De Opificio Mundi

Philo Judaeus

Philo Judaeus. Cohn, Leonard, editor. Opera que supersunt, Volume 1. Berlin: Reimer, 1896.

τε καὶ μεγάλων οὐδενὸς ὑπεξῃρημένου τὸ παράπαν. ἀλλ’ αἵ τε πρῶται τοῦ ἄρρενος πρὸς τὸ θῆλυ σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν, αἵ τε σποραὶ καὶ γενέσεις διὰ ταύτης συνίστανται, τά τε γεννώμενα οὐδενὶ πρῶτον οἰκειοῦσθαι πέφυκεν ἢ ταύτῃ, χαίροντα μὲν ἡδονῇ, τὴν δ’ ἐναντίαν ἀλγηδόνα δυσχεραίνοντα· παρὸ καὶ ἀνακλαίεται τὸ βρέφος ἀποκυηθέν, ἀλγῆσαν ὡς εἰκὸς τῇ περιψύξει· ἐκ γὰρ θερμοτάτου καὶ πυρωδεστάτου χωρίου τοῦ κατὰ τὴν μήτραν, ᾧ πολὺν χρόνον ἐνδιῃτήθη, προελθὸν ἐξαπιναίως εἰς ἀέρα, ψυχρὸν καὶ ἀσυνήθη τόπον, ἐπλήχθη καὶ τῆς ὀδύνης καὶ τοῦ δυσχεραίνειν ἀλγηδόνι τὰ κλαύματα δεῖγμα παρέσχεν ἐναργέστατον.

σπεύδει τε, φασί, πᾶν ζῷον ὡς ἐπ’ ἀναγκαιότατον καὶ συνεκτικώτατον τέλος ἡδονὴν καὶ μάλιστα ἄνθρωπος· τὰ μὲν γὰρ διὰ γεύσεως μόνον καὶ τῶν γεννητικῶν ἐφίεται ταύτης, ὁ δὲ ἄνθρωπος καὶ διὰ τῶν ἄλλων αἰσθήσεων, ὅσα θεάματα ἢ ἀκούσματα τέρψιν δύναται παρασχεῖν ὠσὶ καὶ ὀφθαλμοῖς μεταδιώκων.

λέγεται δὲ καὶ ἄλλα παμπληθῆ πρὸς ἔπαινον τοῦ πάθους καὶ ὡς ἔστιν οἰκειότατον καὶ συγγενέστατον ζῴοις· ἀπόχρη δὲ δείγματος ἕνεκα καὶ τὰ νῦν εἰρημένα, ὧν χάριν ἀνθρωπίνην φωνὴν ἔδοξεν ὁ ὄφις προΐεσθαι. διό μοι [*](1 ἐπεισιόντων] ἐπισιτίων M φοράν] ἐπιφοράν H ἡ om. M τὰ πρότερα M: καὶ τά πρότερα ceteri 2 δὲ FG ἀνθρωπίνην ABP προέσθαι FGH 3 ἀγωνισταῖς ABP ἡδονὴ om. FG κέχρηται ABP ἐπιμέλειαν καὶ προστασίαν M: καὶ προστασίαν om. ceteri αὐτοῖς M 4 πάντων τὸ κράτος M: τὸ πάντων κράτος ceteri 5 παράπαν—ἄρρενος (6) om. M 6 σύνοδοι ξεναγὸν ἔχουσιν ἡδονήν FGH: συνέχουσιν ἡδονὴν σύνοδοι ABP, συνόδοις ξένιον ἐχούσαις ἡδονὴν M 7 αἵ τε—συνίστανται] αἰτίαν, σποραῖς καὶ γενέσεσι· διὰ ταύτην συνίστανται M τε post τά om. M 7. 8 γεννώμενα] γενόμενα MH 8 οὐδὲν M πρῶτον] πρότερον Markland πεφυκότα M 9 παρὸ] καθὸ M ἀποκλαίεται H 10 ἀλγῆσαν σαν—περιψύξει] ἀλγήμασιν ὡς εἰκὸς τοῖς περὶ ψῦξιν M εἰκὸς M: ἔοικε ω 11 χορίου M τοῦ om. Β τὴν om. Η ᾦ] οὖ M 12 προελθὼν FH ἐξαπιναίως om. Β 13 κλαύσματα M 14 παρέχει Mang. τε M: τε γάρ ceteri φασί] φησί Η, φύσει coni. Creuzer ἐπ᾿ Μ: ἐπὶ ceteri 15 ἡδονὴ GH 16. 17 ὁ δὲ om. V 17 δ’ ABP θεατὰ ἡ ἀκουστὰ M 18 δύνανται M μεταδιώκει Markland καὶ post δὲ om. ABP1 19 ἄλλα] ἅμα M παμπληθὶ M παμπληθῆ post πάθους transp. Η 20 συγγενέστατον] δικαιότατον Β 21 ὁ om. BPFG) [*](7 sqq. cf. Epicur. frg. 398 p. 274 Usener)

