MFGH 19. 20 ὕλης λεγομένης ABP 20 παρεῖσα M ἐβεβρείθει V, ἐπεβρίθει Η 21 κατὰ ἐναντίον V, καὶ τὸν ἐναντίον Μ τὸν νυνὶ M, τὸν νυνεὶ V: τὸν νῦν ceteri νυνεὶ V μέρη V) [*](10—12 διὸ—ἀναχεῖν R ibid.)

v.1.p.13
γίγνεται τὰ γιγνόμενα χρόνοις διαφέρουσιν, ἀλλ’ οὐκ ἀθρόα καιρῷ ἑνί· τίς γὰρ οὐκ οἶδεν ὅτι πρῶτον μέν ἐστι σπορὰ καὶ φυτεία, δεύτερον δὲ τῶν σπαρέντων καὶ φυτευθέντων αὔξησις, ἡ μὲν εἰς τὸ κάτω ῥίζας ἀποτείνουσα οἱονεὶ θεμελίους, ἡ δ’ εἰς τὸ ἄνω πρὸς ὕψος αἰρομένων καὶ στελεχουμένων; ἔπειτα βλαστοὶ καὶ πετάλων ἐκφύσεις, εἶτ’ ἐπὶ πᾶσι καρποῦ φορά· καὶ πάλιν καρπὸς οὐ τέλειος, ἀλλ’ ἔχων παντοίας μεταβολὰς κατά τε τὴν ἐν μεγέθει ποσότητα καὶ τὰς ἐν πολυμόρφοις ἰδέαις ποιότητας· ἀποτίκτεται μὲν γὰρ ὁ καρπὸς ἐοικὼς ἀμερέσι ψήγμασιν ὑπὸ βραχύτητος μόλις ὁρατοῖς, ἅπερ οὐκ ἀπὸ σκοποῦ φαίη τις ἂν εἶναι πρῶτα αἰσθητά· μετὰ δὲ ταῦτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἔκ τε τῆς ἐποχετευομένης τροφῆς, ἣ ἄρδει τὸ δένδρον, κἀκ τῆς εὐκρασίας τῶν πνευμάτων, ἃ ψυχραῖς ἅμα καὶ μαλακωτέραις αὔραις ζωπυρεῖται καὶ τιθηνεῖται, συναύξεται πρὸς ὄγκον ἐπιδιδοὺς τελειότατον· σὺν δὲ τῷ μεγέθει καὶ τὰς ποιότητας ἀλλάττει, καθάπερ ὑπὸ γραφικῆς ἐπιστήμης χρώμασι διαφόροις ποικιλλόμενος.

ἐν δὲ τῇ πρώτῃ γενέσει τῶν ὅλων, καθάπερ ἔφην, ὁ θεὸς ἅπασαν τὴν τῶν φυτῶν ὕλην ἐκ γῆς ἀνεδίδου τελείαν καρποὺς ἔχουσαν οὐκ ἀτελεῖς ἀλλ’ ἀκμάζοντας, εἰς ἑτοιμοτάτην καὶ ἀνυπέρθετον χρῆσιν καὶ ἀπόλαυσιν ζῴων τῶν αὐτίκα γενησομένων.

ὁ μὲν δὴ προστάττει τῇ γῇ ταῦτα γεννῆσαι· ἡ δ’ ὥσπερ ἐκ πολλοῦ κυοφοροῦσα καὶ ὠδίνουσα τίκτει πάσας μὲν τὰς σπαρτῶν, πάσας δὲ τὰς δένδρων, ἔτι δὲ καρπῶν ἀμυθήτους ἰδέας. ἀλλ’ οὐ μόνον ἦσαν οἱ καρποὶ τροφαὶ ζῴοις, ἀλλὰ καὶ παρασκευαὶ πρὸς τὴν τῶν ὁμοίων ἀεὶ γένεσιν, τὰς σπερματικὰς οὐσίας περιέχοντες, ἐν αἷς ἄδηλοι καὶ ἀφανεῖς οἱ λόγοι τῶν ὅλων εἰσί, δῆλοι καὶ φανεροὶ γινόμενοι καιρῶν περιόδοις.

ἐβουλήθη γὰρ ὁ θεὸς δολιχεύειν τὴν φύσιν ἀπαθανατίζων τὰ γένη καὶ μεταδιδοὺς [*](1 γίνεται FGH γινόμενα FGH ἑνί] εἶεν M 2 εἶδεν M 3 φθτευθέντων καὶ σπαρέντων M εἰς] ὡς P 3. 4 ἀποτίνουσα V 4 καὶ] ἢ ABP 5 πᾶσιν V 6 ἔχων ἐν ἑαυτῷ MABP ἔ εἰδέαις V 8 ἀμερέσιν V 9 ὁρατοῖς V (Mang.): ὁρατὸς ceteri τις ἂν V: ἂν om. ceteri 10 ταῦτα V 10. 11 ἐποχευομένης V, ἀποχετευομένης G 11 ἣ F1H: ἲν (sic) V, ἥν ceteri 12 ὃ om. M ζωοπυρεῖται M 13 συναύξεται V: καὶ συναύξεται ceteri ἐπιδοὺς Η 19 τῇ γῇ om. R ταῦτα τῇ γῇ Μ γεννῆσαι] γενέσθαι R δὲ VHR 20 ὠδείνουσα V τὰς σπαρτῶν] τῶν σπαρτῶν ABP, τὰς τῶν σπαρτῶν R 20. 21 τὰς τῶν δένδρων R 21 ἔτι δὲ] καὶ M ἔτι δὲ καρπῶν om. ABP ἀμυθήτων VFHR εἰδέας V 22 τροφὴ Β παρασκευὴ B ἀεὶ om. R 23 περιέχοντες V: περιέχουσαι ceteri 25 ἀπαθανατίζων V: ἀθανατίζων ceteri) [*](19—22 ὁ μὲν—γένεσιν R ibid. 24—14,1 ἐβουλήθη—ἀιδιότητος)

v.1.p.14
αὐτοῖς ἀιδιότητος· οὗ χάριν καὶ ἀρχὴν πρὸς τέλος ἦγε καὶ ἐπέσπευδε καὶ τέλος ἐπ’ ἀρχὴν ἀνακάμπτειν ἐποίει· ἔκ τε γὰρ φυτῶν ὁ καρπός, ὡς ἂν ἐξ ἀρχῆς τέλος, καὶ ἐκ καρποῦ τὸ σπέρμα περιέχοντος ἐν ἑαυτῷ πάλιν τὸ φυτόν, ὡς ἂν ἐκ τέλους ἀρχή.