v.1.p.57
δοκεῖ κἀν τοῖς κατὰ μέρος νόμοις, οὗ περὶ ζῴων ἔγραψεν ἅ τε χρὴ προσφέρεσθαι καὶ τοὐναντίον, ἐπαινέσαι μάλιστα τὸν ὀφιομάχην ἐπικαλούμενον (Lev. 11,22)—ἑρπετὸν δ’ ἐστὶν ἔχον ἀνωτέρω σκέλη τῶν ποδῶν, οἷς ἀπὸ γῆς πέφυκε πηδᾶν καὶ μετέωρον αἴρεσθαι καθάπερ τὸ τῶν ἀκρίδων γένος —·

ὁ γὰρ ὀφιομάχης οὐδὲν ἄλλ’ ἢ συμβολικῶς ἐγκράτεια εἶναί μοι δοκεῖ, μάχην ἀκαθαίρετον καὶ πόλεμον ἄσπονδον ἐκφέρουσα πρὸς ἀκρασίαν καὶ ἡδονήν· ἡ μὲν γὰρ εὐτέλειαν καὶ ὀλιγοδεΐαν καὶ ὅσον ἀναγκαῖον φιλαυστήρῳ καὶ σεμνῷ βίῳ διαφερόντως ἀσπάζεται, ἡ δὲ περιεργίαν καὶ πολυτέλειαν, ἃ χλιδῆς καὶ θρύψεως αἴτια γίνεται ψυχῇ καὶ σώματι, δι’ ὧν τὴν ὑπαίτιον καὶ θανάτου χαλεπωτέραν ζωὴν παρὰ τοῖς εὖ φρονοῦσι συμβέβηκε γίνεσθαι.

Τὰς δὲ γοητείας καὶ ἀπάτας αὑτῆς ἡδονὴ τῷ μὲν ἀνδρὶ οὐ τολμᾷ προσφέρειν, τῇ δὲ γυναικὶ καὶ διὰ ταύτης ἐκείνῳ, πάνυ προσφυῶς καὶ εὐθυβόλως· ἐν ἡμῖν γὰρ ἀνδρὸς μὲν ἔχει λόγον ὁ νοῦς, γυναικὸς δ’ αἴσθησις· ἡδονὴ δὲ προτέραις ἐντυγχάνει καὶ ἐνομιλεῖ ταῖς αἰσθήσεσι, δι’ ὧν καὶ τὸν ἡγεμόνα νοῦν φενακίζει· ἐπειδὰν γὰρ ἑκάστη τῶν αἰσθήσεων τοῖς φίλτροις αὐτῆς ὑπαχθῇ, χαίρουσαι τοῖς προτεινομένοις, ἐπὶ χρωμάτων μὲν καὶ σχημάτων ποικιλίαις ὄψις, ἐπὶ δὲ φωνῶν ἐμμελείαις ἀκοή, ἐν δὲ χυλῶν ἡδύτησι γεῦσις, κἀν ταῖς τῶν ἀναθυμιωμένων [*](1 οὗ] οὐ M, οὓς Mang. (coni. Turn.) ἀνέγραψεν M 2 καὶ τοὐναντίον Η: καὶ ἃ τοὐναντίον ABP, ἢ τοὐναντίον F, καὶ ἡ τοὐναντίον G, καὶ μὴ M ἐπαινεῖν M τὸν ὄφιν μάχην M 3 δ’ om. M 5 ἡ (corr. ex ὁ) γὰρ ὄφεως μάχη M ἄλλ’ ἢ MFG: ἀλλ’ ἡ Η, ἄλλο ἣ ABP 7 ὀλιγοδέειαν G, ὀλιγόδειαν AB 8 ante φιλαυστήρῳ add. ἃ δὴ M, ὃ δὴ G1H, ὃ δὴ τῶ F, ὑποτίθεται, ὃ δὴ ABP: corr. Turn, 9 περιεργίαν M: πολυεργίαν ceteri ἃ οm. M αἰτία M 9. 10 τῆ ψυχὴ τε καὶ τῶ σώματι ABP 12 αὑτῆς corr. ex αὑτῆς Η: αὐτῆς ceteri ἡδονὴ M: ἡ ἡδονὴ ceteri 15 δὲ ἡ αἴσθησις ABP 16 ἑκάστην M 17 χαίρουσαι Markland: χαίρουσα codd. 18 ἐπὶ] ἐν M σχημάτων ποικιλίαις] ποικιλίαις χρωμάτων AP, ποικιλίαις σωμάτων Β ὄψις in textu om., in marg. add. ABP ὄψις—ἐμμελείαις (19) om. F ἐπὶ] ἐν M 19 ἐν χυλῶν δὲ ABP χιλῶν ΒΗ ἡδύτησι om. M ἡ γεῦσις M κἀν scripsi: καὶ M, κἀκ ceteri ταῖς τῶν ἀνατεθυμιωμένων (sic) ἀτμῶν εὐωδίαις M: τῆς τῶν ἀναθυμιωμένων ἀτμῶν εὐωδίας ABP, τῆς τῶν ἀναθυμιωμένων εὐωδίας FG, τῆς τῶν ἀναδιδομένων ἀτμῶν εὐωδίας Η) [*](12 sqq. Ambros. de Paradiso 2,11 . . . namque ante nos fuit qui per voluptatem et sensum praevaricationem ab homine memoraverit esse commissam, in specie serpentis figuram accipiens delectationis, in figura mulieris sensum animi mentisque constituens, quem αἴσθησιν vocant Graeci; deceptam autem per sensum praevaricatricem secundum historiam mentem asseruit, quam Graeci νοῦν vocant. recte igitur in Graeco νοῦς viri figuram accepit, αἴσθησις mulieris.)

v.1.p.58
ἀτμῶν εὐωδίαις ὄσφρησις, δεξάμεναι τὰ δῶρα θεραπαινίδων τρόπον προσφέρουσιν οἷα δεσπότῃ τῷ λογισμῷ, παράκλητον ἐπαγόμεναι πειθὼ περὶ τοῦ μηδὲν ἀπώσασθαι τὸ παράπαν· ὁ δ’ αὐτίκα δελεασθεὶς ὑπήκοος ἀνθ’ ἡγεμόνος καὶ δοῦλος ἀντὶ δεσπότου καὶ ἀντὶ πολίτου φυγὰς καὶ θνητὸς ἀντ’ ἀθανάτου γίνεται.

συνόλως γὰρ οὐκ ἀγνοητέον ὅτι οἷα ἑταιρὶς καὶ μαχλὰς οὖσα ἡδονὴ γλίχεται τυχεῖν ἐραστοῦ καὶ μαστροποὺς ἀναζητεῖ, δι’ ὧν τοῦτον ἀγκιστρεύσεται· μαστροπεύουσι δ’ αὐτῇ καὶ προξενοῦσι τὸν ἐρῶντα αἰσθήσεις, ἃς δελεάσασα ῥᾳδίως ὑπηγάγετο τὸν νοῦν, ᾧ τὰ φανέντα ἐκτὸς εἴσω κομίζουσαι διαγγέλλουσι καὶ ἐπιδείκνυνται, τοὺς τύπους ἑκάστων ἐνσφραγιζόμεναι καὶ τὸ ὅμοιον ἐνεργαζόμεναι πάθος· κηρῷ γὰρ ἐοικὼς δέχεται τὰς διὰ τῶν αἰσθήσεων φαντασίας, αἷς τὰ σώματα καταλαμβάνει δι’ αὑτοῦ μὴ δυνάμενος, καθάπερ εἶπον ἤδη.

Τὰ δ’ ἐπίχειρα τῆς ἡδονῆς εὐθὺς εὕραντο οἱ πρῶτοι γενόμενοι δοῦλοι χαλεποῦ καὶ δυσιάτου πάθους· ἡ μὲν γυνὴ σφοδρὰς ἀνίας ἐνδεξαμένη τὰς ἐν ὠδῖσι καὶ τὰς παρὰ τὸν ἄλλον βίον λύπας ἐπαλλήλους καὶ μάλιστα τὰς ἐπὶ τέκνοις γεννωμένοις καὶ τρεφομένοις καὶ νοσοῦσι καὶ ὑγιαίνουσι καὶ εὐτυχοῦσι καὶ ἀτυχοῦσιν, εἶτ’ ἀφαίρεσιν ἐλευθερίας καὶ τὴν ἀπὸ τοῦ συνόντος ἀνδρὸς δεσποτείαν, οὗ τοῖς ἐπιτάγμασι πειθαρχεῖν ἀναγκαῖον· ὁ δ’ ἀνὴρ ἐν μέρει πόνους καὶ ταλαιπωρίας καὶ συνεχεῖς ἱδρῶτας ἕνεκα πορισμοῦ τῶν ἀναγκαίων καὶ στέρησιν μὲν τῶν αὐτομάτων ἀγαθῶν, ἅπερ ἐδιδάχθη φέρειν ἡ γῆ δίχα γεωργικῆς ἐπιστήμης, ἀτρύτων δὲ μετουσίαν καμάτων εἰς ζήτησιν βίου καὶ τροφῆς ὑπὲρ τοῦ μὴ λιμῷ παραπολέσθαι·

οἶμαι γὰρ ἂν ὥσπερ [*](1 αἱ δεξάμεναι M θεραπαινίδος Β 2 τὸν τρόπον M 3 δελεασθεὶς] δικαστὴς M 5 ἀντὶ ἀθανάτου M 6 μαχλὰς Wendl.: μάχλος codd. ἡ ἡδονὴ M 7 τοῦτον] καὶ τοῦτον F, τὸν νοῦν Markland ἀγκιστρεύεται ABP1 8 αὐτῆς M ἐρῶντα Wendl.: ἔρωτα codd. ἃς] αἷς ABP 9 ὑπήγαγε ABP 10 ἑκάστων] ἐκ πάντων M σφραγιζόμεναι M 11 καὶ τὸ ὅμοιον M Pal.: καὶ om. ceteri ἐνεργαζόμεναι Pal.: ἐναυγαζόμεναι M, om. ceteri ἐοικὸς M 12 καταλαμβάνεται M Pal. αὑτοῦ FG, ἑαυτοῦ Pal.: αὐτοῦ ceteri 13 εἶπον ἤδη M: ἤδη εἶπον ceteri 14 δ’ ἐπίχειρα] δὲ παῦρα M εὕραντο M: ἤραντο ceteri πρῶτοι M: πρότερον ceteri 15 σφόδρα M 16 δεξαμένη M 16. 17 λύπας ἐπαλλήλους M: ἐπαλλήλους λύπας ceteri 17 γεινομένοις M 18 εἶτ᾿ M: εἰς ceteri 19 συνόντως A 22 φέρειν—ἐπιστήμης (23)] ἔχειν ἀπὸ τοῦ θεοῦ ἐπιστήμης λογικῆς M 23 δὲ] δέ τε M μετουσίας M 24 τροφῆς] τρυφῆς ABP μὴ om. A1BP1 οἶμαι] οἱ μὲν M ἄν om. ABP1) [*](6—13 Pal. fol. 24r οἶα ἑταιρὶς—μὴ δυνάμενος.)

v.1.p.59
ἥλιον καὶ σελήνην ἀεὶ φωσφορεῖν ἅπαξ κελευσθέντας ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς καὶ τὸ θεῖον πρόσταγμα διατηρεῖν οὐδενὸς ἑτέρου χάριν ἢ ὅτι τῶν ὅρων οὐρανοῦ μακρὰν κακία πεφυγάδευται, τὸν αὐτὸν τρόπον καὶ τῆς γῆς τὴν βαθεῖαν καὶ καρποφόρον ἄνευ τέχνης καὶ συμπράξεως γεωπόνων ἀνδρῶν φέρειν ἂν πολλὴν ἀφθονίαν κατὰ τὰς ἐτησίους ὥρας· νυνὶ δὲ αἱ ἀέναοι πηγαὶ τῶν τοῦ θεοῦ χαρίτων ἐπεσχέθησαν, ὅτε ἤρξατο κακία τὰς ἀρετὰς παρευημερεῖν, ἵνα μὴ ὡς ἀναξίοις χορηγῶσιν.

ἔδει μὲν οὖν τὸ τῶν ἀνθρώπων γένος, εἰ τὴν ἁρμόττουσαν ἔμελλε δίκην ὑπομένειν, ἠφανίσθαι διὰ τὴν πρὸς τὸν εὐεργέτην καὶ σωτῆρα θεὸν ἀχαριστίαν· ὁ δ’ ἅτε τὴν φύσιν ἵλεως οἶκτον λαβὼν ἐμετρίασε τὴν τιμωρίαν, τὸ μὲν γένος ἐάσας διαμένειν, τὰς δὲ τροφὰς οὐκέθ’ ὁμοίως ἐξ ἑτοίμου παρασχών, ἵνα μὴ δυσὶ κακοῖς ἀργίᾳ καὶ κόρῳ χρώμενοι πλημμελῶσι καὶ ὑβρίζωσι.

Τοιοῦτος μὲν ὁ βίος τῶν ἐν ἀρχῇ μὲν ἀκακίᾳ καὶ ἁπλότητι χρωμένων, αὖθις δὲ κακίαν ἀντ’ ἀρετῆς προτιμώντων [ὧν ἄξιον ἀπέχεσθαι]. διὰ δὲ τῆς λεχθείσης κοσμοποιίας πολλὰ μὲν καὶ ἄλλα ἡμᾶς ἀναδιδάσκει, πέντε δὲ τὰ κάλλιστα καὶ πάντων ἄριστα· πρῶτον μὲν ὅτι ἔστι τὸ θεῖον καὶ ὑπάρχει, διὰ τοὺς ἀθέους, ὧν οἱ μὲν ἐνεδοίασαν ἐπαμφοτερίσαντες περὶ τῆς ὑπάρξεως αὐτοῦ, οἱ δὲ τολμηρότεροι καὶ κατεθρασύναντο φάμενοι μηδ’ ὅλως εἶναι, λέγεσθαι δ’ αὐτὸ μόνον πρὸς ἀνθρώπων πλάσμασι μυθικοῖς ἐπισκιασάντων τὴν ἀλήθειαν·

δεύτερον δ’ ὅτι θεὸς εἷς ἐστι, διὰ τοὺς εἰσηγητὰς τῆς πολυθέου δόξης, οἳ οὐκ ἐρυθριῶσι τὴν φαυλοτάτην τῶν κακοπολιτειῶν ὀχλοκρατίαν ἀπὸ γῆς εἰς οὐρανὸν μετοικίζοντες· τρίτον δ’ ὡς ἤδη λέλεκται ὅτι γενητὸς ὁ κόσμος, διὰ τοὺς οἰομένους αὐτὸν ἀγένητον καὶ ἀίδιον εἶναι, οἳ πλέον οὐδὲν ἀπονέμουσι θεῷ· τέταρτον δ’ ὅτι καὶ εἷς [*](3 κακίαν πεφυγαδεῦσθαι M 4 καὶ post βαθεῖαν om. F καρποφόρον φορὰν F, καρπο cum lacuna c. 7 litterarum G 6 δ’ ABP αἱ ἀένναοι ABP: καὶ ἀένναοι M, ἀένναοι FGH πηγαὶ om. F 6. 7 ἀπεσχίσθησαν M 7 τὰς ἀρετὰς om. M ὡς om. M 7. 8 ἀναξίως M ἡ τῶν ἀνθρώπων M: τῶν om. ceteri 9 παναρμόττουσαν M post ἠφανίσθαι add. καὶ M 10 ἅτε] ἀεὶ M 12 ἐξ ἑτοίμου om. H 13 πλημελῶσι FGH1 14 μὲν prius om. M 15 κακίας ABP1 ἀντ’ om. M ὧν ἄξιον] τῶν ἀξίων M 15. 16 ὧν ἄξιον ἀπέχεσθαι seclusi 16 μὲν om. M 17 ἀναδιδάσκει Μωσῆς Mang. (Christophorson) 18 ἔστι τὸ θεῖον καὶ ὑπάρχει M: ἔστι καὶ ὑπάρχει τὸ θεῖον ceteri 19 αὑτῶν AP 19. 20 τολμηρότερον M 20 κατεθρασύνοντο M μηδόλως MABP, μήθ’ ὅλως F δὲ ABP 23 τὴν φαυλότητα 31 κακοπολιτειῶν Mang.: καταπολιτῶν FG, κακοπολιτῶν ceteri 23. 24 ὀχλοκρασίαν MF1GH 25 γεννητὸς FG 26 πλέον M: πλεῖον ceteri)

v.1.p.60
ἐστιν ὁ κόσμος, ἐπειδὴ καὶ εἷς ὁ δημιουργὸς ὁ ἐξομοιώσας αὑτῷ κατὰ τὴν μόνωσιν τὸ ἔργον, ὃς ἁπάσῃ κατεχρήσατο τῇ ὕλῃ εἰς τὴν τοῦ ὅλου γένεσιν· ὅλον γὰρ οὐκ ἂν ἦν, εἰ μὴ ἐξ ὅλων ἐπάγη καὶ συνέστη τῶν μερῶν· εἰσὶ γὰρ οἱ πλείους ὑπολαμβάνοντες εἶναι κόσμους, οἱ δὲ καὶ ἀπείρους, ἄπειροι καὶ ἀνεπιστήμονες αὐτοὶ πρὸς ἀλήθειαν ὄντες ὧν καλὸν ἐπιστήμην ἔχειν· πέμπτον δ’ ὅτι καὶ προνοεῖ τοῦ κόσμου ὁ θεός· ἐπιμελεῖσθαι γὰρ ἀεὶ τὸ πεποιηκὸς τοῦ γενομένου φύσεως νόμοις καὶ θεσμοῖς ἀναγκαῖον, καθ’ οὓς καὶ γονεῖς τέκνων προμηθοῦνται.

ὁ δὴ ταῦτα μὴ ἀκοῇ μᾶλλον ἢ διανοίᾳ προμαθὼν καὶ ἐν τῇ αὑτοῦ ψυχῇ σφραγισάμενος θαυμάσια καὶ περιμάχητα εἴδη, καὶ ὅτι ἔστι καὶ ὑπάρχει θεὸς καὶ ὅτι εἷς ὁ ὢν ὄντως ἐστὶ καὶ ὅτι πεποίηκε τὸν κόσμον καὶ πεποίηκεν ἕνα, ὡς ἐλέχθη, κατὰ τὴν μόνωσιν ἐξομοιώσας ἑαυτῷ καὶ ὅτι ἀεὶ προνοεῖ τοῦ γεγονότος, μακαρίαν καὶ εὐδαίμονα ζωὴν βιώσεται δόγμασιν εὐσεβείας καὶ ὁσιότητος χαραχθείς.

[*](1 ὁ κόσμος Μ: ὁ γενητὸς κόσμος οὗτος Η, ὁ γεγνὼς κόσμος ceteri ὁ ante δημιουργὸς om. M ὁ addidi: ὃς add. Mang. αὐτῶ P, αὐτῶ corr. ex αὑτῶ MF 2 μόνωσιν] ὁμοίωσιν FG ὃς ἁπάσῃ scripsi: ὅσα πάση Μ, ὃ πᾶς FG, ὃ πάση ceteri ὕλη M: οὐσία ceteri εἰς Μ (Turn.): καὶ ceteri 4 ὑπολαβόντες 6 δὲ ABP 7 ἀεὶ om. ABP γενομένου] πεποιημένου H 8 καθ’ οὓς scripsi: καθὼς codd. 8. 9 προμηθοῦνται] προνοοῦνται M 9 δὴ] δ’ εἰ Μ, δὲ Mang. μὴ ταῦτα M 10 αὐτοῦ corr. ex αὑτοῦ Μ, αὐτοῦ FH, ἑαυτοῦ ABP 10. 11 καὶ ὅτι ἔστι M: ὅτι τέ ἐστι ceteri 11 ὢν om. M 13 ἀεὶ om. M εὐδαίμονα] εὐσχήμονα M 14 ὁσιότητος M: θειότητος ceteri χαραχθεῖσαν AB)